5. Χρεία δ’ αὐτῶν ἁπάντων ἐστὶ τῇ ψυχῇ.
6. τὸ γὰρ σῶμα ταύτης ὄργανον, καὶ διὰ τοῦτο πολὺ διενήνοχεν
7. ἀλλήλων τὰ μόρια τῶν ζώων, ὅτι καὶ αἱ ψυχαί. τὰ
8. μὲν γάρ ἐστιν ἄλκιμα, τὰ δὲ δειλὰ, τὰ δ’ ἄγρια, τὰ δ’
9. ἥμερα, τὰ δ’ οἷον πολιτικά τε καὶ δημιουργικὰ, τὰ
10. δ’ οἷον μονότροπα. πᾶσι δ’ οὖν ἐπιτήδειον τὸ σῶμα τοῖς
11. τῆς ψυχῆς ἤθεσί τε καὶ δυνάμεσιν· ἵππῳ μὲν, ἰσχυραῖς
12. ὁπλαῖς καὶ χαίτῃ κεκοσμημένον, καὶ γὰρ ὠκὺ καὶ γαῦρον
13. καὶ οὐκ ἄθυμον τὸ ζῶον· λέοντι δὲ, θυμικὸν γὰρ καὶ ἄλκιμον,
14. ὀδοῦσί τε καὶ ὄνυξιν ἰσχυρόν· οὕτω δὲ καὶ ταύρῳ,
15. καὶ συΐ· τῷ μὲν γὰρ κέρατα, τῷ δ’ οἱ χαυλιόδοντες, ὅπλα
16. ξύμφυτα· ἐλάφῳ δὲ καὶ λαγωῷ, δειλὰ γὰρ τὰ ζῶα, ταχὺ
17. μὲν τὸ σῶμα, γυμνόν δὲ πάντη καὶ ἄοπλον. ἔπρεπε γὰρ,
1. οἶμαι, τάχος μὲν τοῖς δειλοῖς, τὰ δ’ ὅπλα τοῖς ἀλκίμοις.
2. οὔτ’ οὖν δειλὸν οὐδὲν ὥπλισεν ἡ φύσις, οὔτ’ ἄλκιμον ἐγύμνωσεν.
3. ἀνθρώπῳ δὲ, σοφὸν γὰρ τοῦτο τὸ ζῶον καὶ μόνον
4. τῶν ἐπὶ γῆς θεῖον, ἀντὶ πάντων ὁμοῦ τῶν ἀμυντηρίων
5. ὅπλων χεῖρας ἔδωκεν, ὄργανον εἰς ἁπάσας μὲν τὰς τέχνας
6. ἀναγκαῖον, εἰρηνικὸν δ’ οὐδὲν ἧττον, ἢ πολεμικόν. οὔκουν
7. ἐδέησεν οὔτε κέρατος αὐτῷ ξυμφύτου, βέλτιον ὅπλον κέρατος
8. ἐπ’ ἄκραις ταῖς χερσὶν, ἡνίκα βούλοιτο, λαβεῖν δυναμένῳ·
9. καὶ γὰρ καὶ ξίφος καὶ δόρυ μείζονά τε ἅμα καὶ
10. τέμνειν ἑτοιμότερα κέρατος ὅπλα· ἀλλ’ οὔτε ὁπλῆς, καὶ
11. γὰρ ξύλον καὶ λίθος ἁπάσης ὁπλῆς θλᾷν βιαιότερος. καὶ
12. κέρας μὲν καὶ ὁπλὴ, πρὶν ἐλθεῖν ὁμόσε, δρᾷν οὐδὲν δύναται·
13. τὰ δ’ ἀνθρώπων ὅπλα πόῤῥωθεν οὐδὲν ἧττον ἢ
14. πλησίον ἐνεργεῖ, ἀκόντιον μὲν καὶ βέλος κέρατος, λίθος
15. δὲ καὶ ξύλον ὁπλῆς. ἀλλ’ ὠκύτερος ἀνθρώπου λέων. τί
16. δὲ τοῦτο; ἄνθρωπος μὲν γὰρ ἵππον ἐδαμάσατο σοφίᾳ καὶ
1. χερσὶν, ὠκύτερον λέοντος ζῶον, ᾧ χρώμενος καὶ ὑποφεύγει
2. καὶ διώκει λέοντα, καὶ καθεζόμενος ἀφ’ ὑψηλοῦ βάλλει
3. τὸν ταπεινόν. οὔκουν γυμνὸς, οὐδ’ ἄοπλος, οὐδ’ εὔτρωτος,
4. οὐδ’ ἀνυπόδετος ἄνθρωπος, ἀλλ’ ἔστι μὲν αὐτοῦ θώραξ σιδηροῦς,
5. ὁπότε βούλοιτο, πάντων δερμάτων δυστρωτότερον
6. ὄργανον, ἔστι δ’ ὑποδημάτων παντοίων εἶδος, ἔστι δ’
7. ὅπλων, ἔστι δὲ καὶ σκεπασμάτων. οὐ γὰρ θώραξ μόνον,
8. ἀλλὰ καὶ οἰκία, καὶ τεῖχος, καὶ πύργος ἀνθρώπου σκεπάσματα.
