1. Ὅθεν οὖν λέγοντες ἀπελίπομεν, ἀναλάβωμεν
2. αὖθις, ἅπασαν ἐπεξιόντες τὴν τῆς χειρὸς κατασκευήν·
3. ἂν γὰρ ἐν τοῖς περὶ ταύτης λόγοις σαφῆ τὴν ἐνέργειαν
4. ἐχούσης τελέως γυμνασώμεθα, ῥᾷον οὕτω τὴν μέθοδον
5. ἐν τοῖς ἑξῆς λεγομένοις μαθησόμεθα. πάλιν οὖν, ὥσπερ
6. ἀπὸ θεοῦ φωνῆς, τῆς Ἱπποκράτους ἀρξώμεθα λέξεως.
7. ἐν οἷς γὰρ ἐνεδείκνυτο τὴν χρείαν τῶν ὀνύχων, δι’ ὧν,
8. ἡλίκους αὐτοὺς ἔχειν προσῆκεν, ἐδίδασκεν, ἐν τούτοις καὶ
9. τοῦ σχισθῆναι μὲν εἰς δακτύλους τὴν χεῖρα καὶ τοῖς
10. τέτταρσιν ἀντιταχθῆναι τὸν μέγαν ὁμοίως ἐνδείκνυται
11. γράφων ᾧδε· Δακτύλων δ’ εὐφυΐα, μέγα τὸ ἐν μέσῳ,
12. καὶ ἀπεναντίον τὸν μέγαν τῷ λιχανῷ· ἕνεκα γὰρ τοῦ
13. διΐστασθαι τοὺς δακτύλους ἀπ’ ἀλλήλων ἐπὶ πλεῖστον,
14. πολλαχῇ εὔχρηστον ὂν, ἡ σχίσις αὐτῶν ἐγίνετο. δεόντως
15. οὖν, ὅταν, οὗ χάριν ἐγένοντο, τοῦτ’ αὐτοῖς ὑπάρχῃ, μάλιστα
16. τὴν τοιαύτην κατασκευὴν εὐφυεστάτην εἶναί φησι. διὰ γάρ
17. τοι ταύτην καὶ τὸ ἀντιτετάχθαι τὸν μέγαν τοῖς ἄλλοις
1. ὑπάρχει, ὡς, εἴπερ ἔσχιστο μόνον ἡ χεὶρ ταύτῃ, μὴ μέντοι
2. καὶ πλεῖστον τῶν ἄλλων ἀπεῖχεν ὁ μέγας, οὐκ ἂν ἀντετέτακτο
3. αὐτοῖς. πολλὰ τοίνυν κᾀνταῦθα δι’ ὀλίγων ῥημάτων διδάσκει
4. τούς γε δυναμένους μανθάνειν τὰ αὐτοῦ. δίκαιον
5. οὖν ἴσως, καὶ ἡμᾶς, μὴ τἄλλα μόνον τοῦ ἀνδρὸς ζηλοῦντας,
6. ἀλλὰ καὶ αὐτὸ τοῦτο, τὸ δι’ ὀλίγων ῥημάτων διδάσκειν
7. πολλὰ, τὸν τρόπον τῆς ἐξηγήσεως ἁπάντων τῶν οὕτως ὑπ’
8. αὐτοῦ γεγραμμένων ἐνδεδειγμένους, μηκέτι τὰς κατὰ μέρος
9. ἐπεξιέναι ῥήσεις. οὐ γὰρ, ὡς Ἱπποκράτης κάλλιστα περὶ
10. τῶν τοιούτων ἐγίνωσκε, πρόκειται λέγειν, ὅτι μὴ πάρεργον,
11. ἀλλὰ τῶν μορίων ἁπάντων διελθεῖν τὴν χρείαν, ἓν ἔτι
12. τοῦτο μόνον ἐξηγησαμένους ὧν ἐνεδείξατο διὰ τῆς προγεγραμμένης
13. λέξεως ὁ Ἱπποκράτης, ἀναγκαιότατον μὲν
14. ὂν ἰατρῷ γινώσκεσθαι, μὴ δυνάμενον δ’ εὑρεθῆναι χωρὶς
15. τοῦ περὶ χρείας μορίων ἀκριβῶς ἐπισκέψασθαι. τί δ’ ἐστὶ
16. τοῦτο; τὸ γινώσκειν, ἥτις ἐστὶν ἡ ἀρίστη κατασκευὴ τοῦ
17. σώματος ἡμῶν. δῆλον γὰρ, ὡς ἡ πάντ’ ἔχουσα τὰ μόρια
1. τὴν ἀφ’ ἑαυτῶν ὠφέλειαν ἱκανὴν εἰς τὰς ἐνεργείας τῶν ὀργάνων
2. παρεχόμενα. δακτύλων γὰρ εὐφυΐα, φησὶ, μέγα τὸ
3. ἐν μέσῳ, καὶ ἀπεναντίον τὸν μέγαν τῷ λιχανῷ. καὶ εἰ ἐπανερωτῴης,
4. διατί; τὴν ἀπόκρισιν ἑτοίμην ἔχεις γεγραμμένην·
5. κατὰ μὲν γὰρ οὐλομελίην τὰ πάντα ξυμπαθέα, κατὰ δὲ μέρεα
6. τοῦ μέρεος ἑκάστου πρὸς τὸ ἔργον. τί ποτ’ οὖν ἔργον
7. ἐστὶ τοῦ μέρους ἡμῶν, τῆς χειρός; ἀντίληψις δηλονότι.
