6. Διὰ τί δὲ ἄνισοι πάντες ἐγένοντο καὶ
7. μακρότατος ὁ μέσος; ἢ ὅτι τὰς κορυφὰς αὐτῶν ἐπὶ ἴσον
8. ἐξικνεῖσθαι βέλτιον ἦν ἐν τῷ περιλαμβάνειν ὄγκους τινὰς
9. μεγάλους ἐν κύκλῳ καὶ τῷ κατέχειν ἐπιχειρεῖν, ὅ ἐστιν οὖν
10. ὑγρὸν ἢ σμικρὸν, ἐν ἑαυτοῖς; ἐν μὲν γὰρ τοῖς μείζοσιν
11. ὄγκοις πρός τε τὸ κατασχεῖν ἰσχυρῶς καὶ τὸ βάλλειν ἰσχυρῶς
12. ἡ πανταχόθεν ἰσόῤῥοπος λαβὴ μεγάλα συντελεῖ. φαίνονται
13. δ’ εἰς μίαν ἀνήκοντες κύκλου περιφέρειαν οἱ πέντε
14. δάκτυλοι κατὰ τὰς τοιαύτας ἐνεργείας, μάλισθ’ ὅταν ἀκριβῶς
15. σφαιροειδὲς σῶμα περιλαμβάνωσι. ἐν τούτοις γὰρ
16. δὴ καὶ σαφέστατα γνοίη τις ἂν, ὅπερ ἐπὶ τῶν ἄλλων σωμάτων
17. γίγνεται μὲν, οὐ φαίνεται δ’ ὁμοίως ἐναργῶς, ὅτι
1. πανταχόθεν ἰσοῤῥόπως αἱ κορυφαὶ τῶν δακτύλων ἀντιτεταγμέναι
2. τήν τε λαβὴν αὐτῶν ἀσφαλεστέραν καὶ τὴν βολὴν
3. ἰσχυροτέραν ἀπεργάζονται, καθάπερ, οἶμαι, κᾀν ταῖς τριήρεσι
4. τὰ πέρατα τῶν κωπῶν εἰς ἴσον ἐξικνεῖται, καίτοι γ’
5. οὐκ ἴσων ἁπασῶν οὐσῶν· καὶ γὰρ οὖν κᾀκεῖ τὰς μέσας μεγίστας
6. ἀπεργάζονται διὰ τὴν αὐτὴν αἰτίαν. ὅτι δὲ κᾀν τῷ
7. συγκλείειν ἐπιχειρεῖν τὰς χεῖρας, ἐπειδὰν ἤτοι σμικρὸν σῶμα
8. κατέχειν ἀκριβῶς ἢ ὑγρὸν ἐθελήσωμεν, ἡ τῶν δακτύλων
9. ἀνισότης ἐναργῆ τὴν χρείαν παρέχεται, διά τε τῶν ἔμπροσθεν
10. δεδεῖχθαι νομίζω λόγων, ἡνίκα τὸν μέγαν ἐπιβαίνοντα
11. τῷ λιχανῷ καθάπερ ἐπίθημά τι γίγνεσθαι τῆς
12. ἄνωθεν εὐρυχωρίας ἀπέφαινον, ἐν δὲ τῷ παρόντι βραχὺ
13. προσθεὶς ἔτι τὸ πᾶν ἀποδείξειν ἐλπίζω. ἐπεὶ γὰρ κατὰ
14. τὰς τοιαύτας ἐνεργείας, ἐὰν ἤτοι τὸν κάτωθεν δάκτυλον τὸν
15. μικρὸν ἐπινοήσῃς μακρότερον γεγενημένον, ἤ τινα τῶν μέσων
16. βραχύτερον, ἢ τὸν ἀντιτεταγμένον αὐτοῖς τὸν μέγαν
17. ἑτέραν θέσιν ἢ μέγεθος ἔχοντα, γνώσῃ σαφῶς, εἰς ὅσον ἥ τε
1. νῦν ὑπάρχουσα κατασκευὴ βελτίστη, βλάβη τε ἀκολουθήσει
2. μεγίστη ταῖς ἐνεργείαις, εἴ τι καὶ σμικρὸν ὅλως τῶν ὑπαρχόντων
3. αὐτοῖς μετακινηθείη. τά τε γὰρ μεγάλα σώματα καὶ
4. μικρὰ, κᾂν εἴ τι κατέχειν ὑγρὸν ἐπιχειρήσωμεν, οὐκ ὀρθῶς
5. μεταχειριοῦμεν, τοῦ μεγέθους ἑνὸς οὑτινοσοῦν τῶν δακτύλων
6. ὑπαλλαγέντος. ᾧ δῆλον, εἰς ὅσον ἀκριβείας ἡ νῦν αὐτῶν
7. ἥκει κατασκευή.
⟨
(De usu part.) [n° 017 Fichtner] [GalLat]
De usu partium
Περὶ χρείας τῶν ἐν ἀνθρώπου σώματι μορίων
Utilité des parties du corps
The Function of the Parts of the Body (UP)
Helmreich, 1907; Helmreich, 1909.
De usu partium corporis humani, 1822, vol. 3-4, p. 1-939;1-366. urn:cts:greekLit:tlg0057.tlg017.verbatim-lat1
Nöldeke, 1805 (deu); Daremberg, 1854/1856 (fra); Tallmadge-May, 1968 (eng); Garofalo, Vegetti, 1978 (ita); López Salvá, 2010 (spa).
De usu partium corporis humani, 1.24, ed. Kühn, 1822, vol. 3, p. 84-86. urn:cts:greekLit:tlg0057.tlg017.1st1K-grc1:1.24
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