Galenus. De usu partium (De usu part.) [n° 017 Fichtner] [GalLat]

Περὶ χρείας τῶν ἐν ἀνθρώπου σώματι μορίων
Utilité des parties du corps
The Function of the Parts of the Body (UP)
Helmreich, 1907; Helmreich, 1909.
De usu partium corporis humani, 1822, vol. 3-4, p. 1-939;1-366. urn:cts:greekLit:tlg0057.tlg017.verbatim-lat1
Nöldeke, 1805 (deu); Daremberg, 1854/1856 (fra); Tallmadge-May, 1968 (eng); Garofalo, Vegetti, 1978 (ita); López Salvá, 2010 (spa).

De usu partium corporis humani, 10.12, ed. Kühn, 1822, vol. 3, p. 812-828. urn:cts:greekLit:tlg0057.tlg017.1st1K-grc1:10.12

6. Σχεδὸν ἅπανθ’ ἡμῖν εἴρηται τὰ κατὰ
7. τοὺς ὀφθαλμοὺς, πλὴν ἑνὸς, ὃ προὐθέμην μὲν παραλιπεῖν,
8. ὅπως μὴ δυσχεραίνοιτο τοῖς πολλοῖς ἥ τ’ ἀσάφεια
9. τῶν λόγων καὶ τὸ μῆκος τῆς πραγματείας. ἐπεὶ γὰρ ἐχρῆν
10. ἅψασθαι κατ’ αὐτὸ θεωρίας γραμμικῆς, ἧς οὐ μόνον ἀμαθεῖς
11. εἰσιν οἱ πολλοὶ τῶν πεπαιδεῦσθαι προσποιουμένων,
12. ἀλλὰ καὶ τοὺς ἐπισταμένους ἐκτρέπονταί τε καὶ δυσχεραίνουσι,
13. διὰ τοῦτ’ ἄμεινον ἔδοξεν εἶναί μοι παντάπασιν αὐτὸ
14. παραλιπεῖν. ἐνύπνιον δέ τι μεταξὺ μεμψάμενον, ὡς εἰς
15. μὲν τὸ θειότατον ὄργανον ἀδικοῖμι, περὶ δὲ τὸν δημιουργὸν
16. ἀσεβοῖμι, παραλιπὼν ἀνεξήγητον ἔργον μέγα τῆς εἰς τὰ
1. ζῶα προνοίας αὐτοῦ, προὔτρεψεν ἀναλαβόντα με τὸ παραλελειμμένον,
2. ἐπὶ τῇ τελευτῇ τοῦ λόγου προσθεῖναι. τῶν
3. γὰρ ἐπὶ τοὺς ὀφθαλμοὺς ἀπ’ ἐγκεφάλου κατιόντων νεύρων
4. τῶν αἰσθητικῶν, ἃ δὴ καὶ πόρους ὠνόμαζεν Ἡρόφιλος, ὅτι
5. μόνοις αὐτοῖς αἰσθηταὶ καὶ σαφεῖς εἰσιν αἱ τοῦ πνεύματος
6. ὁδοὶ, ὥσπερ αὐτὸ τοῦτο τὸ παράδοξόν τε καὶ ὑπὲρ τὰ
7. λοιπὰ τῶν νεύρων ἐστὶν, οὕτω καὶ τὸ φύεσθαι μὲν ἐκ διαφερόντων
8. τόπων, προϊόντα δ’ ἀλλήλοις ἑνοῦσθαι, κᾄπειτα
9. πάλιν ἀποχωρεῖν τε καὶ διασχίζεσθαι. τίνος οὖν ἕνεκεν οὔτε
10. ἐκ ταὐτοῦ τόπου τὴν ἀρχὴν αὐτῶν ἡ φύσις ἐποιήσατο τῆς
11. ἄνωθεν ἐκφύσεως, οὔτ’, ἐπειδὴ τὸ μὲν ἐκ τῶν δεξιῶν ἀπέφυσε,
12. τὸ δ’ ἐκ τῶν ἀριστερῶν εὐθὺ τῶν κατὰ τοὺς ὀφθαλμοὺς
13. χωρῶν προήγαγεν, ἀλλ’ εἴσω πρότερον ἐπικάμψασα,
14. καὶ συνάψασα, καὶ τοὺς πόρους αὐτῶν ἑνώσασα, μετὰ
15. ταῦτα πάλιν ἑκάτερον ἐπὶ τὸν κατ’ εὐθὺ τῆς ἄνωθεν ἐκφύσεως
16. ὀφθαλμὸν προήγαγεν; οὐ γὰρ δὴ ἐνήλλαξέ γε αὐτὰ,
17. τὸ μὲν ἐκ τῶν δεξιῶν ἐπὶ τὸν ἀριστερὸν ὀφθαλμὸν ἀγαγοῦσα, 
1. τὸ δὲ ἐκ τῶν ἀριστερῶν ἐπὶ τὸν δεξιὸν, ἀλλ’
2. ἔστι μὲν ὁμοιότατον τῷ Χ γράμματι τῶν νεύρων τούτων τὸ
3. σχῆμα. καί τις οὐκ ἀκριβῶς ἀνατεμὼν ἐπαλλάττεσθαι
4. δόξειεν ἂν ἴσως αὐτὰ, καὶ ὑπερβαίνειν ἄλληλα. τὸ δ’ οὐχ
5. οὕτως ἔχει, συντυχόντα γὰρ ἀλλήλοις ἐντὸς τοῦ κρανίου,
6. καὶ τοὺς πόρους ἑνώσαντα, παραχρῆμα πάλιν ἀποχωρίζεται,
7. δηλοῦντα σαφῶς, ὅτι μηδενὸς ἑτέρου χάριν ἀλλ’ ἢ τοῦ
8. συνάψαι τοὺς πόρους ἐπλησίασεν. εἰς ὅ τι δὲ χρηστὸν
9. τοῦτό ἐστι, καὶ ὅσην παρέχει τοῖς τῆς ὄψεως ὀργάνοις τὴν
10. χρείαν, ἐπειδή γέ τις ἐκέλευσε δαιμόνων, ἐκείνῳ πειθόμενος
11. ἐρῶ, παρακαλέσας πρότερον ὁμιλοῦντα τοῖσδε τοῖς γράμμασιν,
12. ὡς οἱ νομίμως παιδευθέντες ἔν τε τοῖς ἄλλοις μαθήμασιν
13. καὶ γεωμετρίᾳ γινώσκουσι, τί ποτέ ἐστιν ὁ κύκλος,
14. καὶ κῶνος, καὶ ἄξων, καὶ τῶν ἄλλων ἕκαστον τῶν
15. ὁμοίων, ἀναμεῖναι βραχὺ, καὶ συγχωρῆσαι διὰ τοὺς ἀγνοοῦντας
16. πολλῷ πλείους ὄντας, ἐξηγήσασθαι τὰ σημαινόμενα
17. πρὸς τῶν ὀνομάτων, εἰς ὅσον οἷόν τέ ἐστι διὰ βραχυτάτων.
18. οὐδὲ γὰρ οὐδ’ αὐτοῖς ἐκείνοις ὁ λόγος ἄχρηστος ἔσται παντάπασιν,
1. ἀλλ’ εἰ προσέχοιεν αὐτοῖς τὸν νοῦν, ὅπως χρὴ
2. σαφῶς ἰδιώτας διδάσκειν, τὰ τοιαῦτα μαθήσονται, εὐθὺς
3. δ’ ἐγνωκότες τοὺς ὀπτικοὺς λόγους αὐτοῖς συνάπτειν, ἕνεκα
4. τοῦ θᾶττον περανθῆναι τὸ προκείμενον. ἔστω δή τις κύκλος
5. ὁρώμενος ὑπὸ θατέρου τῶν ὀφθαλμῶν, ἔτι θατέρου
6. συγκεκλεισμένου (κύκλον δὲ δηλονότι καλῶ τὸ ἐκ μέσου
7. πάντη ἴσον), ἀπὸ δὲ τῆς μέσης ταύτης στιγμῆς τῆς κατὰ
8. τὸν κύκλον (ἣ δὴ καὶ κέντρον αὐτοῦ καλεῖται) μέχρι τῆς
9. ὁρώσης αὐτὴν κόρης ὁδὸς εὐθεῖά σοι νοείσθω μηδαμόσε
10. παρεγκλίνουσα μηδ’ ἐκτρεπομένη τῆς κατ’ εὐθὺ τάσεως,
