1. Ἀλλ’ ὄντων καὶ αὐτῶν τῶν λαμβανομένων
2. πολυειδῶν ταῖς συστάσεσι, τὰ μὲν γὰρ μᾶλλον αὐτῶν, τὰ
3. δ’ ἧττον μαλακὰ καὶ σκληρὰ τετύχηκεν ὄντα, πρὸς πάντ’
4. ἐπιτήδειον ἡ φύσις ἐποίησε τὴν κατασκευὴν αὐτῶν. διά
5. τοῦτο οὖν οὔτ’ ἐξ ὄνυχος ἁπλῶς ἡ κορυφὴ τῶν δακτύλων,
6. οὔτ’ ἐκ σαρκὸς μόνης, ἀλλ’ ἐξ ἀμφοῖν ἀρίστην θέσιν λαβόντων
7. συνετέθη. τὸ μὲν γὰρ σάρκινον αὐτῶν ἐν τοῖς πρὸς
8. ἄλληλα νενευκόσι μέρεσιν, ὧν ταῖς κορυφαῖς θηράσειν
9. ἔμελλον, ὁ δ’ ὄνυξ ἔξωθεν ἕδρα τούτοις ὑποβέβληται.
10. τὰ μὲν οὖν μαλακὰ σώματα τοῖς σαρκώδεσι σφῶν
11. αὐτῶν μορίοις μόνοις λαμβάνουσιν· ὅσα δὲ σκληρά, καὶ
12. διὰ τοῦτο τὴν τῆς σαρκὸς φύσιν ὠθεῖ καὶ βιάζεται, ταῦτ’
13. οὐ δύνανται λαβεῖν χωρὶς τῶν ὀνύχων· ἕδρας γὰρ δεῖται
14. τηνικαῦτα ἡ σὰρξ ἀνατρεπομένη. πάλιν δ’ αὐτοῖς τοῖς ὄνυξι
15. μόνοις οὐχ οἷόν τε λαβεῖν οὐδὲν τῶν τοιούτων· σκληροὶ
16. γὰρ ὄντες ἀπὸ τῶν σκληρῶν ἑτοίμως ὀλισθαίνουσι. ταῦτ’
17. ἄρα, τῆς μὲν σαρκοειδοῦς ὲν ταῖς κορυφαῖς τῶν δακτύλων
1. οὐσίας τὸ τῶν ὀνύχων ὀλισθηρὸν ἐπανορθουμένης, τῶν δ’
2. ὀνύχων τὸ τῆς σαρκὸς εὐανάτρεπτον στηριζόντων; ὄργανον
3. ἀντιληπτικὸν ἁπάντων τῶν σμικρῶν ἅμα καὶ σκληρῶν
4. σωμάτων ὁ δάκτυλος ἐγένετο. μάθοις δ’ ἂν ἐναργέστερον,
5. ὃ λέγω, ἐπιστήσας ταῖς ἀμετρίαις τῶν ὀνύχων. ὅσοι μὲν
6. γὰρ ὑπερβαλλόντως μεγάλοι καὶ διὰ τοῦτ’ ἀλλήλοις συμπίπτουσιν,
7. οὔτ’ ἄκανθαν μικρὰν, οὔτε τρίχα λαβεῖν, οὔτ’
8. ἄλλο τι δύνανται τοιούτων· ὅσοι δ’ αὖ διὰ σμικρότητα
9. πρὸς τὰς κορυφὰς τῶν δακτύλων οὐκ ἐξικνοῦνται, τῆς
10. ἕδρας ἀποστεροῦντες τὴν σαρκώδη φύσιν ἀδύνατον ἀντιλαβέσθαι
11. ποιοῦσιν· ὅσοι δ’ ἐξισοῦνται ταῖς κορυφαῖς τῶν
12. δακτύλων, οὗτοι μόνοι τὴν ὠφέλειαν, ἧς ἕνεκα γεγόνασιν,
13. ἄριστα παρέξονται. ταῦτ’ ἄρα καὶ Ἱπποκράτης ἔλεγεν·
14. Ὄνυχας μήθ’ ὑπερέχειν, μήτ’ ἐλλείπειν δακτύλων κορυφῆς·
15. ὧν γὰρ ἕνεκα γεγόνασιν, ὅτε μετρίως ἔχουσι μεγέθους, τηνικαῦτα
16. μάλιστα παρέχονται. πολλὰ μὲν γὰρ καὶ ἄλλα χρηστὰ
17. παρ’ αὐτῶν εἰς τὰς ἐνεργείας ἐστὶν, οἷον κᾂν εἰ ξύσαι
1. τι δέοι, κᾂν εἰ κνῆσαι, κᾂν εἰ ἐκδεῖραι, κᾂν εἰ διασπάσαι.
2. σχεδὸν γὰρ ἐν ἅπαντί τε τῷ βίῳ καὶ κατὰ πάσας τέχνας,
3. καὶ μάλισθ’ ὧν ἀκριβεῖς αἱ χειρουργίαι, τῶν τοιούτων χρῄζομεν·
4. ἀλλ’ ὡς ἀντιληπτικὸν ὄργανον ἡ χεὶρ εἰς τὴν τῶν
5. σμικρῶν ἅμα καὶ σκληρῶν σωμάτων θήραν ὀνύχων ἐδεήθη
6. μάλιστα.
⟨
(De usu part.) [n° 017 Fichtner] [GalLat]
De usu partium
Περὶ χρείας τῶν ἐν ἀνθρώπου σώματι μορίων
Utilité des parties du corps
The Function of the Parts of the Body (UP)
Helmreich, 1907; Helmreich, 1909.
De usu partium corporis humani, 1822, vol. 3-4, p. 1-939;1-366. urn:cts:greekLit:tlg0057.tlg017.verbatim-lat1
Nöldeke, 1805 (deu); Daremberg, 1854/1856 (fra); Tallmadge-May, 1968 (eng); Garofalo, Vegetti, 1978 (ita); López Salvá, 2010 (spa).
De usu partium corporis humani, 1.7, ed. Kühn, 1822, vol. 3, p. 14-16. urn:cts:greekLit:tlg0057.tlg017.1st1K-grc1:1.7
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