3. Διὰ τί δ’ οὐ καὶ τῷ κάτω βλεφάρῳ μέτεστι
4. κινήσεως, ἕνεκά γε τῆς αὐτῆς χρείας γεγονότι, καὶ χώραν
5. τοῖς μυσὶν οὐδὲν ἧττον ἐπιτήδειον ἔχοντι; δόξειε γὰρ ἂν
6. ἄδικος ἐνταῦθ’ ἡ φύσις ὑπάρχειν, εἰ, παρὸν ἐν ἑκατέρῳ τῶν
7. βλεφάρων ἥμισυ νεῖμαι τῆς ὅλης, ἡ δὲ θατέρῳ πᾶσαν αὐτὴν
8. ἐχαρίσατο, καὶ μὴ ὅτι ταύτῃ μόνον ἄδικος, ἀλλὰ καὶ
9. μικρότερον ἐργασαμένη πολλῷ τὸ κάτωθεν, ἀδικεῖν ἂν οὐχ
10. ἧττον καὶ κατὰ τοῦτο δόξειε. χρῆναι γὰρ δὴ, καθάπερ καὶ
11. τοῖς ὠσὶ, καὶ τοῖς χείλεσι, καὶ τοῖς τῶν ῥινῶν πτερυγίοις,
12. οὕτω δὴ καὶ τοῖς βλεφάροις καὶ μεγέθους καὶ κινήσεως
13. ἴσον ἀμφοῖν μετεῖναι. ἀλλ’ ἡ θέσις αἰτία τῆς διαφορᾶς. εἰ
14. γὰρ δὴ μακρότερον ἐγένετο τὸ κάτω βλέφαρον, ἢ νῦν ἐστιν,
15. οὐκ ἂν ὁμοίως ἦν εὐσταθὲς, ἀλλ’ εἰς ἑαυτὸ καταῤῥέον,
16. ἐῤῥυτιδοῦτ’ ἂν, καὶ χαλαρὸν ἐγίνετο, καὶ ἀφειστήκει τοῦ
17. ὀφθαλμοῦ, καὶ, τὸ τούτων ἔτι μείζον, ἠθροίζετ’ ἂν ἐν αὐτῷ
18. δυσεκκρίτως καὶ λήμη, καὶ δάκρυον, καὶ πᾶν εἴ τι
1. τοιοῦτον. ὅθεν ἄμεινον ἦν αὐτῷ μικρῷ γενέσθαι, τοιοῦτον
2. γὰρ ἀποτελεσθὲν ἀεί περὶ τὸν ὀφθαλμὸν ἔσφιγκται,
3. προστετυπωμένον αὐτῷ, καὶ περικείμενον ἀκριβῶς, καὶ ῥᾳδίως
4. ἐκθλῖβον πάντα τὰ περιττώματα. τοιούτῳ δ’ αὖ γινομένῳ
5. τῷ κάτω βλεφάρῳ πρόδηλον ὡς οὐδὲν ἔτι κινήσεως
6. ἔδει. τὴν μὲν δὴ περὶ τὰ βλέφαρα τέχνην τῆς φύσεως
7. ἐξευρηκέναι τε καὶ καλῶς ἐξηγήσασθαι δοκοῦσιν οἱ ἄριστοι
8. τῶν ἀνατομικῶν, ὡς εἴρηται νῦν. ἐγὼ δ’ ἐπειθόμην ἂν
9. αὐτοῖς ἤδη τὸ σύμπαν, εἰ τὸν παρὰ τῷ μεγάλῳ κανθῷ
10. μῦν ἐμαυτὸν ἔπειθον ἀκριβῶς ἑωρακέναι. νυνὶ δ’ αὖ τε
11. γὰρ ἐκεῖνον οὐδέπω σαφῶς εἶδον ἔν γε ταῖς αἰγιλώπων
12. χειρουργίαις, ἐν αἷς οὐ μόνον ἐκκόπτεται πολλάκις, ἀλλὰ
13. καὶ καίεται σύμπαν ἐκεῖνο τὸ χωρίον, ὡς ἐνίοτε λεπίδας
14. τῶν ὑποκειμένων ὀστῶν ἀφίστασθαι, μηδὲν εἰς τὴν κίνησιν
15. ἐμποδιζομένου τοῦ βλεφάρου· διὰ τοῦτό μοι δοκῶ προσδεῖσθαι
16. σκέψεως. εἰ δ’ ἐμαυτὸν πείσαιμί ποτε καλῶς
17. ἐξευρηκέναι τὸ σύμπαν, ἐν τῷ περὶ τῶν ἀπόρων κινήσεων,
18. ὅπερ ἔγνωκα γράψαι, δηλώσω καὶ περὶ τοῦδε.
1. νυνὶ δ’ ἀρκεῖ μοι τοῦτ’ εἰπεῖν μόνον, ὡς εἰς τοσοῦτον
2. ἥκει σοφίας ἡ τέχνη τῆς φύσεως, ὡς μὴ πᾶσαν αὐτὴν εὑρῆσθαι
3. τοσούτῳ χρόνῳ ζητουμένην ὑπὸ τηλικούτων
4. ἀνδρῶν.
⟨
(De usu part.) [n° 017 Fichtner] [GalLat]
De usu partium
Περὶ χρείας τῶν ἐν ἀνθρώπου σώματι μορίων
Utilité des parties du corps
The Function of the Parts of the Body (UP)
Helmreich, 1907; Helmreich, 1909.
De usu partium corporis humani, 1822, vol. 3-4, p. 1-939;1-366. urn:cts:greekLit:tlg0057.tlg017.verbatim-lat1
Nöldeke, 1805 (deu); Daremberg, 1854/1856 (fra); Tallmadge-May, 1968 (eng); Garofalo, Vegetti, 1978 (ita); López Salvá, 2010 (spa).
De usu partium corporis humani, 10.10, ed. Kühn, 1822, vol. 3, p. 807-809. urn:cts:greekLit:tlg0057.tlg017.1st1K-grc1:10.10
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