11. ἀλλ’ ὥσπερ εἰ καὶ τρίχα λεπτὴν, ἢ ἀράχνην ἀκριβῶς
12. διατεταμένην ἀπὸ τῆς κόρης, ἐπὶ τὸ κέντρον τοῦ κύκλου
13. νοήσεις, οὕτω καὶ τὴν εὐθεῖαν γραμμὴν ἐκείνην. ἐπινόει
14. μοι δὴ πάλιν ἀπὸ τῆς κόρης ἐπὶ τὴν περιορίζουσαν τὸν
15. κύκλον γραμμὴν (ἣν δὴ καὶ περιφέρειαν αὐτοῦ καλοῦσιν)
16. ἄλλας εὐθείας γραμμὰς παμπόλλας, ὥσπερ ἀράχνας τινὰς
17. λεπτὰς ἐφεξῆς ἀλλήλων ἐκτεταμένας, καὶ τὸ μὲν ὑπὸ τῶν
18. εὐθειῶν τοῦ κύκλου, καὶ τούτων ἁπασῶν περιοριζόμενον
1. σχῆμα κῶνον ὀνόμαζε, κορυφὴν δ’ αὐτῷ νόει τὴν κόρην,
2. καὶ βάσιν τὸν κύκλον. τὴν δ’ ἀπὸ τῆς κόρης ἐπὶ τὸ
3. κέντρον τοῦ κύκλου τεταμένην εὐθεῖαν, ἁπασῶν τε τῶν
4. ἄλλων εὐθειῶν καὶ παντὸς τοῦ κώνου μέσην ὑπάρχουσαν,
5. ἄξονα κάλει. ἐπεὶ δὲ κυρτόν τι καὶ κοῖλον ἔδαφος ὀνομάζεις
6. τε καὶ νοεῖς, πάντως δήπου νοεῖς καὶ τὸ μέσον
7. ἀμφοῖν τὸ λεῖον, ᾧ μηδὲν μήτε κυρτότητος ὑπάρχει
8. μηδαμόθεν, μήτε κοιλότητος. ἐπίπεδον δή μοι κάλει ἐπιφάνειαν
9. τὸ ἄνω πέρας τούτου τοῦ χωρίου. μετὰ δὲ δὴ
10. ταῦτα τόδε μοι νόει κατὰ τὸν ἄξονα τοῦ κώνου, τὸν ἀπὸ
11. τῆς κόρης ἐπὶ τὸ κέντρον τοῦ κύκλου διὰ τοῦ ἀέρος τεταμένον,
12. αἰωρεῖσθαί τινα κέγχρον, ἤ τι τοιοῦτον ἕτερον μικρόν.
13. ἐπισκοτήσει δὴ τῷ κέντρῳ τοῦ κύκλου, καὶ κωλύσει τὴν κόρην
14. ὁρᾷν αὐτό. καὶ εἴπερ ἤδη καὶ τοῦτο νενόηκας, ἑξῆς ἄν
15. σοι ῥᾷστον εἴη συνιέναι, πᾶν ὁτιοῦν σῶμα τεθὲν ἐν τῷ μεταξὺ
16. τοῦ τ’ ἐκτὸς ὁρωμένου καὶ τῆς ὁρώσης ὄψεως ἐπισκοτήσειν
17. τε καὶ κωλύσειν ἔτι βλέπεσθαι τὸ προτεταγμένον,
1. ἀρθέντος δ’ αὐτοῦ τελέως, ἢ καὶ παραχθέντος εἰς τὰ πλάγια,
2. πάλιν ὁρᾶσθαι συμβαίνειν αὐτό. καὶ εἴπερ καὶ τοῦτ’
3. ἤδη νενόηκας, ὥρα σοι συλλογίζεσθαι τὸ δεῖν ἀνεπισκότητον
4. εἶναι τὸ μέλλον ὀφθήσεσθαι, μηδενὸς ἐν τῷ μεταξὺ
5. τεταγμένου κατὰ τὴν ἀπὸ τῆς ὄψεως ἐπ’ αὐτὸ τεταμένην
6. εὐθεῖαν. εἰ δὲ καὶ τοῦτ’ ἤδη νενόηκας, οὐκ ἄν σοι δόξειεν
7. ἀλόγως ἀπὸ τῶν μαθημάτων ἀποφῄνασθαι, κατ’ εὐθείας
8. γραμμὰς ὁρᾶσθαι τὰ ὁρώμενα. κάλει δή μοι τὰς εὐθείας
