1. Τῆς εἰς τὰ πλάγια κινήσεως τῶν δακτύλων
2. ἐδεήθημεν, ἵν’ ἐπὶ πλεῖστον αὐτοὺς ἀπ’ ἀλλήλων
3. διϊστῶμεν, ὡς, εἴ γε τούτου μηδὲν ἡμῖν μηδέπω τι ἔμελλεν
4. ἕπεσθαι πλέον, οὐκ ἂν οὐδὲ τῶν τοιούτων κινήσεων ἐδεήθημεν.
5. ἀλλ’ ἐπεὶ τὸν μέγαν ἀντέταξε τοῖς ἄλλοις, τὰς εἰς
6. τὸ πλάγιον ἐπὶ τοῦτον φορὰς τῶν δακτύλων ἔγνω τι μέγα
7. παρέξειν. εἰ γὰρ, ἐν οἷς ἔργοις μέγιστον ὄγκον σώματος
8. μεταχειρίζεσθαι σπεύδομεν, ἐν τούτοις ἐπὶ πλεῖστον αὐτοὺς
9. ἀπ’ ἀλλήλων διϊστάναι δεόμεθα, τοὺς μὲν τέτταρας ἔξω,
10. τὸν μέγαν δ’ εἴσω περιφέρεσθαι χρηστὸν ἦν. τούτῳ μὲν
11. οὐ σμικρὸν τένοντα τῆς εἰς τὸ πλάγιον ἔσωθεν φορᾶς
12. ἔδωκεν ἡγεμόνα, τῶν δ’ ἄλλων ἐκόλουσε τὸ μέγεθος, οὐ
13. μόνον ὅτι περιττὸν οὐδὲν πρέπον ἐργάζεσθαι σοφῷ δημιουργῷ,
14. ἀλλ’ ὅτι καὶ τῆς ἐναντίας κινήσεως τὴν ῥώμην ἂν
15. ἐκώλυεν, ἰσόῤῥοπον αὐτῇ κίνησιν ἀντιτάξας ἑτέραν. οὐ μὴν
16. οὐδ’ εἰς τὸ παντελῶς ἀργεῖν ταύτην καμπτόντων τοὺς δακτύλους
17. ἄχρηστος ἡ ἀῤῥωστία. δεῖται δ’ ὁ λόγος, ἵν’ ἀποδεικτικὸς
1. ἅμα καὶ μὴ μακρὸς ᾖ, λημμάτων τινῶν ἐν τοῖς
2. περὶ μυῶν κινήσεως ἀποδεδειγμένων. ἔστι δὲ τάδε τὰ λήμματα
3. καθ’ ἕκαστον τῶν ἄρθρων, ὡς ἐδείξαμεν, ἓν μὲν
4. ἀνώδυνον καὶ μέσον σχῆμα, τὰ δ’ ἄλλα πάντα τὰ ἑκατέρωθεν
5. ἧττον μὲν τὰ πλησία τοῦ μέσου, μᾶλλον δὲ τὰ
6. πόῤῥω. πάντως οὖν ὀδυνηρὰ τὰ ἔσχατα σχήματα, μεθ’ ἃ
7. μήτε κάμπτειν, μήτε τείνειν ἐγχωρεῖ· γίνεσθαι μὲν γὰρ οὕτως
8. ἐσχάτην τάσιν λαμβανόντων τῶν ἐργαζομένων αὐτὰ
9. μυῶν· εἰκότως δ’ ὑπάρχειν ὀδυνηρὰν, τοῦ μὲν ἡγεμόνος
10. τῆς κινήσεως μυὸς ἐσχάτην συστολὴν, τοῦ δ’ ἀντιτεταγμένου
11. τούτῳ τελέαν ἔκτασιν λαμβάνοντος· ἐνεργεῖν δ’ ἐν μὲν
12. τοῖς ἐφ’ ἑκάτερα τοῦ μέσου σχήματος ἢ ἀμφοτέρους γε τοὺς
13. μῦς, ἢ πάντως γε τὸν ἕτερον· ἐν δὲ τῷ μέσῳ δύνασθαί
14. ποτε καὶ μηδέτερον ἐνεργεῖν. οὕτως οὖν ἔχει κᾀπὶ τῶν
15. δακτύλων. ἀποθέμενος γάρ τις ἀργὴν καὶ πάρετον ὅλην
16. τὴν χεῖρα παραπλήσιον τοῖς σφόδρα κεκμηκόσιν, οὔτ’ ἐνεργοῦντας
17. ἕξει περὶ τοὺς δακτύλους οὐδένας μύας, ἔν τε τῷ
1. μέσῳ σχήματι καταθήσει. εἰ δ’ ἐντεῦθεν ἄγειν ἐφ’ ἑκάτερα
2. πειραθείη τις, ἐκτείνοντι μὲν αὐτῷ τοὺς ἐκτὸς πρότερον
3. ἀναγκαῖον ἐκτεῖναι τένοντάς τε καὶ μῦς, κάμπτοντι δ’
4. αὖ τοὺς ἐντός. εἰ δ’ ἐκτείνειν ἅμα καὶ παράγειν ἐπὶ τὰ
5. πλάγια βουληθείη, δῆλον ὡς ἀμφοτέροις ὁμοῦ πρότερον
6. ἐνεργήσει, τοῖς τ’ ἐκτείνειν καὶ τοῖς παράγειν πεφυκόσιν.