9. ξύμφυτον δ’ εἴπερ ἦν αὐτῷ κέρας ἐπὶ ταῖν χεροῖν,
10. ἤ τι τοιοῦτον ἕτερον ἀμυντήριον ὅπλον, οὐδὲν ἂν εἶχεν
11. ὅ τι χρήσαιτο ταῖς χερσὶν, οὔτε εἰς οἰκίας ἢ τείχους κατασκευὴν,
12. οὔτε εἰς δόρατος ἢ θώρακος ἢ ἄλλου τινὸς παραπλησίου.
13. ταύταις ταῖς χερσὶν ἄνθρωπος καὶ ἱμάτιον ὑφῄνατο, καὶ δίκτυον
14. ἐπλέξατο, καὶ πόρκον, καὶ γρίφον, καὶ νεφέλην, ὥστ’
15. οὐ μόνον τῶν ἐν γῇ ζώων, ἀλλὰ καὶ τῶν ἐν θαλάττῃ τε καὶ
16. ἀέρι κρατεῖ. τοιοῦτον μὲν αὐτῷ πρὸς ἀλκὴν ὅπλον ἡ χείρ.
17. εἰρηνικὸν δ’ ὅμως καὶ πολεμικὸν ὁ ἄνθρωπος χερσὶ καὶ
1. νόμους ἐγράψατο, καὶ βωμοὺς καὶ ἀγάλματα θεοῖς ἱδρύσατο,
2. καὶ ναῦν κατεσκευάσατο, καὶ αὐλὸν, καὶ λύραν, καὶ
3. σμίλην, καὶ πυράγραν, καὶ τἄλλα πάντα τῶν τεχνῶν ὄργανα,
4. καὶ ὑπομνήματα δ’ αὐτῶν τῆς θεωρίας ἐν γράμμασιν
5. ὑπελίπετο. καί σοι διά τε γράμματα καὶ χεῖρας ἔτι
6. καὶ νῦν ὑπάρχει ὁμιλεῖν Πλάτωνί τε καὶ Ἀριστοτέλει, καὶ
7. Ἱπποκράτει, καὶ τοῖς ἄλλοις παλαιοῖς.
⟨
(De usu part.) [n° 017 Fichtner] [GalLat]
De usu partium
Περὶ χρείας τῶν ἐν ἀνθρώπου σώματι μορίων
Utilité des parties du corps
The Function of the Parts of the Body (UP)
Helmreich, 1907; Helmreich, 1909.
De usu partium corporis humani, 1822, vol. 3-4, p. 1-939;1-366. urn:cts:greekLit:tlg0057.tlg017.verbatim-lat1
Nöldeke, 1805 (deu); Daremberg, 1854/1856 (fra); Tallmadge-May, 1968 (eng); Garofalo, Vegetti, 1978 (ita); López Salvá, 2010 (spa).
De usu partium corporis humani, 1.2, ed. Kühn, 1822, vol. 3, p. 2-5. urn:cts:greekLit:tlg0057.tlg017.1st1K-grc1:1.2
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