9. Διὰ τί δ’ οὐκ εὐθέως ἄνωθεν ἐξ
10. αὐτοῦ τοῦ ἐγκεφάλου μίαν τοῖς ἀμφοτέροις ἀρχὴν ἡ φύσις
11. ἐποίησεν, ἀλλὰ τὸ μὲν ἐκ τῶν δεξιῶν ἀποφύσασα μερῶν
12. αὐτοῦ, τὸ δ’ ἐκ τῶν ἀριστερῶν, οὕτως ἀλλήλοις συνήγαγέ
13. τε καὶ συνέφυσε κατὰ τὴν μέσην χώραν, ἐφεξῆς ἂν εἴη ῥητέον.
14. οὐκ ἦν ἐκ τούτου τοῦ χωρίου δυνατὸν ἔκφυσιν γενέσθαι,
15. μὴ ὅτι τηλικούτων νεύρων, ἡλίκον ἑκάτερον τούτων ἐστὶν,
16. ἀλλὰ μηδὲ πολλῶν μικροτέρων. ἡ γάρ τοι πύελος (ἣν ὁ
17. πρόσθεν ἐξηγήσατο λόγος) ἡ τὸν ἐκκαθαίροντα τὸν ἐγκέφαλον
18. ἐφ’ ἑαυτὴν περιέχουσα πόρον, ἐν τούτῳ τέτακται, καὶ
1. ἦν ἀδύνατον ἑτέρωθι κάλλιον αὐτὴν μετατεθῆναι, μέλλουσάν
2. γε τὸ περίττωμα πᾶν εἰς ὑπερῴαν ἐξερεύγεσθαι. κατὰ
3. δὲ τὸν αὐτὸν λόγον οὐδὲ τοὺς ἐπὶ ῥῖνα καθήκοντας ἐξ ἐγκεφάλου
4. πόρους οὔτ’ ἐν ἄλλῳ χώρῳ τετάχθαι δυνατὸν ἦν,
5. οὔτ’ ἐξ ἄλλων μερῶν ἐγκεφάλου τὴν πρώτην ἔκφυσιν ἔχειν.
6. ἐν γὰρ τῷ μέσῳ τοῦ προσώπου κειμένης τῆς ῥινὸς, ἐχρῆν
7. δήπου καὶ τοὺς εἰς αὐτὴν ἰόντας πόρους τὸ μέσον τῆς
8. προσθίας ἐγκεφάλου χώρας κατειληφέναι. εἰ τοίνυν ἑτέρωθι
9. μὲν οὐκ ἦν ἄμεινον οὔτε τούτους τάττειν οὔτε τὴν πύελον,
10. ἐν ᾧ δ’ ὑπάρχουσι νῦν, ὄντων αὐτῶν οὐχ οἷόν τ’ ἦν
11. ἐκ τῆς μέσης χώρας ἐκφῦναι τὰ νεῦρα, δῆλον ἤδη τό γε
12. λοιπὸν, ὡς ἑκατέρωθεν μὲν ἀποφῦναι βέλτιον ἦν, προελθόντα
13. δ’ ὀλίγον ἐς ταