4. Φέρε οὖν τοῦτο πρῶτον αὐτοῦ βασανίσωμεν
5. τὸ μόριον, οὐκ εἰ χρήσιμον ἁπλῶς, οὐδ’ εἰ σοφῷ ζώῳ πρέπον,
6. ἐπισκοποῦντες, ἀλλ’ εἰ παντοίως οὕτως ἔχει κατασκευῆς,
7. ὡς οὐκ ἂν, εἴπερ ἑτέρως ἐγεγόνει, διέκειτ’ ἂν ἄμεινον. ἓν
8. μὲν δὴ καὶ πρῶτον κεφάλαιον ἀρίστης κατασκευῆς ὀργάνου
9. ἀντιληπτικοῦ, εἰ πάντων μὲν σχημάτων, πάντων δὲ μεγεθῶν,
10. ὅσα κινεῖν ἄνθρωπος πέφυκεν, ἑτοίμως ἀντιλαμβάνοιτο.
11. πότερον οὖν ἦν αὐτῷ ἄμεινον πρὸς ταῦτα σχισθῆναι
12. πολυειδῶς, ἢ παντάπασιν ἀσχίστῳ γενέσθαι; ἢ τοῦτο
13. μὲν οὐδὲ λόγου δεῖται πλείονος, ὡς ἄσχιστος μὲν μείνασα,
14. τηλικούτου μεγέθους ἔψαυσεν ἂν ἑκάστου τῶν ὁμιλούντων,
15. ἡλίκη περ ἂν οὖσα ἔτυχεν· εἰς πολλὰ δὲ σχισθεῖσα, καὶ
16. τοὺς πολὺ μείζονας ἑαυτῆς ὄγκους ῥᾳδίως ἔμελλε περιλήψεσθαι
17. καὶ θηράσειν ἀκριβῶς τὰ σμικρότατα; τοῖς μὲν γὰρ
1. ἐπεκτείνεται, τῇ διαστάσει τῶν δακτύλων αὐτὰ περιλαμβάνουσα,
2. τὰ σμικρότατα δ’ οὐχ ὅλη πειρᾶται λαμβάνειν, διαδιδράσκει
3. γὰρ οὕτως, ἀλλ’ ἀρκεῖ πρὸς ταῦτα αὐτῇ δυοῖν
4. δακτύλων χρῆσθαι τοῖς ἄκροις. οὕτω μὲν δὴ πρός τε τὴν
5. τῶν μειζόνων καὶ τῶν ἐλαττόνων ἑαυτῆς ἀσφαλῆ λαβὴν ἡ
6. χεὶρ ἄριστα διάκειται. πρὸς δ’ αὖ τὸ πολυειδῆ σχήματα περιλαμβάνειν
7. δύνασθαι κάλλιστον ἦν ἂν ἐσχίσθαι πολυειδῶς
8. ὡς νῦν ἔσχισται· καὶ πρὸς ταῦτ’ ἄριστα πάντων ἀντιληπτικῶν
9. ὀργάνων φαίνεται παρεσκευασμένη. καὶ γὰρ περὶ
10. τὸ σφαιροειδὲς σφαιροῦσθαι δύναται κατὰ κύκλον, αὐτὸ
11. πανταχόθεν περιλαμβάνουσα, καὶ τοῖς εὐθέσιν ἢ κοίλοις
12. ἀσφαλῶς περιβαίνει· εἰ δὲ τοῦτο, καὶ πᾶσι σχήμασιν, ἐκ
13. τριῶν γὰρ ἅπαντα γραμμῶν συνίσταται, κυρτῆς, κοίλης,
14. εὐθείας. ἐπεὶ δὲ πολλὰ τῶν σωμάτων μείζονα τὸν ὄγκον
15. εἶχεν ἢ κατὰ μίαν χεῖρα, σύμμαχον ἑκατέρᾳ τὴν ἑτέραν ἡ
16. φύσις ἐποίησεν, ὥστ’ ἀμφοτέρας ἐξ ἐναντίων μερῶν περιλαμβανούσας
17. αὐτὰ μηδὲν ἀπολείπεσθαι μιᾶς μεγίστης.