9. ταύτας ὄψεις, καὶ τὰς λεπτὰς ἀράχνας ἐκείνας, τὰς ἀπὸ
10. τῆς κόρης ἐπὶ τὴν περιφέρειαν τοῦ κύκλου τεταμένας, μηκέτ’
11. ἀράχνας, ἀλλ’ ὄψεις, καὶ τὴν περιφέρειαν τοῦ κύκλου
12. δι’ ἐκείνων τῶν ὄψεων ὁρᾶσθαι λέγε, καὶ τὸ κέντρον αὐτοῦ
13. δι’ ἑτέρας ὄψεως, κατὰ τὸν ἄξονα τοῦ κώνου τεταγμένης,
14. καὶ τὸ σύμπαν ἐπίπεδον τοῦ κύκλου διὰ πολλῶν τινων ὄψεων
15. ἐπ’ αὐτὸ καθηκουσῶν. ὅσαι δ’ ἂν τούτων τῶν ὄψεων ἴσον
16. τε τοῦ ἄξονος ἀπέχωσι καὶ καθ’ ἓν ὁτιοῦν ἐπίπεδον ὦσιν,
17. ὁμοταγεῖς ὀνόμαζε, ὅσαι δ’ ἄλλως, ἀνομοιοταγεῖς. ἰδεῖν σε
1. οἶμαί ποτε καὶ δι’ ὀπῆς στενῆς ἀκτῖνας ἡλίου διεκπιπτούσας
2. τε καὶ πρόσω φερομένας οὐδαμόθεν ἐγκλινομένας οὐδὲ
3. καμπτομένας, ἀλλ’ ἀκριβῶς εὐθεῖάν τε καὶ ἀκλινῆ βαδιζούσας
4. ὁδόν. τοιαύτην μοι νόει καὶ τὴν τῶν ὄψεων ὁδὸν
5. ὑπάρχειν. ἐπὶ τούτοις δ’ ἤδη σαφῶς γινωσκομένοις, εἴ γε
6. γινώσκεις αὐτὰ, εἰ δὲ μὴ, ἀλλ’ αὖθις καὶ αὖθις ἐπαναλαμβάνων,
7. ἐπειδὰν ἀκριβῶς ἐκμάθῃς, ἐπὶ τὰ μετὰ ταῦτα
8. γεγραμμένα παραγενόμενος, ἓν μὲν καὶ πρῶτον τόδε μοι
9. προμάνθανε, ὡς ἕκαστον τῶν ὁρωμένων οὐδὲ μόνον ὁρᾶται,
10. οὐδὲ ψιλὸν, ἀλλὰ πάντως τι περιφαίνεται τῶν ὄψεων τῶν
11. περιλαμβανουσῶν αὐτὸ, προσπιπτουσῶν ἐνίοτε μέν τινι τῶν
12. ἐπέκεινα τοῦ βλεπομένου σάματος, ἐνίοτε δὲ τῶν ἐπὶ τάδε·
13. δεύτερον δ’, ὡς τὸ μὲν ὑπὸ τοῦ δεξιοῦ μόνου βλεπόμενον
14. ὀφθαλμοῦ, τὸ μὲν ἐγγύτερον μᾶλλόν πως ἐν τοῖς
15. ἀριστεροῖς μέρεσι κεῖσθαι φαντάζεται, τὸ δὲ ποῤῥώτερον
16. μᾶλλόν πως ἐν τοῖς δεξιοῖς, τὸ δὲ ὑπὸ τοῦ ἀριστεροῦ 
1. μόνου βλεπόμενον, ἐν μὲν τοῖς δεξιοῖς τὸ πλησιαίτερον,
2. μᾶλλον δ’ ἐν τοῖς ἀριστεροῖς τὸ ποῤῥώτερον,
3. τὸ δ’ ὑπ’ ἀμφοῖν ἐν τῷ μεταξύ. καὶ τρίτον ἐπὶ τούτοις
4. μαθεῖν, ὅτι θλιφθείσης καὶ παραχθείσης, ἤτοι γ’ ἄνω
5. τῆς κόρης ἢ κάτω θατέρου τῶν ὀφθαλμῶν, διπλᾶ φαίνεται
6. τὰ τέως ἁπλᾶ φαινόμενα. ταῦτα δ’ αὐτὰ πάλαι γινώσκοντες
7. οἱ ἀπὸ τῶν μαθημάτων ἕνεκα τῶν πολλῶν
8. συγχωρησάτωσάν μοι διελθεῖν ὑπὲρ ἑκάστου βραχέα.
