Galenus. De usu partium (De usu part.) [n° 017 Fichtner] [GalLat]

Περὶ χρείας τῶν ἐν ἀνθρώπου σώματι μορίων
Utilité des parties du corps
The Function of the Parts of the Body (UP)
Helmreich, 1907; Helmreich, 1909.
De usu partium corporis humani, 1822, vol. 3-4, p. 1-939;1-366. urn:cts:greekLit:tlg0057.tlg017.verbatim-lat1
Nöldeke, 1805 (deu); Daremberg, 1854/1856 (fra); Tallmadge-May, 1968 (eng); Garofalo, Vegetti, 1978 (ita); López Salvá, 2010 (spa).

De usu partium corporis humani, 10.13, ed. Kühn, 1822, vol. 3, p. 828-831. urn:cts:greekLit:tlg0057.tlg017.1st1K-grc1:10.13

7. Ἡμεῖς δ’ οὖν ἐπιθῶμεν ἤδη τῷ λόγῳ
8. κεφαλὴν ἀναμνήσαντες, ὡς ἀναγκαῖόν ἐστι τοὺς ἄξονας
9. τῶν ὀπτικῶν κώνων ἐν ἑνὶ καὶ ταὐτῷ τὴν θέσιν ἴσχειν
10. ἐπιπέδῳ πρὸς τὸ μὴ διπλοῦν φαίνεσθαι τὸ ἕν. οἱ δὲ δὴ
11. ἄξονες ἡμῖν οὗτοι τὴν ἀρχὴν ἔχουσι τοὺς ἐξ ἐγκεφάλου πόρους.
12. ἐχρῆν οὖν ἔτι κυουμένου τε καὶ διαπλαττομένου τοῦ
13. ζώου κατὰ μιᾶς ἐπιπέδου τινὸς ἐπιφανείας αὐτοὺς τετάχθαι.
14. τί δή ποτ’ οὖν ἔμελλεν ἔσεσθαι τοῦτο τὸ ἀκλινὲς ἐπίπεδον,
15. ἐφ’ οὗ τοὺς πόρους ἡ φύσις ἐν τῷ διαπλάττειν τὰ ζῶα κατέθετο;
16. ἆρ’ ὑμήν τις σκληρὸς, ἢ χιτὼν, ἢ χόνδρος, ἢ
17. ὀστοῦν; οὐ γὰρ δὴ μαλακὸν ὄργανον καὶ εἶκον τοῖς ψαύουσιν
18. ἂν ἀκλινὲς ἐφυλάχθη. καὶ ποῦ ποτ’ ἄρα κατέθετ’ ἂν αὐτὸ, 
1. καὶ πῶς ὑπέτεινεν ἀσφαλῶς τε ἅμα καὶ ἀθλίπτως ἀμφοτέροις
2. τοῖς πόροις; ὅτι γὰρ οὐ ῥᾴδια ταῦτα κατ’ ἐκεῖνο
3. γενέσθαι τὸ χωρίον, ὅσοι ταῖς ἀνατομαῖς ὡμιλήκασιν, ἴσασι
4. σαφῶς. καὶ οὐ τοῦτό φημι νῦν, ὡς οὐκ ἂν ἐξεῦρέ τινα μηχανὴν
5. ἡ φύσις τῆς τε γενέσεως αὐτοῦ καὶ τῆς θέσεως, ὡς
6. μήτε βλάπτειν τι τῶν παρακειμένων, μήτε βλάπτεσθαι, εἴπερ
7. ὅλως ἀναγκαῖον ἦν αὐτὸ δημιουργῆσαι, καὶ μὴ δι’ ἑτέρου
8. ῥᾴστου τε καὶ προχείρου τὴν ἐν ἑνὶ τῶν δύο πόρων
9. ἐπιπέδῳ θέσιν ἐκπορίσασθαι δυνατὸν ἦν. τί οὖν τοῦτ’ ἔστι
10. τὸ ῥᾷστόν τε καὶ πρόχειρον, ὅπερ ἐξ ἀρχῆς λέγειν προὔκειτο;
