3. Τὸ δὲ νυνὶ τῶν ἔργων ἀναμνησθῶμεν
4. τοῦ μεγάλου δακτύλου τῶν πρόσθεν εἰρημένων, ἐν οἷς
5. ἀπεδείκνυτο τοῖς ἀντιτεταγμένοις τέτρασιν ὁμοῦ πᾶσιν ἰσόῤῥοπον
6. τὴν χρείαν παρεχόμενος. ταῦτά μοι δοκοῦσι κατανοήσαντες
7. οἱ ἄνθρωποι καλεῖν ἀντίχειρα τὸν δάκτυλον
8. τοῦτον, ὡς ἀντὶ τῆς ὅλης χειρὸς αὐτοῖς ὄντα. ὁμοίως γὰρ
9. αὑτοῖς ὁρῶσιν ἀπολλυμένας τὰς ἐνεργείας, ἄν θ’ οἱ τέτταρες
10. ἀποτμηθῶσιν, ἄν θ’ οὗτος μόνος. οὕτω δὲ καὶ τὸ
11. ἥμισυ μέρος εἰ διαφθαρείη τοῦ μεγάλου δακτύλου καθ’
12. ὁντιναοῦν τρόπον, τὴν ἴσην ἐν τοῖς ἔργοις ἀχρηστίαν τε καὶ
13. ἀσχημοσύνην ἡ χεὶρ ἕξει τῇ τῶν ἄλλων ἁπάντων ὁμοίᾳ
14. βλάβῃ. ἆρ’ οὖν, ὦ γενναῖοι σοφισταὶ καὶ δεινοὶ κατήγοροι
15. τῆς φύσεως, ἐθεάσασθέ ποτε ἐπὶ πιθήκου τοῦτον τὸν
16. δάκτυλον, ὃν ἀντίχειρα μὲν οἱ πολλοὶ τῶν ἀνθρώπων, Ἱπποκράτης
17. δὲ μέγαν ὀνομάζει, ἢ μὴ τεθεαμένοι τολμᾶτε λέγειν,
18. ὡς πάντα τοῖς ἀνθρώποις ἔοικε; καὶ μὴν, εἴπερ ἐθεάσασθε,
1. βραχὺς ὑμῖν ἐφάνη καὶ λεπτὸς δήπου καὶ κολοβὸς καὶ
2. πάντη γελοῖος, ὥσπερ καὶ τὸ ὅλον ζῶον ὁ πίθηκος.
3. καλός τοι πίθηκος παρὰ παισὶν αἰεὶ, φησί τις τῶν παλαιῶν,
4. ἀναμιμνήσκων ἡμᾶς, ὡς ἔστιν ἄθυρμα γελοῖον παιζόντων
5. παίδων τοῦτο τὸ ζῶον. ἁπάσας μὲν γὰρ τὰς ἀνθρωπείους
6. πράξεις ἐπιχειρεῖ μιμεῖσθαι, σφάλλεται δ’ ἐν
7. αὐταῖς ἐπὶ τὸ γελοῖον. ἢ οὐκ ἐθεάσω πίθηκον αὐλεῖν ἐπιχειροῦντα
8. καὶ ὀρχεῖσθαι, καὶ γράφειν, καὶ τῶν ἄλλων ἕκαστον
9. ὧν ἄνθρωπος ὀρθῶς διαπράττεται; τί ποτ’ οὖν ἔδοξέ
10. σοι; πότερον ὡσαύτως ἡμῖν, ἢ γελοίως ἅπαντα μεταχειρίζεσθαι;
11. τάχ’ ἂν τοῦτό περ αἰδεσθείης ἑτέρως ἔχειν εἰπεῖν.