1. καὶ πρῶτόν γε περὶ τοῦ α
2. λέγομεν, ὅτι πάντως τι περιφαίνεται,
3. ὡς παρ’ ἑτέροις
4. ὁρᾶται πάντα. νοείσθω γὰρ
5. κόρη μὲν ἡ πρὸς τὸ α. τὸ
6. δ’ ὁρώμενον μέγεθος ἔστω
7. β γ, καὶ προσπιπτέτωσαν ἀπὸ
8. τῆς α κόρης πρὸς ἑκάτερα
9. β γ. κείσθω δ’ ἐπέκεινα τοῦ
10. β γ μέγεθος τὸ δ ε, καὶ
11. προσεκβεβλήσθωσαν αἱ α β,
12. α γ ὄψεις, καὶ προσπιπτέτωσαν
13. τῷ δ ε κατὰ τὰ ζ η.
14. δῆλον οὖν, ὡς τὸ β γ μέγεθος
15. ὁραθήσεται, καὶ οὐ τὸ
16. ζ η. καὶ διὰ τοῦτ’ ἀποκρυβήσεται
17. μὲν, ὡς μηδ’ ὅλως
18. ὁρᾶσθαι τὸ ζ η. τὰ δ’ ἑκατέρωθεν αὐτοῦ μεγέθη, τό τε δ ζ
1. καὶ τὸ η ε, παρὰ τὸ β γ φαίνεται βλεπόμενα, καὶ μέντοι
2. καὶ αὐτὸ τὸ β γ, καθ’ ἕτερον
3. τρόπον ἐροῦμεν βλέπεσθαι
4. παρ’ ἐκείνων ἑκάτερον. ὁ μὲν
5. δὴ περὶ τοῦ πρώτου τῶν προτεθέντων
6. λόγος τοιοῦτος. ὁ δὲ
7. περὶ τοῦ δευτέρου τοῦ μὴ κατὰ
8. τὸν αὐτὸν τόπον, μήτε τῷ
9. ἑτέρῳ τῶν ὀφθαλμῶν πρὸς τὸν
10. ἕτερον, μήτ’ ἀμφοῖν ἅμα πρὸς
11. τὸν ἕτερον βλέπεσθαι τὸ βλεπόμενον,
12. ἀλλ’ ἐν ἄλλῳ μὲν
13. ὑπὸ τοῦ δεξιοῦ, ἐν ἄλλῳ δ’
14. ὑπὸ τοῦ ἀριστεροῦ, ἐν ἄλλῳ δ’
15. ὑπ’ ἀμφοῖν, ὁ μέλλων νῦν ἐρεῖν
16. ἐστιν. ἔστω γὰρ ἡ μὲν δεξιὰ
17. κόρη πρὸς τὸ α, ἡ δ’ ἀριστερὰ
1. πρὸς τὸ β. τὸ δ’ ὁρώμενον μέγεθος ἔστω τὸ γ δ,
2. καὶ προσπιπτέτωσαν ὄψεις ἀφ’ ἑκατέρας τῶν κορῶν πρὸς τὰ
3. γ δ, καὶ προσπεσοῦσαι προσεκβεβλήσθωσαν. ὁραθήσεται
4. δὴ τὸ γ δ μέγεθος ὑπὸ μὲν τῆς δεξιᾶς κόρης κατ’ εὐθὺ
5. τοῦ ε ζ μεγέθους, ὑπὸ δὲ τῆς ἀριστερᾶς κατ’ εὐθὺ
6. τοῦ η θ, ὑπὸ δ’ ἀμφοτέρων ὁμοῦ κατ’ εὐθὺ τοῦ η ε θ.
7. ὥστ’ οὐθ’ ἡ ἑτέρα ὁμοίως τῇ ἑτέρᾳ, οὔτε ἅμα ἀμφότεραι τῇ
8. ἑτέρᾳ κατὰ τὸν αὐτὸν αὖ ὄψονται τόπον τὸ ὁρώμενον.
9. εἰ δέ τις οὐχ ἕπεται ταῖς διὰ γραμμῶν ἀποδείξεσιν,
10. ἐναργῶς ἂν πεισθείη διὰ τῆς ἑαυτοῦ πείρας βασανίσας τὸν
11. λόγον. στὰς γὰρ παρά τινα κίονα, κᾄπειτα τῶν ὀφθαλμῶν
12. ἑκάτερον μύων ἐν μέρει, τινὰ μὲν τῶν ὑπὸ τοῦ δεξιοῦ βλεπομένων
13. ἐν τοῖς δεξιοῖς μέρεσι τοῦ κίονος οὐκ ὄψεται θατέρου,
14. τινὰ δὲ τῶν ὑπὸ τοῦ ἀριστεροῦ κατὰ θάτερα μέρη
15. τοῦ κίονος τὰ ἀριστερὰ πάλιν οὐκ ὄψεται τῷ δεξιῷ· ἀμφοτέρους
16. δ’ ἀνοίξας ὁμοῦ τοὺς ὀφθαλμοὺς, ἀμφότερα θεάσεται.
