Galenus. De usu partium (De usu part.) [n° 017 Fichtner] [GalLat]

Περὶ χρείας τῶν ἐν ἀνθρώπου σώματι μορίων
Utilité des parties du corps
The Function of the Parts of the Body (UP)
Helmreich, 1907; Helmreich, 1909.
De usu partium corporis humani, 1822, vol. 3-4, p. 1-939;1-366. urn:cts:greekLit:tlg0057.tlg017.verbatim-lat1
Nöldeke, 1805 (deu); Daremberg, 1854/1856 (fra); Tallmadge-May, 1968 (eng); Garofalo, Vegetti, 1978 (ita); López Salvá, 2010 (spa).

De usu partium corporis humani, 1.21, ed. Kühn, 1822, vol. 3, p. 74-79. urn:cts:greekLit:tlg0057.tlg017.1st1K-grc1:1.21

6. Νυνὶ δὲ, ἅπερ ἤδη τινὲς τῶν ἀσπαζομένων
7. τοὺς Ἐπικούρου τε τοῦ φιλοσόφου καὶ Ἀσκληπιάδου τοῦ
8. ἰατροῦ λόγους ἀμφισβητοῦντες ὑπὲρ τῶν τοιούτων λέγουσιν,
9. ἄξιον μὴ παρελθεῖν, ἀλλ’ αὐτούς τε διελθεῖν ἀκριβῶς τοὺς
10. λόγους, ὅπη τε σφάλλονται δεῖξαι. δοκεῖ δὴ τούτοις τοῖς
11. ἀνδράσιν, οὔθ’, ὅτι παχεῖς οἱ τένοντες ἐγένοντο, διὰ τοῦτο
12. καὶ τὰς ἐνεργείας εἶναι αὐτῶν σφοδρὰς, οὔθ’, ὅτι λεπτοὶ,
13. διὰ τοῦτο ἀσθενεῖς, ἀλλὰ ταύτας μὲν ὑπὸ τῶν κατὰ τὸν
14. βίον χρειῶν ἀναγκάζεσθαι τοίας ἢ τοίας γίγνεσθαι, τοὺς
15. δ’ ὄγκους τῶν τενόντων τῷ ποσῷ τῆς κινήσεως ἕπεσθαι,
16. τῶν μὲν γυμναζομένων, ὡς τὸ εἰκὸς, εὐεκτούντων τε καὶ
17. παχυνομένων, τῶν δ’ ἀργούντων ἀτροφούντων τε καὶ κατισχνουμένων.
18. οὔκουν, ὅτι βέλτιον ἦν, τῶν μὲν σφοδρῶν
1. ἐνεργειῶν ἰσχυροὺς καὶ παχεῖς εἶναι τοὺς τένοντας, τῶν δ’
2. ἀσθενεστέρων ἰσχνοὺς καὶ ἀῤῥώστους, οὕτω διαπλασθῆναί
3. φασι πρὸς τῆς φύσεως, (οὐ γὰρ ἂν καὶ πιθήκοις γενέσθαι
4. τοιούτους δακτύλους,) ἀλλ’, ὡς εἴρηται πρόσθεν, ἐξ ἀνάγκης
5. ἀκολουθῆσαι τοῖς μὲν γυμναζομένοις τὴν παχύτητα, διότι
6. τρέφονται καλῶς τοῖς δ’ ἀργοῦσι τὴν ἰσχνότητα, χεῖρον
7. καὶ τούτοις τρεφομένοις. ἀλλ’, ὦ θαυμάσιοι, φήσομεν, χρῆν
8. ὑμᾶς πρῶτον μὲν, ὡς ὄγκους τῶν τενόντων οὐ μᾶλλον
9. τεχνικῶς ἢ ἀτέχνως ἐδείξατε γεγονέναι, τὸν αὐτὸν τρόπον
