Galenus. De usu partium (De usu part.) [n° 017 Fichtner] [GalLat]

Περὶ χρείας τῶν ἐν ἀνθρώπου σώματι μορίων
Utilité des parties du corps
The Function of the Parts of the Body (UP)
Helmreich, 1907; Helmreich, 1909.
De usu partium corporis humani, 1822, vol. 3-4, p. 1-939;1-366. urn:cts:greekLit:tlg0057.tlg017.verbatim-lat1
Nöldeke, 1805 (deu); Daremberg, 1854/1856 (fra); Tallmadge-May, 1968 (eng); Garofalo, Vegetti, 1978 (ita); López Salvá, 2010 (spa).

De usu partium corporis humani, 1.18, ed. Kühn, 1822, vol. 3, p. 61-66. urn:cts:greekLit:tlg0057.tlg017.1st1K-grc1:1.18

7. Ἐπεὶ δὲ οὐδεμία σὰρξ ἐξ ἑαυτῆς αἴσθησιν
8. ἐκέκτητο, καὶ ἦν ἄτοπον ἀντιληπτικὸν ὄργανον ἀναισθήτῳ
9. σκεπάσαι μορίῳ, τῶν εἰς ὅλας τὰς χεῖρας ἄνωθεν ἰόντων
10. νεύρων οὐ σμικρὰν μοῖραν εἰς τὰς σάρκας αὐτὰς κατέφυσεν.
11. ἀλλ’ ἐπεὶ τοῦτο ἐγένετο, μύες εὐθὺς αἱ σάρκες ἦσαν,
12. εἴ γε δὴ νεύρων εἰς σάρκας διασπειρομένων ἡ γένεσις τοῖς
13. μυσί. καὶ δὴ κέχρηται μυσὶ τούτοις εἰς δέον ἡ φύσις,
14. ἀποφύσασα γὰρ ἀπ’ αὐτῶν τένοντας τοῖς πλαγίοις μέρεσιν
15. ἑκάστου τῶν δακτύλων ἐνέφυσε, τῆς μὲν δεξιᾶς χειρὸς τοῖς
16. ἐν ἀριστερᾷ, τῆς δ’ ἀριστερᾶς χειρὸς τοῖς ἐπὶ δεξιᾷ. τοὺς
17. λοιποὺς δὲ τῶν εἰς τὸ πλάγιον μέρος ἑκάστου τῶν δακτύλων
1. καταφυομένων ἀπὸ τῶν κατὰ τὸν πῆχυν ἐγέννησε μυῶν,
2. οὐκ ἀλόγως οὐδὲ τούτους, ὡς δείξει προϊὼν ὁ λόγος, ἂν
3. πρότερον, ὅθεν λέγοντες ἀπελίπομεν, ἐπανέλθωμεν αὖθις.
4. ἐπειδὴ γὰρ κάμπτειν τοὺς τέτταρας ἅμα δακτύλους, οὐχ
5. ὅταν μέγαν ὄγκον σώματος περιλαμβάνωμεν, ἀλλ’ ὅταν ὑγρὸν
6. ἢ μικρὸν, τηνικαῦτα μάλιστα δεόμεθα, χρησιμώτατον ἦν οὕτως
7. αὐτοὺς ἀκριβῶς ἀλλήλοις ὁμιλοῦντας κάμπτειν, ὡς μηδεμίαν
8. ἀπολείπεσθαι μεταξὺ χώραν κενήν. καὶ τοίνυν καὶ
9. φαίνεται γινόμενον οὕτως. ἀλλ’ οὐκ ἂν ἐγίνετο, μήτ’ αὐτῶν
10. τῶν δακτύλων τὰς ἐν τοῖς πλαγίοις σάρκας ἐχόντων, μήτε
11. τῶν κινούντων αὐτοὺς τενόντων ἀπὸ μιᾶς ἀρχῆς πεφυκότων.
