ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΧΡΕΙΑΣ ΤΩΝ ΕΝ
ΑΝΘΡΩΠΟΥ ΣΩΜΑΤΙ ΜΟΡΙΩΝ
ΛΟΓΟΣ Κ.
1. Τοὺς δ’ ὀφθαλμοὺς, ὅτι μὲν ἐφ’ ὑψηλοῦ
2. τε κεῖσθαι καὶ φρουρεῖσθαι πανταχόθεν ἄμεινον ἦν, ἔμπροσθεν
3. εἴρηται· ὅτι δὲ κᾀν τῷ πρόσω τετάχθαι τοῦ σώματος,
4. ἐφ’ ᾧ καὶ ἡ κίνησις, οὐδὲ τοῦτ’ ἄδηλον, ὥσπερ
5. οὖν καὶ ὅτι δύο βέλτιον ἤπερ ἕνα. περὶ γάρ τοι
6. τοῦ χρῆναι διφυῆ καὶ συμφυῆ γίνεσθαι τὰ τῶν αἰσθήσεων
7. ὄργανα, τὸ μέν πού τι καὶ πρόσθεν εἴρηται, τὸ
8. δὲ κᾀν τοῖς ἑξῆς εἰρήσεται. καὶ μὴν εἴπερ ταῦτα πάντα
1. μέλλοι φυλάττεσθαι, τὸ ἐφ’ ὑψηλοῦ, τὸ ἀσφαλὲς, τὸ πρόσθεν,
2. τὸ διττοὺς, κάλλιον οὐκ ἂν ἑτέρωθι τάξαις αὐτούς.
3. εἰ δ’ ἐγκαλεῖς, ὅτι μὴ κᾀκ τῶν ὄπισθεν ὀφθαλμοὶ γεγόνασιν,
4. ἐπιλέλησαι τῶν προαποδεδειγμένων, ὡς ἅπασί γε
5. τοῖς τῶν αἰσθήσεων ὀργάνοις ἔδει νεύρων μαλακῶν, καὶ
6. ὡς οὐχ οἷόν τ’ ἦν ἐκφῦναι τῆς ἐπεγκρανίδος τὰ τοιαῦτα.
7. καὶ μέν γε καὶ ὡς εἰς ἑκάτερον αὐτῶν ἐκφύσεις ἐγκεφάλου
8. καθήκουσι, πιλούμεναι μὲν κατὰ τὴν διὰ τῶν ὀστῶν ὁδὸν
9. ἕνεκα δυσπαθείας, ἐπειδὰν δ’ εἰς αὐτοὺς ἀφίκωνται τοὺς
10. ὀφθαλμοὺς, αὖθις λυόμεναί τε καὶ πλατυνόμεναι, καὶ περιλαμβάνουσαι
11. μὲν ἐν κύκλῳ χιτῶνος δίκην τὸ ὑαλοειδὲς
12. ὑγρὸν, ἐμφυόμεναι δὲ εἰς τὸ κρυσταλλοειδές. καὶ γὰρ καὶ
13. ταῦτ’ εἴρηται πρόσθεν, καὶ ὡς αὐτὸ τὸ κρυσταλλοειδὲς
14. ὑγρὸν τὸ πρῶτόν ἐστιν ὄργανον τῆς ὄψεως. τεκμηριοῖ δ’
15. ἐναργῶς τὰ καλούμενα πρὸς τῶν ἰατρῶν ὑποχύματα, μέσα
16. μὲν ἱστάμενα τοῦ κρυσταλλοειδοῦς ὑγροῦ καὶ τοῦ
17. κερατοειδοῦς χιτῶνος, ἐμποδίζοντα δὲ τὰς ὄψεις, ἄχρι περ
1. ἂν τύχῃ παρακεντηθέντα. λευκῷ δὲ καὶ λαμπρῷ καὶ στίλβοντι
2. καὶ καθαρῷ γενομένῳ τῷ κρυσταλλοειδεῖ, μόνος γὰρ
3. οὕτως ὑπὸ χρωμάτων ἔμελλεν ἀλλοιώσεσθαι, τρέφεσθαι μὲν
4. ἐξ αὐτοῦ ἄντικρυς τοῦ αἵματος ἀδύνατον ἦν, οὕτω πολὺ
5. διεστῶτος ταῖς ποιότησιν, οἰκειοτέρας δέ τινος αὐτῷ τροφῆς
6. ἔδει. καὶ τοίνυν καὶ γέγονε καὶ παρεσκεύασται πρὸς
7. τῆς φύσεως ἐπιτήδειος αὐτῷ τροφὴ, τὸ ὑαλοειδὲς ὑγρὸν,
8. καὶ ὅσῳ παχύτερον καὶ λευκότερον αἵματός ἐστι, τοσοῦτον
9. τοῦ κρυσταλλοειδοῦς ὑγροῦ ἀπολειπόμενον ὑγρότητί τε
10. καὶ φανότητι. τὸ μὲν γὰρ ἀκριβῶς ἐστι λευκὸν καὶ σκληρὸν
11. συμμέτρως, τὸ δ’ ὑαλοειδὲς ὑγρὸν μὲν, ὥσπερ τις
12. ὕαλος ὑπὸ θερμοῦ κεχυμένη, λευκὸν δ’ εἰς τοσοῦτον, εἰς
13. ὅσον ἂν ἐπινοήσῃς, ὀλίγου μέλανος λευκῷ πολλῷ κραθέντος,
14. διόλου νενοθεῦσθαι τὴν ἀκρίβειαν τῆς λευκότητος.
15. οὐκ ἔστι δ’ ἐν οὐδετέρῳ τῶν λευκῶν τούτων φλὲψ οὐδεμία.
16. δῆλον οὖν ὡς κατὰ διάδοσιν τρέφεται, τὸ μὲν κρυσταλλοειδὲς
17. ἐκ τοῦ ὑαλοειδοῦς, τὸ δ’ ὑαλοειδὲς ἐκ τοῦ περιέχοντος
1. αὐτὸ σώματος, ὅ πλατυνθείσης τῆς ἄνωθεν κατιούσης
2. ἀπ’ ἐγκεφάλου μοίρας ἐγένετο.