7. οὕτως οὖν εἰ καὶ κάμπτειν ἅμα καὶ περιάγειν εἰς τὰ πλάγια
8. βουληθείη τις, ἀμφοτέροις ἐνεργήσει πρότερον, τοῖς τε
9. κάμπτειν δυναμένοις καὶ τοῖς ἐπιστρέφειν. ἀλλὰ διττῶν
10. μὲν οὐσῶν τῶν εἰς τὰ πλάγια κινήσεων, τὴν μὲν ἑτέραν
11. αὐτῶν, τὴν ἐπὶ τἀκτὸς, ὁ τόπος τῆς τοῦ τένοντος ἐμφύσεως
12. ἀργεῖν ἀναγκάζει, καμπτόντων τοὺς δακτύλους· οὐ
13. γὰρ ἐκ τῶν πλαγίων ἀκριβῶς, ἀλλ’ ἀνωτέρω μᾶλλον πλησίον
14. τῶν ἐκτεινόντων τενόντων ἐνέφυ· ἀπεδείχθη γὰρ καὶ
15. τοῦτο ἐν τοῖς περὶ μυῶν κινήσεως, ὡς οὐκ ἐγχωρεῖ τὰς ἀντιτεταγμένας
16. κινήσεις ἐνεργεῖν ἅμα· τὴν δ’ ἑτέραν οὐχ ὁ
17. τόπος ἠνάγκασεν ἀργεῖν (ἔσω γὰρ ἔχει τὰς ἀρχὰς ἀνειμένας,
18. ἵνα περ οἱ κάμπτοντες τένοντες), ἀλλ’, ὡς ἐλέχθη πρόσθεν,
1. ἡ ἀῤῥωστία. τῶν μὲν γὰρ ἐκτὸς τενόντων εἰ καὶ μείζους
2. οἱ τὴν ἔκτασιν ἐργαζόμενοι τῶν εἰς τὰ πλάγια κινούντων
3. εἰσὶν, ἀλλ’ οὐκ εἰς τοσοῦτόν γε μείζους, ὡς διαφθείρειν
4. αὐτῶν τελέως τὴν ἐνέργειαν· τῶν δ’ ἐντὸς οὐδ’ εἰπεῖν ῥᾴδιον
5. τὴν ὑπεροχήν· αἰσθήσει γὰρ χρὴ μᾶλλον ἢ λόγῳ διδαχθῆναι
6. τοὺς μὲν εἰς τὸ πλάγιον ἐμφυομένους ἀμυδροὺς
7. καὶ δυσθεωρήτους ὑπὸ σμικρότητος, τοὺς δ’ ἄλλους, μή
8. ὅτι μεγίστους τῶν ἐν χερσὶ τενόντων, ἀλλὰ καὶ διττούς.
9. ἀναγκαῖον οὖν γίγνεται, καμπτόντων τῶν μεγάλων τοὺς
10. δακτύλους, τῇ ῥύμῃ τῆς κινήσεως συναποφέρεσθαι καὶ
11. τοὺς μικρούς. καθόλου γὰρ, ὅταν ὑπὸ δυοῖν κινήσεων ἐκ
12. πλαγίων ἀλλήλαις τεταγμένων ἀνέλκηται σῶμα, πολὺ μὲν
13. κρατούσης τῆς ἑτέρας, ἀναγκαῖον ἀφανίζεσθαι τὴν λοιπὴν,
14. ὀλίγης δ’ οὔσης τῆς ὑπεροχῆς, ἢ κατ’ ἴσον ἀμφοτέρων ἰσοσθενουσῶν,
15. μικτὴν ἐξ ἀμφοτέρων γίνεσθαι τὴν περὶ τὸ
16. σῶμα κίνησιν. ὁρᾶται δ’ ἅπαντα ταῦτα μονονοὺ καθ’ ἑκάστην
17. ἡμέραν ἐν μυρίοις παραδείγμασιν. αὐτίκα τῶν ἐρεσσομένων
1. τε ἅμα καὶ πλάγιον ἐχουσῶν τὸν ἄνεμον νηῶν, εἰ
2. μὲν ἰσόῤῥοπον ἡ ῥώμη τοῦ τ’ ἀνέμου καὶ τῶν ἐρεσσόντων
3. εἴη, μικτὴν ἀνάγκη γενέσθαι τὴν κίνησιν, οὕτ’ εἰς τὸ πρόσω
4. μόνον, οὔτ’ εἰς τὸ πλάγιον αὐτῶν φερομένων, ἀλλ’ εἰς
5. τὸ μέσον ἀμφοῖν· εἰ δ’ ἡ τῶν ἐρεσσόντων ἰσχυροτέρα γένοιτο,
6. πρόσω μᾶλλον ἢ εἰς τὸ πλάγιον· εἰ δ’ ἡ τοῦ πνεύματος,
7. εἰς τὸ πλάγιον μᾶλλον ἢ εἰς τὸ πρόσω· πολλῆς δ’
8. οὔσης τῆς ὑπεροχῆς, ὡς νικᾶσθαι τελέως τὴν ἑτέραν, τῆς
9. μὲν τῶν ἐρεσσόντων ἀφανισθείσης, εἰς τὸ πλάγιον, τῆς δὲ