1. ταύτῃ ἄρα καὶ πρὸς ἀλλήλας νενεύκασιν, ἀλλήλων γὰρ ἕνεκα
2. γεγένηνται, καὶ πάντη πεφύκασιν ἴσαι· καὶ γὰρ τοῦτ’
3. ἔπρεπεν ὀργάνοις τοῖς ὁμοίως ἐνεργήσουσιν. ἐννοήσας οὖν
4. τὸ μέγιστον ὧν ἄνθρωπος δύναται μεταχειρίζεσθαι σωμάτων
5. ἀμφοτέραις ταῖς χερσὶν, οἷον ξύλον ἢ λίθον, αὖθίς
6. μοι νόησον τὸ σμικρότατον, οἷον κέγχρον, ἢ λεπτὴν ἀκριβῶς
7. ἄκανθαν, ἤ τινα τρίχα, κᾄπειθ’, ὅσον ἐστὶν ὄγκων πλῆθος
8. ἐν τῷ μεταξὺ τοῦ μεγίστου καὶ τοῦ σμικροτάτου,
9. τοῦτ’ αὖθις ἅπαν ἐννοήσας, οὕτω καλῶς αὐτὸ μεταχειριζόμενον
10. ἄνθρωπον εὑρήσεις, ὡς εἰ καὶ καθ’ ἕκαστον ἐκείνου
11. μόνου χάριν ἐγεγόνεισαν αἱ χεῖρες. τὰ μὲν γὰρ σμικρότατα
12. τοῖς δύο δακτύλοις ἄκροις λαμβάνει, λιχανῷ τε καὶ
13. μεγάλῳ, τὰ δὲ τούτων βραχὺ μείζω τοῖς αὐτοῖς μὲν, ἀλλ’
14. οὐκ ἄκροις· ὅσα δὲ καὶ τούτων ἔτι μείζω, περὶ ταῦτα τοῖς
15. τρισὶν ἐνεργεῖ δακτύλοις, μεγάλῳ καὶ λιχανῷ καὶ μέσῳ·
16. καὶ εἴ τινα τούτων ἔτι μείζω, τοῖς τέτταρσιν· εἶθ’ ἑξῆς
17. τοῖς πέντε· καὶ μετὰ τοῦτ’ ἤδη πάσῃ τῇ χειρί· κᾄπειτα
1. τὴν ἑτέραν ἐν τοῖς μείζοσι προσάγει, ὧν οὐδὲν ἄν, εἰ μὴ
2. πολυειδῶς εἰς τοὺς δακτύλους ἔσχιστο, δυνατὸν ἦν γενέσθαι.
3. οὐ γὰρ δὴ τό γε σχισθῆναι μὲν ἱκανὸν αὐτὸ καθ’
4. αὑτό. τί γὰρ, εἰ μηδεὶς ἀντετέτακτο τοῖς τέτταρσιν, ὥσπερ
5. νῦν, ἀλλ’ ἑξῆς ἅπαντες ἐπὶ μιᾶς εὐθείας ἐπεφύκεσαν οἱ
6. πέντε; ἆρ’ οὐ πρόδηλον, ὡς ἄχρηστον αὐτῶν ἐγίγνετο τὸ
7. πλῆθος; δεῖται γὰρ τὸ λαμβανόμενον ἀσφαλῶς ἢ πανταχόθεν
8. κατὰ κύκλον, ἢ πάντως γ’ ἐξ ἐναντίων δυοῖν τόπων
9. διαλαμβάνεσθαι. τοῦτ’ οὖν ἀπώλετ’ ἂν, εἴπερ ἐπὶ μιᾶς
10. εὐθείας ἑξῆς ἅπαντες ἐπεφύκεσαν· σώζεται δ’ ἀκριβῶς
11. νῦν, ἑνὸς τοῖς ἄλλοις ἀντιταχθέντος. οὕτω γὰρ ἔχει θέσεώς
12. τε καὶ κινήσεως ὁ εἷς οὗτος, ὥστ’ ἐπιστρεφόμενος
13. βραχείας παντελῶς ἐπιστροφὰς μεθ’ ἑκάστου τῶν τεττάρων
14. ἀντιτεταγμένου ἐνεργεῖν. ἐπεὶ τοίνυν ἄμεινον ἦν οὗτος
15. ἐνεργεῖν τὰς χεῖρας, ὡς νῦν ἐνεργοῦσι, διὰ τοῦτο καὶ τὴν
16. κατασκευὴν αὐτῶν ἐν ἔργοις τοιούτοις πρέπουσαν ἡ φύσις
17. ἐποίησεν.
⟨
(De usu part.) [n° 017 Fichtner] [GalLat]
De usu partium
Περὶ χρείας τῶν ἐν ἀνθρώπου σώματι μορίων
Utilité des parties du corps
The Function of the Parts of the Body (UP)
Helmreich, 1907; Helmreich, 1909.
De usu partium corporis humani, 1822, vol. 3-4, p. 1-939;1-366. urn:cts:greekLit:tlg0057.tlg017.verbatim-lat1
Nöldeke, 1805 (deu); Daremberg, 1854/1856 (fra); Tallmadge-May, 1968 (eng); Garofalo, Vegetti, 1978 (ita); López Salvá, 2010 (spa).
De usu partium corporis humani, 1.5, ed. Kühn, 1822, vol. 3, p. 9-12. urn:cts:greekLit:tlg0057.tlg017.1st1K-grc1:1.5
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