10. εἰπεῖν τι καὶ περὶ τοῦ πλήθους αὐτῶν, καὶ τῆς θέσεως,
11. καὶ τῆς καταφύσεως, ἔπειτα δὲ καὶ τῆς περὶ τῆς ἡλικίας
12. διαφορᾶς ἐπισκέψασθαί τι, καὶ πρὸς τούτοις ἔτι μὴ θρασύνεσθαι
13. περὶ πιθήκων ἀποφαινομένους, ἅπερ οὐκ ἴστε. τένοντας
14. μὲν γὰρ οὐ μεγάλους μόνον, ἀλλὰ καὶ διττοὺς
15. ἑκάστῃ τῶν σφοδρῶν ἐνεργειῶν ἡγουμένους εὑρήσετε. κατὰ
16. δ’ αὖ τὰς ἡλικίας εὑρήσομεν οὐδεμίαν αὐτῶν ἐν τῷ πλήθει
17. διαφορὰν, ἀλλὰ καὶ τοῖς βρέφεσι, καὶ τοῖς τελείοις,
18. καὶ τοῖς ἔτι κυουμένοις, καὶ τοῖς μηδεμίαν ἐνεργοῦσι μηδέπω 
1. δι’ αὐτῶν ἐνέργειαν, ὁμοίως ἤδη καὶ τούτοις διττοὺς μὲν
2. τοὺς διττοὺς, μεγάλους δὲ τοὺς μεγάλους. εἰ μή τι τοῖς
3. οὕτω μὲν γυμναζομένοις διπλάσια τὸν ἀριθμὸν ἡγεῖσθε
4. γίνεσθαι τὰ μόρια, τοῖς δ’ ἀργοῦσιν ἀπόλλυσθαι τὰ ἡμίσεα.
5. εἰ γὰρ τοῦτο, τέτταρας μὲν ἴσως ἕξουσιν οἱ διαπονοῦντες
6. πόδας καὶ τέτταρας χεῖρας, οἱ δ’ ἐφ’ ἡσυχίᾳ βιοῦντες
7. ἓν μὲν τὸ σκέλος, μίαν δὲ καὶ τὴν χεῖρα. ἢ ταῦτα
8. πάντα λῆρος μακρὸς οὐχ εὑρεῖν τἀληθὲς ἐφιεμένων ἀνθρώπων,
9. ἀλλ’ εἰ καὶ καλῶς εὕρηταί τι, καὶ τοῦτο ἐγκαλύψαι τε
10. καὶ κατακρύψαι σπευδόντων; τί γὰρ ὅτι, τριάκοντα τῶν
11. κατὰ τοὺς ἐν ἀμφοτέραις ταῖς χερσὶ δακτύλους ἄρθρων
12. ὑπαρχόντων, ἑκάστου δ’ αὐτῶν κατὰ τοὺς τέτταρας τόπους
13. ἐμφύσεις καὶ παραφύσεις τενόντων ἔχοντος, ὡς καὶ πρόσθεν
14. εἴρηται, μόνῳ πάντων ἄρθρων τῷ τοῦ μεγάλου κατὰ μὲν
15. τὰ πλάγια κᾀκ τῶν ἐκτὸς αἱ καταφύσεις εἰσὶ τῶν τενόντων,
16. ἐντὸς δ’ οὐδεμία; καίτοι γε, εἰ λογίσαιο τὸν ἀριθμὸν
17. ἅπαντα τῶν εἰς τοὺς δακτύλους ἐμφύσεων, εἴκοσιν αὐτὰς
18. ἐπὶ ταῖς ἑκατὸν εὑρήσεις· οὕτω γὰρ συμβαίνει, τριάκοντα
1. μὲν ἄρθρων ὄντων, τεττάρων δὲ καθ’ ἕκαστον ἐμφύσεων·
2. ἀλλὰ τῆς μιᾶς ἀπολλυμένης καθ’ ἑκάτερον τῶν μεγάλων
3. δακτύλων, αἱ λοιπαὶ ὀκτωκαίδεκα καὶ ἑκατόν εἰσιν. εἶτ’,
4. ὦ πρὸς θεῶν, οὐδὲν ἔχοντες ἐν τοσαύταις καταφύσεσι μέμψασθαι,
5. οὔτ’ οὖν τὸν ὄγκον τῶν τενόντων, οὔτε τὸν τόπον,
6. οὔτε τὸν τρόπον τῆς ἐμφύσεως, ἀλλ’ ἐν ἁπάσαις αὐταῖς