10. τοῦ πνεύματος, εἰς τὸ πρόσω μᾶλλον ἐνεχθήσονται. τί γάρ;
11. εἰ λεπτὴ μὲν εἴη παντελῶς αὔρα, ἡ ναῦς δ’ ἐπιμήκης καὶ
12. κούφη, παμπόλλους τοὺς ἐρέσσοντας ἔχουσα, οὐ δύναιτ’ ἂν
13. ποτ’ ἐπίδηλος ἡ παρὰ τῆς αὔρας κίνησις γενέσθαι· ἀλλ’
14. οὐδ’, εἰ μέγιστος μὲν ἄνεμος εἴη, μεγίστη δὲ ναῦς καὶ βαρεῖα,
15. δύο δ’ ἢ τρεῖς ἐρέσσοιεν, οἷόν τε φανῆναι τὴν εἰρεσίαν
16. αὐτῶν. οὐκοῦν οὐδ’ ἡ τῶν μικρῶν τενόντων κίνησις,
17. ἄῤῥωστος εἰς τοσοῦτον οὖσα, ὡς, πρὶν κινεῖσθαι τοὺς
18. μεγάλους, ἐπὶ μικρὸν κομιδῇ παράγειν τοὺς δακτύλους,
1. δύναιτ’ ἄν ποτε φανῆναι τῶν μεγάλων ἐνεργούντων. ἀλλ’
2. ἐπεὶ καὶ αὐτὸ τοῦτο λέληθε τοὺς πολλοὺς, ὡς ἀμυδρὸν
3. καὶ καθ’ ἑαυτὴν ἡ τῶν μικρῶν τενόντων ἐστὶ κίνησις, εἰκότως
4. οὐδὲ τοῦτο ἐπ’ αὐτῶν συλλογίσασθαι δεδύνηνται, ὡς
5. ἀναγκαῖον ἦν αὐτῇ ἀφανισθῆναι τῇ σφοδροτάτῃ ζευγνυμένῃ.
6. ἡ δ’ αἰτία τῆς ἀγνοίας, ὅτι, τῆς ἐκτὸς κινήσεως, τῆς εἰς
7. τὸ πλάγιον ἐπιστρεφούσης τοὺς δακτύλους, ἐπὶ πλεῖστον
8. γιγνομένης, ἅπασαν τὴν ἀπὸ τῶν ὑστάτων ἐκείνης ἐπὶ
9. τἀναντία φορὰν τοῦ ἐντὸς εἶναι νομίζουσιν. ἐχρῆν δ’ οὐκ
10. ἀπὸ τῶν ὑστάτων, ἀλλ’ ἀπὸ τῆς μέσης καταστάσεως τὸ
11. ποσὸν ἑκατέρας τῶν πλαγίων ἐξετάζειν. ἡ μέση δὲ κατάστασίς
12. ἐστιν, ὅταν οἱ τοὺς δακτύλους ἐκτείνοντες τένοντες
13. ἀκριβῶς εὐθεῖς φαίνωνται. καὶ γὰρ καὶ εἰ διατμηθεῖεν οἱ
14. ἐν τοῖς πλαγίοις, οὐδὲν εἰς τὴν ἔκτασιν ἢ τὴν κάμψιν οἱ
15. δάκτυλοι βεβλάψονται. ἀπ’ αὐτῆς τοίνυν τῆς καταστάσεως
16. τῆς εὐθεῖς αὐτοὺς φυλαττούσης ἑκατέρα τῶν πλαγίων, ὁπηλίκη
1. τίς ἐστιν, ἀκριβῶς διαγινώσκεται· καί σοι κατὰ ταῦτα
2. κρίνοντι κατάφωρος ἡ βραχύτης ἔσται τῆς ἔσω.
⟨
(De usu part.) [n° 017 Fichtner] [GalLat]
De usu partium
Περὶ χρείας τῶν ἐν ἀνθρώπου σώματι μορίων
Utilité des parties du corps
The Function of the Parts of the Body (UP)
Helmreich, 1907; Helmreich, 1909.
De usu partium corporis humani, 1822, vol. 3-4, p. 1-939;1-366. urn:cts:greekLit:tlg0057.tlg017.verbatim-lat1
Nöldeke, 1805 (deu); Daremberg, 1854/1856 (fra); Tallmadge-May, 1968 (eng); Garofalo, Vegetti, 1978 (ita); López Salvá, 2010 (spa).
De usu partium corporis humani, 1.19, ed. Kühn, 1822, vol. 3, p. 67-73. urn:cts:greekLit:tlg0057.tlg017.1st1K-grc1:1.19
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