11. τὸ συμβάλλον ἀλλήλοις τοὺς πόρους. δύο γὰρ εὐθεῖαι
12. γραμμαὶ συντυγχάνουσαι κατά τινα κοινὴν στιγμὴν
13. οἷον κορυφὴν αὐτῶν ἐν ἑνὶ πάντως εἰσὶν ἐπιπέδῳ, κᾂν εἰ
14. τύχοιεν ἐντεῦθεν εἰς ἄπειρόν τι μῆκος ἐφ’ ἑκάτερα τὰ μέρη
15. προσεκβαλλόμεναι. καὶ αἱ ταύτας δὲ τὰς δύο εὐθείας, τὰς
16. ἐκβαλλομένας ἐφ’ ὁσονοῦν, ἐπιζευγνύουσαι καθ’ ὁντιναοῦν τόπον
17. εὐθεῖαι ταὐτὸν ἐπίπεδον ἴσχουσι ταῖς δύο, καὶ διὸ πᾶν
1. τρίγωνον ἐν ἑνὶ πάντως ὑπάρχειν ἐπιπέδῳ. εἰ δέ τις οὐ συνίησι
2. τῶν λεγομένων, δῆλος μέν ἐστιν οὐδὲ τὰ στοιχεῖα τῆς
3. γεωμετρίας εἰδώς. ἐμοὶ δ’ ἂν εἴη μακρὸν, εἰ καὶ τὰς τῶν
4. τοιούτων ἀποδείξεις γράφοιμι, καὶ γὰρ οὐδὲ συνήσουσιν αὐτῶν,
5. εἰ μὴ πολλὰ προμεμαθηκότες εἶεν. Εὐκλείδης γοῦν
6. ἐν τῷ ια΄ τῶν στοιχείων ἀπέδειξεν αὐτὸ τοῦτο τὸ νῦν λεγόμενον,
7. καὶ ἔστι δεύτερον ἐν ἐκείνῳ τῷ βιβλίῳ θεώρημα,
8. καὶ ἡ πρότασις αὐτοῦ τόνδε τὸν τρόπον ἔχει· Ἐὰν δύο
9. εὐθεῖαι τέμνωσιν ἀλλήλας, ἐν ἐνί εἰσιν ἐπιπέδῳ, καὶ πᾶν
10. τρίγωνον ἐν ἑνί ἐστιν ἐπιπέδῳ. τὴν μὲν οὖν ἀπόδειξιν παρ’
11. Εὐκλείδου μανθάνειν δεῖ· μαθὼν δ’ αὖθις ἐπανήκειν
12. πρὸς ἡμᾶς, καί σοι δείξομεν ἐπὶ τοῦ ζώου τὰς δύο ταύτας
13. εὐθείας, τοὺς ἐξ ἐγκεφάλου πόρους. ὧν ἑκάτερος εἰς τὸν
14. καθ’ ἑαυτὸν ὀφθαλμὸν αὖθις, ὡς εἴρηται πρόσθεν, ἀμφιβλήστρου
15. δίκην ἑλίττεται κυκλοτερῶς ἄχρι τοῦ κρυσταλλοειδοῦς
16. ὑγροῦ, περιλαμβάνων ἔνδοθεν αὐτοῦ τὸ ὑαλοειδὲς, ὡς
17. ἐπὶ μιᾶς εὐθείας εἶναι τὴν κόρην καὶ τὴν ῥίζαν ὅλην τοῦ
1. ὀφθαλμοῦ, καθ’ ἣν τὸ νεῦρον ἄρχεται λύεσθαι. καὶ τρίτον
2. ἐπὶ τοῖσδε τὴν ἐν τοῖς πρόσω μέρεσι τοῦ ἐγκεφάλου συμβολὴν
3. τῶν ὀπτικῶν νεύρων, ἀφ’ ἧς ἀρξάμενα διέρχεται δι’
4. ἑνὸς ἐπιπέδου, τούς θ’ ὅλους ὀφθαλμοὺς ἐγέννησεν ἐν δικαίᾳ
5. θέσει, καὶ τῶν ἐν αὐτοῖς κορῶν οὐδετέραν ὑψηλοτέραν
6. ἀπέφῃνε. διὰ ταῦτα μὲν δὴ βέλτιον ἦν ἐξ ἀρχῆς μιᾶς ὁρμᾶσθαι
7. τὰ τὴν ὀπτικὴν αἴσθησιν τοῖς ὀφθαλμοῖς παρέξοντα
8. νεῦρα.

Cliquer un n° de page pour en afficher l’image