17. πλέονα γὰρ ἀποκρύπτεται μέρη τῷ ἑτέρῳ τῶν ὀφθαλμῶν
1. ὁρώντων ἡμῶν, ἤπερ ἀμφοτέροις ἅμα. κατ’ εὐθὺ δ’
2. ἐκείνων κεῖσθαι φαντάζεται πᾶν τὸ βλεπόμενον, ὃ ἀποκρύπτει
3. παντάπασιν, ὡς τά γε παραφαινόμενα πάντα, τὰ
4. μὲν ἐν τοῖς δεξιοῖς αὐτοῦ μέρεσι, τὰ δ’ ἐν τοῖς ἀριστεροῖς
5. τετάχθαι δοκεῖ. μόνα τοίνυν τὰ μὴ βλεπόμενα κατ’ εὐθὺ
6. τοῦ βλεπομένου κείσεται. ἀλλ’ ἦν ἕτερα μὲν ὁρατὰ τῷ δεξιῷ
7. τῶν ὀφθαλμῶν, ἕτερα δὲ τῷ ἀριστερῷ. ὥστε καὶ ἡ θέσις
8. τοῦ βλεπομένου μεγέθους ἰδίᾳ ἑκατέρῳ τῶν ὀφθαλμῶν
9. φαντασθήσεται. κοινῇ δ’ ἐν ἀμφοτέροις, ὅσα μηδ’ ἕτερος
10. ἑώρα, παντάπασιν ὁρατὰ γίνεται, καὶ διὰ τοῦτ’ ἐλάττοσιν
11. ἐπισκοτήσει τὸ πρὸς ἀμφοτέρων ὁμοῦ τῶν ὀφθαλμῶν ὁρώμενον,
12. ἢ καταμόνας, ὁποτεροσοῦν ἦν αὐτῶν ὁ θεώμενος.
13. ἀλλ’ εἰ καὶ ἀποστὰς τοῦ κίονος ἐπὶ πλεῖον ἑκάτερον τῶν
14. ὀφθαλμῶν ἀνοιγνύναι τε καὶ μύειν ἐν μέρει βουληθείης,
15. ἀποβλέπων εἰς τὸν κίονα, δόξει σοι μεταπηδᾷν ἀθρόως,
16. εἰ μὲν τὸν δεξιὸν μύοις, ἐπὶ τὰ κατ’ ἐκεῖνον, εἰ δὲ τὸν
17. ἀριστερὸν, ἐπὶ θάτερα μέρη. καὶ μέν γε καὶ ἀνοιγνύντι
18. τὸν μὲν δεξιὸν ἐπὶ τὰ ἀριστερὰ μέρη μεταπηδᾷν ὁ κίων 
1. δόξει, τὸν δ’ ἀριστερὸν ἐπὶ τὰ δεξιά. τῷ μὲν γὰρ δεξιῷ
2. τῶν ὀφθαλμῶν μᾶλλον ἐν τοῖς ἀριστεροῖς μέρεσιν ὁ κίων
3. κείμενος φαίνεται, τῷ δ’ ἀριστερῷ μᾶλλον ἐν τοῖς δεξιοῖς·
4. ἀμφοτέροις δ’ ἅμα θεωμένοις τὴν μέσην χώραν ἐπέχειν δοκεῖ
5. τῆς ἑκατέρων καταμόνας φανταζομένης. ἀλλ’ εἰ καὶ τῶν
6. ἀστέρων τινὰ κατὰ τὸν αὐτὸν τρόπον ὁρᾷν βουληθείης, ἢ
7. καὶ τὴν σελήνην, καὶ μάλισθ’ ὅταν εἴη πλήρης τε καὶ ἴση
8. πανταχόθεν, ἀθρόως σοι δόξει μεταπηδᾷν εἰς μὲν τὰ
9. δεξιὰ μέρη τὸν ἀριστερὸν μὲν ὀφθαλμὸν ἀνοιγνύντι, κλείοντι
10. δὲ τὸν δεξιὸν, εἰς δὲ τὰ ἀριστερὰ τοὔμπαλιν δρῶντι.