8. πῶς δὲ οὖν εἰς αὐτὴν ὁμολογήσουσιν οἱ δάκτυλοι πάντες,
9. εἰ μὴ μέγα μὲν ἔχοιεν τὸ ἐν μέσῳ, ἀντικρὺ δ’ ὁ μέγας εἴη
10. τῷ λιχανῷ; οὕτω γὰρ ἅπαντα τὰ δι’ αὐτῶν ἐνεργούμενα
11. καλῶς πραχθήσεται. καὶ γὰρ οὖν καὶ ὀφθαλμῶν καὶ ῥινῶν
12. εὐφυΐαν ζητῶν, ταῖς ἐνεργείαις αὐτῶν συνάπτων τὴν
13. κατασκευὴν ἐξευρήσεις· αὕτη γάρ σοι κανὼν καὶ μέτρον
14. καὶ κριτήριον εὐφυΐας τε καὶ κάλλους ἀληθινοῦ. οὐδὲ γὰρ
15. ἄλλο τι τὸ ἀληθινὸν κάλλος ἐστὶ πλὴν τῆς ἀρίστης κατασκευῆς,
16. ἣν ταῖς ἐνεργείαις κρινεῖς, Ἱπποκράτει πειθόμενος,
1. οὐ λευκότησιν, ἢ μαλακότησιν, ἢ ἄλλοις τισὶ τοιούτοις, δι’
2. ὧν τὸ κομμωτικὸν καὶ νόθον, οὐ τὸ τῆς φύσεως οὐδὲ τὸ
3. ἀληθινὸν ἐπιδείκνυται κάλλος. ὅθεν ἄλλα μὲν ἂν ἀνδραποδοκάπηλος,
4. ἄλλα δ’ Ἱπποκράτης ἐπαινέσειεν σώματα. σὺ
5. δ’ ἴσως οἴει παίζοντα τὸν παρὰ τῷ Ξενοφῶντι Σωκράτην
6. περὶ κάλλους ἀμφισβητεῖν τοῖς εὐμορφοτάτοις εἶναι δοκοῦσι
7. τῶν κατ’ αὐτόν. ὁ δ’ εἰ μὲν ἁπλῶς εἶπεν ἄνευ τοῦ πρὸς
8. τὴν ἐνέργειαν ἀναφέρειν καὶ ταύτῃ τὸ πᾶν σταθμᾶσθαι
9. κάλλους πέρι, τάχ’ ἂν ἔπαιξε μόνον· ἐπεὶ δ’ ἐν ἅπαντι
10. τῷ λόγῳ τὸ τῆς κατασκευῆς τῶν μορίων κάλλος εἰς τὴν
11. ἀρετὴν ἀναφέρει τῆς ἐνεργείας, οὐκέτι παίζειν αὐτὸν μόνον,
12. ἀλλὰ καὶ σπουδάζειν νομιστέον. αὕτη γὰρ ἡ Σωκράτους
13. μοῦσα, μιγνύειν ἀεὶ τὴν σπουδὴν ἐν μέρει παιδιᾶς. ταῦτα
14. μὲν οὖν εἰς τοσοῦτον αὐτάρκως εἴρηται, τό τε χρήσιμον ἐνδεικνύμενα
15. τῆς προκειμένης πραγματείας, καὶ τῶν παλαιῶν
16. ὡς χρὴ τῆς τε γνώμης καὶ τῆς λέξεως ἐπαΐειν διδάσκοντα.