7. θαυμαστὴν ἀναλογίαν ὁρῶντες, μιᾶς μόνης ἀπολλυμένης
8. κατὰ τὸν αὐτὸν τρόπον ἐν ἀμφοτέροις τοῖς μεγάλοις
9. δακτύλοις, καὶ ταύτης οὐκ ἀλόγως, ἀλλ’ ὅτι μηδὲν αὐτῆς
10. ἐχρῄζομεν, εἰκῆ φατε καὶ χωρὶς τέχνης ἅπαντα τὰ τοιαῦτα
11. γεγονέναι; καὶ μήν εἴπερ ἐκάμπτομεν ὁμοίως τοῖς ἄλλοις
12. καὶ τοῦτο τὸ ἄρθρον, οἶδ’ ὅτι πικρῶς ἂν τότε καὶ σφοδρῶς
13. ἐξηλέγχετε τὴν ματαιοπονίαν τῆς φύσεως, ὡς ἂν καὶ
14. κίνησιν ἄχρηστον καὶ τένοντα περιττὸν ἐργασαμένης. ἐπεὶ
15. δ’ ὀκτωκαίδεκα μὲν καὶ ἑκατὸν χώρας δεομένας τενόντων
16. ἐμφύσεων ἐκόσμησε παντοίως, μίαν δὲ καθ’ ἑκάτερον δάκτυλον
17. οὐδὲν δεομένην παρέλιπεν, οὐκ ἄρα θαυμάσετε; καὶ
18. μὴν πολλῷ γε ἦν ἄμεινον, ἑτοιμοτέρους εἰς ἔπαινον εἶναι
1. τῶν κατωρθωμένων, ἢ ψόγον τῶν διημαρτημένων, εἰ μή
2. τι χρείαν τινὰ μεγάλην τῆς κατὰ τὸ πρῶτον ἄρθρον ἐπιπολῆς
3. κάμψεως τοῦ μεγάλου δακτύλου λέγειν ἡμῖν ἔχετε.
4. μόνως γὰρ ἂν οὕτως ἐξελέγχοιτε τὴν φύσιν ὡς ἄτεχνον,
5. εἰ χρηστὴν κίνησιν φαίνοιτε παραλελοιπυῖαν· ἀλλ’ οὐκ ἔχετε.
6. καμπτομένων γὰρ εἰς ἔσχατον τῶν τεττάρων δακτύλων, ὡς
7. καὶ πρόσθεν ἐῤῥέθη, διττῆς ἐν ταῖς τοιαύταις ἁπάσαις
8. ἐνεργείαις χρῄζομεν κινήσεως τοῦ μεγάλου δακτύλου, τῆς
9. μὲν ἑτέρας, ὅταν οἷον ἐπίθημα γίγνηται τῆς κατὰ τὸν
10. λιχανὸν εὐρυχωρίας, τῆς δ’ ἑτέρας, ὅταν ἄνωθεν αὐτοῖς
11. ἐπιβῇ σφίγγων τε καὶ πιέζων ἔσω. ἀλλὰ καὶ τῆς μὲν προτέρας
12. ὁ ἕτερος τῶν τὴν λοξὴν κίνησιν αὐτοῦ δημιουργούντων
13. τενόντων ἐπιτροπεύει, τῆς δευτέρας δὲ ὁ κάμπτειν δυνάμενος
14. τὸ δεύτερον ἄρθρον, ὃν ἀπὸ μὲν τῆς κοινῆς κεφαλῆς
15. τῶν καμπτόντων τοὺς δακτύλους τενόντων
16. ἐλέγομεν ἄρχεσθαι, καταφύεσθαι δ’ εἰς τὰ ἐντὸς τοῦ δευτέρου
17. τῶν κατὰ τὸν μέγαν δάκτυλον ὀστῶν. ἀλλὰ περὶ
18. μὲν τῆς κατὰ τοῦτον τὸν τένοντα δημιουργίας, ὥσπερ οὖν
1. καὶ περὶ τῆς κατὰ τοὺς ἄλλους ἅπαντας, τὰ μέν που προείρηται,
2. τὰ δὲ καὶ ὁ ἐφεξῆς διδάξει λόγος.

Cliquer un n° de page pour en afficher l’image