11. ταῦτ’ οὖν ὅτι μὲν φαίνεται, παντὶ τῷ πεπειραμένῳ δῆλον,
12. τίνα δὲ ἔχει τὴν αἰτίαν τε καὶ τὴν ἀνάγκην τῆς γενέσεως,
13. ὀλίγον ἔμπροσθεν ἐδείκνυτο διὰ τῶν γραμμῶν. καὶ γὰρ οὖν
14. καὶ ὅτι διαστρέψαντι τὸν ἕτερον ὀφθαλμὸν, εἰ μὲν εἰς τὰ
15. κάτω κατασπασθῆναι συμβαίη τὴν κόρην, ταπεινότερον
16. ἐκεῖνο φαίνεται τὸ βλεπόμενον, εἰ δ’ ἀνασπασθῆναι, τοὐναντίον,
17. ἔξεστί σοι τῇ πείρᾳ βασανίζειν. ἥτις δὲ καὶ ἡ
18. τούτων αἰτία, χωρὶς τῶν προειρημένων λόγων οὐκ ἔνεστι μαθεῖν.
1. εἰ μὴ γὰρ ἐν ἑνὶ καθεστηκότες εἶεν ἐπιπέδῳ τῶν
2. ὀπτικῶν κώνων οἱ ἄξονες, ἀνάγκη πᾶσα θατέρῳ μὲν τῶν
3. ὀφθαλμῶν ὑψηλότερον, θατέρῳ δὲ ταπεινότερον ὁρᾶσθαι
4. τὸ βλεπόμενον. οὗ γὰρ ἂν ὁ ἄξων ὑψηλότερος ᾖ τοῦ κώνου,
5. τούτου καὶ αὐτὸς ὅλος ὁ κῶνος ὑψηλότερός ἐστιν.
6. ἀλλ’ ὁ μὲν ἐκ ταπεινοτέρου τοῖς ὁρωμένοις προσβάλλων
7. κῶνος ἁπάσας ἔχει ταπεινοτέρας τὰς ὁμοταγεῖς ὄψεις,
8. ὁ δ’ ἐξ ὑψηλοτέρου τοὐναντίον. ἐπεὶ δὲ τὸ μὲν ὑπὸ τῶν
9. ὑψηλοτέρων ὁρώμενον ὄψεων ὑψηλότερον εἶναι φαντάζεται,
10. τὸ δ’ ὑπὸ τῶν ταπεινοτέρων ταπεινότερον, εἰκότως ὑψηλότερον
11. μὲν τῷ ὑψηλοτέρῳ, ταπεινότερον δὲ τῷ ταπεινοτέρῳ
12. κώνῳ φανεῖται τὸ βλεπόμενον. ἐναργὲς δὲ τεκμήριον
13. τοῦ λεγομένου λάβοις ἂν, εἰ τὸ παρατεθλιμμένου θατέρου
14. τῶν ὀφθαλμῶν διπλοῦν ψεῦδος φαινόμενον ἐπιμύσας
15. ἐκεῖνον τὸν ὀφθαλμὸν μετὰ θατέρου θεάσασθαι βούλοιο.
16. μία μὲν γὰρ τελέως ἀποτελεῖται φαντασία τῆς τοῦ
17. βλεπομένου θέσεως, ἣν εἶχεν ὁ κεκλεισμένος νῦν ὀφθαλμὸς,
18. ὅτ’ ἀνέῳκτο· ἡ λοιπὴ δ’ ἀμετάπτωτος μένει, τὴν ἐξ ἀρχῆς
1. φυλάττουσα χώραν. καίτοι, ὁπότε, κατὰ φύσιν ἐχόντων ἀμφοτέρων,
2. ἓν ἑώρα τὸ προκείμενον ἐπὶ τῇ θατέρου μύσει,
3. μετέπιπτεν εὐθέως ἡ φαντασία τῆς θέσεως αὐτοῦ, καὶ μεταπηδᾷν
4. ἐδόκει τὸ βλεπόμενον, καὶ αὖθίς γε πάλιν ἀνοιγνύντων
5. τῶν βλεπομένων τὸν ἕτερον, αὖθις μεθίστατο, καὶ
6. οὐδέποτ’ ἔμενεν ἐν ταὐτῷ, κλειόντων τε καὶ ἀνοιγνύντων
7. ὁποτερονοῦν. ἐπεὶ δὲ τῶν διὰ τὴν παράθλιψιν ὑψηλοτέραν
8. ἢ ταπεινοτέραν ποιησάντων τὴν κόρην, ἡ μὲν ἑτέρα φαντασία