17. τὴν δὲ τῆς χειρὸς κατασκευὴν ἑξῆς ἅπασαν ἐπέλθωμεν,
1. μηδὲν, ὡς οἷόν τε, παραλιπόντες ἀβασάνιστον. ἵνα δ’ ὁ
2. λόγος προΐῃ μεθόδῳ, πάντα τὰ τοῖς σώμασιν ὑπάρχοντα
3. διελώμεθα. ὑπάρχουσι δὲ πρῶτον μὲν καὶ μάλισθ’ αἱ κράσεις·
4. αὗται γὰρ τὴν ἰδίαν οὐσίαν συμπληροῦσι τῶν μορίων.
5. ὅτι γὰρ ᾧδέ πως ἔχει θερμότητός τε καὶ ψυχρότητος τὸ
6. σῶμα, καὶ ξηρότητος καὶ ὑγρότητος, διὰ τοῦτο τοιόνδε
7. τὴν φύσιν ἐστί. τὸ γὰρ εἶναι σαρκὶ τῇ σαρκὶ, καὶ
8. νεύρῳ τῷ νεύρῳ καὶ τῶν ἄλλων ἑκάστῳ τοῦθ’, ὅπερ
9. ἐστὶ, διὰ τὴν ἐκ τῶν εἰρημένων τεττάρων ποιὰν κρᾶσιν
10. ἐγένετο. ταῦτα μὲν οὖν αὐτοῖς κατὰ τὸν τῆς οὐσίας ὑπάρχει
11. λόγον. ἕπονται δ’ ἐξ ἀνάγκης ἀτμοὶ, καὶ χυμοὶ, καὶ
12. χροιαὶ, καὶ σκληρότητες, καὶ μαλακότητες. ἕτερα δ’ ἐξ
13. ἀνάγκης συμβέβηκε, θέσις, καὶ μέγεθος, καὶ πλοκὴ,
14. καὶ διάπλασις. ὅταν οὖν τις ἀκριβῶς ἐθέλῃ βασανίσαι
15. τὴν χρείαν ἁπάντων τῶν ὑπαρχόντων τοῖς ὀργάνοις, πρῶτον
16. μὲν ἐξετασάτω, καθ’ ὃ τὴν ἐνέργειαν ἐκτήσατο· τὰ μὲν γὰρ
17. πολλὰ εὑρήσει κατὰ τὴν ἰδίαν οὐσίαν, ἔστι δ’ ὅτε καὶ
18. διά τι τῶν ἑπομένων, ὡς ἐν ὀφθαλμοῖς διὰ τὴν
1. χροιάν. ἔπειτα δὲ καὶ τῶν ἄλλων αὐτοῦ μορίων τὴν χρείαν
2. ἑκάστου ζητησάτω, πότερον διὰ τὴν ἐνέργειαν ὠφέλιμόν
3. ἐστιν, ἢ διά τι τῶν ἑπομένων ταῖς κράσεσιν, ὡς ὀστοῦν
4. διὰ τὴν σκληρότητα. μετὰ δὲ ταῦτ’ ἤδη τῶν συμβεβηκότων
5. ὅλοις τε τοῖς ὀργάνοις καὶ τοῖς μορίοις αὐτῶν ἕκαστον
6. ἐπισκεψάτω. ταῦτα δ’ ἐστὶν, ὡς ὀλίγῳ πρόσθεν ἐῤῥέθη,
7. θέσις καὶ μέγεθος καὶ πλοκὴ καὶ διάπλασις. ὅστις
8. δὲ, πρὶν ἅπαντα ταῦτα βασανίσαι, πότερον ὀρθῶς,
9. ἢ καί τι φαύλως αὐτῶν ἔχει, περὶ χρείας οἴεται μορίων
10. καλῶς ἐπεσκέφθαι, κακῶς ἔγνωκε.
⟨
(De usu part.) [n° 017 Fichtner] [GalLat]
De usu partium
Περὶ χρείας τῶν ἐν ἀνθρώπου σώματι μορίων
Utilité des parties du corps
The Function of the Parts of the Body (UP)
Helmreich, 1907; Helmreich, 1909.
De usu partium corporis humani, 1822, vol. 3-4, p. 1-939;1-366. urn:cts:greekLit:tlg0057.tlg017.verbatim-lat1
Nöldeke, 1805 (deu); Daremberg, 1854/1856 (fra); Tallmadge-May, 1968 (eng); Garofalo, Vegetti, 1978 (ita); López Salvá, 2010 (spa).
De usu partium corporis humani, 1.9, ed. Kühn, 1822, vol. 3, p. 22-27. urn:cts:greekLit:tlg0057.tlg017.1st1K-grc1:1.9
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