12. ἡ γὰρ δὴ ἀρχὴ αὕτη, πλησίον τῆς κατὰ τὸν καρπὸν
13. καμπῆς τεταγμένη, μέση πως μάλιστα τοῦ ταύτῃ τεταγμένου
14. χωρίου, καὶ πάντας ἅμα καὶ κατὰ μέρος ἕκαστον ἐπισπωμένη,
15. νεύειν αὐτῶν τὰς κορυφὰς εἰς ἑαυτὴν ἀναγκάζει. καὶ
16. διὰ τοῦτο, ἐπειδὰν τὸ πρῶτόν τε καὶ τὸ δεύτερον ἄρθρον
17. μόνον καμφθῇ, τὸ τρίτον δ’ ἐκτεταμένον ᾖ, τὰ πέρατα
18. τῶν δακτύλων ἀλλήλοις συνεζευγμένα μένει, καίτοι πολλῷ
1. λεπτότερα τῶν ἄλλων ὄντα, καὶ διεστηκέναι κατά γε τοῦτο
2. ὀφείλοντα, ἀλλὰ τῷ πρὸς μίαν ἅπαντα νεύειν ἀρχὴν τὴν
3. κεφαλὴν τῶν τενόντων ἀκριβῶς συζεύγνυνται. ἄρχονται
4. μὲν γὰρ ἀπὸ ταύτης ἅπαντες, φέρονται δ’ ἐπὶ τοὺς δακτύλους
5. κατ’ εὐθείας γραμμὰς, ἴσας πρὸς τῇ κεφαλῇ γωνίας
6. ἐξεργαζόμενοι. πᾶσα τοίνυν ἀνάγκη τὸν δάκτυλον, ἐπὶ τὴν
7. κεφαλὴν ἑλκόμενον διὰ τοῦ τένοντος, ἐπιβαίνειν μὲν αὐτῷ
8. τῷ τένοντι, νεύειν δ’ ὥσπερ πρὸς τὴν κεφαλήν· καὶ διὰ
9. τοῦτο, οὐδ’ εἰ βιασάμενός τις προέλοιτο, κάμψαι διεστῶτας
10. ἀπ’ ἀλλήλων τοὺς δακτύλους δυνήσεται. τὸ γὰρ μηδαμῆ
11. χρήσιμον ἡμῖν ἐσόμενον, τοῦτ’ εὐθὺς ἐξ ἀρχῆς ἡ φύσις
12. ἀδύνατον γενέσθαι παρεσκεύασε. ἀλλ’ ἐπεὶ πάλιν, ὅταν μέγαν
13. ὄγκον σώματος ἢ ἀμφοτέραις ὁμοῦ ταῖς χερσὶν ἢ
14. μόνῃ τῇ ἑτέρᾳ περιλαμβάνωμεν, ἐκτείνειν τε τοὺς δακτύλους
15. ἀναγκαῖον τηνικαῦτα, διϊστάναι τε ἀπ’ ἀλλήλων ἐπὶ
16. πλεῖστον, οὐδὲ τοῦτο ὠλιγώρηται τῇ φύσει. τὰς μὲν
17. γὰρ εἰς τὰ πλάγια κινήσεις αὐτῶν ἐργασαμένη, διὰ τούτων,
18. εἰς ὅσον ἂν προελώμεθα, δυνατοὺς διΐστασθαι παρέσχεν.
1. ἔμελλον μὲν γὰρ, κᾂν εἰ μὴ τούτων ἔτυχον, πάντες διεστῶτες
2. ἐκταθήσεσθαι, τῶν ἐκτεινόντων αὐτοὺς τενόντων γεγονότων
3. ὁμοίων τοῖς κάμπτουσιν, ἀπό τε κορυφῆς μιᾶς
4. ἀρχομένων καὶ κατ’ ἴσας γωνίας ἀπ’ αὐτῆς ἐσχισμένων.
5. ἅπασι γὰρ τοῖς οὕτω μὲν ἀρχομένοις, κατ’ εὐθειῶν δὲ γραμμῶν
6. φερομένοις, ἀναγκαῖον, εἰς ὅσον ἂν ἀποχωρήσωσι τῆς
7. ἀρχῆς, ἀεὶ καὶ μᾶλλον πλέον ἀπ’ ἀλλήλων διΐστασθαι. καὶ
8. δὴ καὶ φαίνεται τοῦτο οὕτω γινόμενον ἐν τοῖς δακτύλοις·
9. εἰ γὰρ καὶ μηδενὶ χρῷ ταῖς εἰς τὰ πλάγια κινήσεσιν, ἀλλὰ
10. μᾶλλον ἐκτείνοις ἢ κάμπτοις αὐτοὺς, ἐκτείνοντι μέν σοι
11. διαστήσονται, κάμπτοντι δ’ ἐς ταὐτὸν ἀλλήλοις ἀφίξονται.
