3. Ὅ δ’ ἐπίλοιπόν ἐστιν εἰς τὸ πληρωθῆναι
4. τὸν πρῶτον ἡμῖν λόγον εἰπὼν, καὶ δὴ πεπαύσομαι, τῆς
5. χρείας τοῦ τε ἀριθμοῦ τῶν δακτύλων καὶ τῆς ἀνισότητος.
6. χαλεπὸν δ’ οὐδὲν εὑρεῖν, ἐξ ὧν νῦν ἀπολαύομεν αὐτῆς
7. τεκμαιρομένους, ὡς οἱ μὲν ἐλάττους ἐνδεέστερον ἂν τὰ
8. πολλὰ τῶν ἔργων διεπράττοντο, πλεόνων δ’ εἰς οὐδὲν
9. ἂν ἐδεήθημεν. ὅτι μὲν οὖν, ἐλάττους εἴπερ ἐγένοντο,
10. πολλὰς ἂν τῶν ἐνεργειῶν ἐλυμῄναντο, μαθήσῃ ῥᾳδίως
11. ἕκαστον αὐτῶν ἐπιὼν τῷ λόγῳ. τὸν μὲν δὴ μέγαν
12. ἀπολέσαντες ἅπαντας ἂν ἀπολωλέκειμεν δυνάμει, χωρὶς γὰρ
13. ἐκείνου τῶν ἄλλων οὐδεὶς οὐδὲν ἐργάσασθαι καλῶς δύναται.
14. τῶν λοιπῶν δὲ ὁ μὲν λιχανός τε καὶ ὁ μέσος, ὡς τῇ τάξει
15. δεύτεροι μετὰ τὸν μέγαν, οὕτω καὶ τῇ χρείᾳ τυγχάνουσιν
16. ὄντες. ἥ τε γὰρ τῶν μικρῶν ἁπάντων ἀντίληψις καὶ πάντα
17. σχεδὸν τὰ κατὰ τὰς τέχνας ἔργα, κᾂν εἴ τι βίαιον δέοι
18. καταπράξασθαι, πάντα τούτων φαίνεται δεόμενα. ὁ δὲ
1. μετὰ τὸν μέσον τε καὶ ὁ σμικρὸς ἐλάττονα μὲν ἔχουσι τῶν
2. ἄλλων τὴν ὠφέλειαν, φαίνεται δ’ αὐτῶν ἡ χρεία σαφῶς ἐν
3. οἷς κατὰ κύκλον δεόμεθα περιλαμβάνειν τὸ ληπτόν. εἰ μὲν
4. γὰρ ὑγρὸν ἢ μικρὸν εἴη, κεκάμφθαι χρὴ τοὺς δακτύλους,
5. ἀμφ’ αὐτὸ σφίγγοντας πανταχόθεν, κᾀν τούτῳ χρησιμώτατος
6. μὲν ὁ μέγας, οἷον ἐπίθημά τι τῶν ἄλλων γιγνόμενος, δευτέραν
7. δ’ ἔχει δύναμιν ὁ δεύτερος· εἰ δὲ σκληρὸν καὶ μέγα
8. τὸ λαμβανόμενον εἴη, διεστῶτας ἀπ’ ἀλλήλων ὅτι πλεῖστον
9. τοὺς δακτύλους οὕτως αὐτὸ χρὴ περιλαμβάνειν· ἐν τούτῳ
10. δ’ οἱ πλείους ἄμεινον περιλήψονται, πλέοσιν αὐτῶν ὁμιλοῦντες
11. μορίοις. ἐλέχθη δ’, οἶμαι, καὶ πρόσθεν, ὡς ἐν ταῖς
12. τοιαύταις ἐνεργείαις αἱ πλαγίαι τῶν δακτύλων κινήσεις πολὺ
13. δύνανται, τοῦ μεγάλου μὲν εἴσω, τῶν δ’ ἄλλων ἁπάντων
14. ἔξω περιαγομένων· οὕτω γὰρ συμβαίνει κατὰ κύκλον ἁπανταχόθεν
15. περιλαμβάνεσθαι τὸν ὄγκον, καὶ εἴπερ κατὰ κύκλον,
16. δῆλον ὡς οἱ πλείους περιττοί· ἀρκοῦσι γὰρ εἰς τοῦτο
17. καὶ οἱ πέντε. περίεργον δ’ οὐδὲν ἡ φύσις ἐργάζεται· μέλει
18. γὰρ ἴσον αὐτῇ περὶ τοῦ μήτ’ ἐνδεῶς μηδὲν μήτε περιττῶς
1. δημιουργεῖν. τὸ μὲν γὰρ ἐνδεὲς τῆς κατασκευῆς ἐνδεὲς καὶ
2. τοὖργον ἀποφαίνει, τὸ δὲ περιττὸν ἐμποδὼν ἔσται τοῖς
3. αὐτάρκως ἐνεργοῦσιν, ἄχθος ἀλλότριον προσκείμενον, ὥστε
4. ταύτῃ λυμαίνεται. καὶ ὅτῳ παρὰ φύσιν ἕκτος δάκτυλος ἔφυ,
5. μαρτυρεῖ τῷ λόγῳ.
⟨
(De usu part.) [n° 017 Fichtner] [GalLat]
De usu partium
Περὶ χρείας τῶν ἐν ἀνθρώπου σώματι μορίων
Utilité des parties du corps
The Function of the Parts of the Body (UP)
Helmreich, 1907; Helmreich, 1909.
De usu partium corporis humani, 1822, vol. 3-4, p. 1-939;1-366. urn:cts:greekLit:tlg0057.tlg017.verbatim-lat1
Nöldeke, 1805 (deu); Daremberg, 1854/1856 (fra); Tallmadge-May, 1968 (eng); Garofalo, Vegetti, 1978 (ita); López Salvá, 2010 (spa).
De usu partium corporis humani, 1.23, ed. Kühn, 1822, vol. 3, p. 82-84. urn:cts:greekLit:tlg0057.tlg017.1st1K-grc1:1.23
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