12. καὶ μὴν, ὦ σοφώτατε κατήγορε, λέξειεν ἂν ἡ φύσις πρός
13. σε, γελοίῳ τὴν ψυχὴν ζώῳ γελοίαν ἐχρῆν δοθῆναι σώματος
14. κατασκευήν. ὅπως μὲν οὖν αὐτῷ τὸ σύμπαν σῶμα
15. μίμημα γελοῖόν ἐστιν ἀνθρώπου, προϊὼν ὁ λόγος ἐπιδείξει·
16. ὅπως δ’ αἱ χεῖρες, ἤδη σκόπει, τοσοῦτόν μοι πρότερον ἐννοήσας,
17. ὡς, εἴ τις γραφικὸς ἢ πλαστικὸς ἀνὴρ ἀνθρώπου
1. χεῖρας μιμούμενος ἁμαρτάνειν ἔμελλεν ἐπὶ τὸ γελοῖον, οὐκ
2. ἂν ἄλλως ἥμαρτεν, ἢ ὡς τοῖς πιθήκοις ἔχει. μάλιστα γὰρ
3. δὴ καὶ ταῦτα γελῶμεν τῶν μιμημάτων, ὅσα, τὴν ἐν τοῖς
4. πλείστοις μορίοις ὁμοιότητα διαφυλάττοντα, τὴν ἐν τοῖς
5. κυριωτάτοις παμπόλλου σφάλλεται. τί γοῦν τῶν τεττάρων
6. δακτύλων ὄφελός ἐστι καλῶς ἐχόντων, ἐὰν ὁ μέγας οὕτως
7. ᾖ κακῶς διακείμενος, ὡς μηδὲ τοὔνομα δύνασθαι δέξασθαι
8. τὸ τοῦ μεγάλου; καὶ μὴν τοιοῦτός ἐστι καὶ τῷ πιθήκῳ
9. πρὸς τῷ καὶ πάντη γελοῖος ὑπάρχειν, καὶ μικρὸν τοῦ λιχανοῦ
10. διεστηκέναι. ὥστε κᾀν τούτῳ δικαία ἡ φύσις, ὡς
11. πολλάκις αὐτὴν Ἱπποκράτης εἴωθεν ὀνομάζειν, γελοίᾳ ψυχῇ
12. ζώου γελοῖον σῶμα περιθεῖσα. καὶ καλῶς μὲν Ἀριστοτέλης
13. ἅπαντα τὰ ζῶα κεκοσμῆσθαί φησι τὸν ἐνδεχόμενον
14. κόσμον, καὶ πειρᾶταί γε δεικνύναι τὴν καθ’ ἕκαστον τέχνην·
15. οὐ καλῶς δ’, ὅσοι μήτε τοῦ τῶν ἄλλων ζώων αἰσθάνονται
16. κόσμου, μήτε τοῦ μάλιστα πάντων κεκοσμημένου, ἀλλ’
17. ἀγωνίζονται μέγαν ἀγῶνα καὶ δεδίασι, μή πως δειχθῶσιν
18. ἢ ψυχὴν ἔχοντες σοφωτέραν τῶν ἀλόγων ζώων. ἢ
1. κατασκευὴν σώματος πρέπουσαν ζώῳ σοφῷ. τούτους μὲν
2. ἤδη καταλίπωμεν.
⟨
(De usu part.) [n° 017 Fichtner] [GalLat]
De usu partium
Περὶ χρείας τῶν ἐν ἀνθρώπου σώματι μορίων
Utilité des parties du corps
The Function of the Parts of the Body (UP)
Helmreich, 1907; Helmreich, 1909.
De usu partium corporis humani, 1822, vol. 3-4, p. 1-939;1-366. urn:cts:greekLit:tlg0057.tlg017.verbatim-lat1
Nöldeke, 1805 (deu); Daremberg, 1854/1856 (fra); Tallmadge-May, 1968 (eng); Garofalo, Vegetti, 1978 (ita); López Salvá, 2010 (spa).
De usu partium corporis humani, 1.22, ed. Kühn, 1822, vol. 3, p. 79-82. urn:cts:greekLit:tlg0057.tlg017.1st1K-grc1:1.22
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