12. οὐ τοίνυν ἁπλῶς τοῦ διΐστασθαι χάριν, ἀλλὰ τοῦ μέχρι
13. πλείστου διΐστασθαι, τὰς εἰς τὸ πλάγιον αὐτῶν κινήσεις
14. ἐδημιούργησεν ἡ φύσις. ἐπεὶ δὲ ἅπαξ τοῦτο ἔσχον, ἕτερον
15. οὐκ ἄχρησον προσεκτήσαντο. καὶ γὰρ ἐκτεταμένους αὐτοὺς
16. ζευγνύναι δυνάμεθα, τοῦ μὲν δεξιοῦ τῶν δακτύλων τὸν ἐν
17. τοῖς πλαγίοις ἀριστερὸν, τοῦ δ’ ἀριστεροῦ τὸν δεξιὸν τείνοντες
18. τένοντα. πάλιν δ’ ἐπὶ πλεῖστον ἀλλήλων διϊσταμένων,
1. αὐτοῦ μὲν τοῦ δεξιοῦ τὸν δεξιὸν, τοῦ δ’ ἀριστεροῦ τὸν ἀριστερὸν
2. τείνομεν. εἰ δὲ μηδετέρῳ τῶν πλαγίων τενόντων
3. ἐνεργοῖμεν, ἀλλὰ τοῖς ἔξωθεν μόνοις, καὶ μέσην τῶν εἰρημένων
4. κατάστασιν ἕξουσι οἱ δάκτυλοι, καὶ φαίνονται τοῖς
5. ἰσχνὰς ἔχουσι τὰς χεῖρας ἅπαντες ἐν ταῖς τοιαύταις καταστάσεσιν,
6. ἀπὸ τῆς ἰδίας ἀρχῆς μέχρι τῆς τελευτῆς τῶν
7. δακτύλων κατ’ εὐθεῖαν γραμμὴν τεταμένοι. ὡσαύτως δὲ
8. τοῖς ἐκτὸς οἱ ἐντὸς τένοντες κατ’ εὐθείας γραμμὰς ἐν ἁπάσαις
9. τείνονται ταῖς κινήσεσιν, ἐν αἷς ἀργοῦσιν οἱ πλάγιοι·
10. τούτων δ’ ἐνεργησάντων, οὐκέτ’ εὐθεῖς, ἀλλ’ ἤδη λοξοὶ
11. κατά τι γίνονται. σκόπει τοίνυν κᾀνταῦθα τὴν θαυμαστὴν
12. σοφίαν τοῦ δημιουργοῦ. βέλτιον μὲν γὰρ ὂν, ἐν μὲν τᾷ
13. κάμπτειν τοὺς δακτύλους ἀργεῖν τὰς εἰς τὰ πλάγια κινήσεις,
14. μηδὲν μελλούσας ὀνήσειν, ἐκτεινόντων δὲ ἐνεργεῖν,
15. πολλαχῇ χρηστὰς ἐσομένας, τὴν κατασκευὴν τῶν τὰς
16. κινήσεις ταύτας βραβευόντων τενόντων ἑτοίμην μὲν εἰς τὴν
17. τοῦ βελτίονος ὑπηρεσίαν, ἀδύνατον δὲ εἰς τὴν τοῦ χείρονος
18. ἀπειργάσατο. πρῶτον μὲν γὰρ τῶν εἰς τὰ πλάγια καθηκόντων 
1. τενόντων ἐπειδὴ τοὺς μὲν ἀπὸ τῶν ἐντὸς μυῶν
2. τῶν κατὰ τὴν χεῖρα τῶν μικρῶν ἐξέφυσε, τοὺς δ’ ἀπὸ τῶν
3. ἐκτὸς τῶν κατὰ τὸν πῆχυν ὄντων μεγάλων, ἀναγκαῖον αὐτῶν
4. τοὺς μὲν ἐλάττους τε καὶ ἀσθενεστέρους ἅμα, τοὺς δ’
5. αὖ μείζους τε καὶ ἰσχυροτέρους γενέσθαι. καθ’ ὃ δὲ βέλτιον
6. ἦν ἑκατέρῳ συναφθῆναι τῶν δακτύλων ἑκάστῳ, κατὰ
7. τοῦτ’ αὐτοὺς συνῆψεν, ἐν μὲν τῇ δεξιᾷ χειρὶ τοὺς μὲν
8. ἀῤῥωστοτέρους ἐξ ἀριστερῶν, τοὺς δ’ εὐρωστοτέρους ἐκ
9. δεξιῶν, ἐν δὲ τῇ σκαιᾷ τοὺς ἀσθενεστέρους ἐκ δεξιῶν,
10. τοὺς δ’ ἰσχυροτέρους ἐξ ἀριστερῶν. ἔπειτα δ’ οὐδ’ ἀκριβῶς
11. εἰς τὸ μέσον τῶν πλαγίων ἑκατέρους ἤγαγεν, ἀλλὰ
12. τοὺς μὲν ἔξωθεν ὑψηλοτέρους ἐποίησε, πλησιαίτερον μὲν
13. θεῖσα τῶν ἐκτεινόντων, ποῤῥωτέρω δ’ ἀπάγουσα τῶν καμπτόντων.
14. ἔμελλεν οὖν διὰ ταῦτα πρῶτον μὲν πλεονεκτήσειν
15. τῶν εἰς τὰ πλάγια κινήσεων ἡ ἐκτὸς, ἔπειτα δ’
16. ἀργήσειν, καμπτόντων. ἀλλὰ τὸ μὲν ἀργεῖν ἐς ὅ τι χρηστὸν
17. ἦν, εἴρηται, τὸ πλεονεκτεῖν δ’ ἐς ὅ τι, νῦν
18. εἰρήσεται.

Cliquer un n° de page pour en afficher l’image