9. τῆς θέσεως ἀπόλλυται τελέως, ἡ λοιπὴ δ’ ἀμετάπτωτος
10. μένει, κλεισάντων τὸν ἕτερον τῶν ὀφθαλμῶν, διὰ τοῦτο δὲ
11. καὶ οὐ πᾶσα διαστροφὴ τῆς κόρης διττὸν ποιεῖ φαντάζεσθαι
12. τὸ βλεπόμενον, ἀλλ’ ἥτις ἂν αὐτὴν ὑψηλοτέραν ἢ ταπεινοτέραν
13. ἐργάζηται τοῦ κατὰ φύσιν. αἱ δὲ πρὸς τὸν μέγαν κανθὸν
14. ἢ πρὸς τὸν μικρὸν παραγωγαὶ μᾶλλον μὲν ἀριστερὸν
15. ἢ δεξιὸν ἀποφαίνουσι τὸ βλεπόμενον, οὐ μὴν διττόν γ’
16. ἐργάζεται· μένουσι γὰρ ἐφ’ ἑνὸς ἐπιπέδου τῶν κώνων οἱ
17. ἄξονες. ὅσοι γε διεστράφησαν τοὺς ὀφθαλμοὺς ἢ ὕστερον,
1. ἢ εὐθέως κατ’ ἀρχὰς ἐν τῇ κυήσει, μηδετέρας μὲν κόρης
2. ὑψηλοτέρας γενομένης, ἀλλὰ τῷ προσαχθῆναι τῇ ῥινὶ τὸν
3. ἕτερον ὀφθαλμὸν, ἢ ἀπαχθῆναι, βλαβέντες οὐδὲν ἐν τῇ
4. τῶν ὁρωμένων διαγνώσει πλημμελοῦσιν. οἷς δ’ ἐπὶ τὸ ταπεινότερον
5. ἢ ὑψηλότερον μετήχθη, πάνδεινα πάσχουσιν,
6. ἐκστρεφόμενοι καὶ καθιστάντες εἰς ἴσον αὐτὰς, ἵν’ ἀκριβῶς
7. θεάσωνται. τὸ μὲν οὖν ἕκαστον ὁρᾶται κατὰ τὴν
8. ἑαυτοῦ χώραν ἐκ τοῦ τὴν ἁφὴν ὑπὸ τῆς ὄψεως ποδηγουμένην
9. μὴ σφάλλεσθαι, μηδὲ ἀφαμαρτάνειν ἀπ’ αὐτῶν
10. τῶν ἐναργῶς φαινομένων. ἀποδείκνυται τάδε γὰρ
11. ἄλλα, καὶ διὰ τῶν βελονῶν τῶν λεπτοτάτων διαιροῦσι ῥάμματα
12. ῥᾳδίως οἱ θατέρῳ τῶν ὀφθαλμῶν πεπηρωμένοι, ἢ οἱ
13. ἀμφοτέροις ἅμα βλέποντες, μὴ ἂν τούτου δυναμένου γενέσθαι
14. ποτὲ χωρὶς τῆς ἀκριβοῦς τῶν ὁρωμένων διαγνώσεως.
15. ἐπεὶ δ’, ὡς ἐῤῥέθη, πᾶν τὸ βλεπόμενον παρ’ ἕτερόν τι βλέπεται,
16. κατὰ λόγον ἤδη τῶν πέριξ ἑαυτοῦ περιβαλλόμενον,
17. ποτὲ μὲν δεξιὸν αὐτὸν, ποτὲ δ’ ἀριστερὸν, ποτὲ δὲ καὶ
18. κατ’ εὐθὺ κεῖσθαι φαντάζεται, καὶ οὕτως οὐ διαφέρονται
1. πρὸς ἀλλήλους οἱ λόγοι. μυρία δὲ καὶ ἄλλα τεκμήρια τῶν
2. ὀπτικῶν ὑποθέσεών ἐστιν, ἃ νῦν οὐκ ἐγχωρεῖ λέγειν, οὐδὲ
3. γὰρ οὐδὲ ταῦθ’ ἑκόντες ἐγράψαμεν, ἀλλά τινος, ὡς ἔφην, κελεύσαντος
4. δαίμονος. εἰ δὲ τοῦ μέτρου τῶν λόγων τοῦ πρέποντος
5. τῇ παρούσῃ πραγματείᾳ κρατοῦμεν, αὐτὸς ἂν ἐκεῖνος
6. εἰδείη.

Cliquer un n° de page pour en afficher l’image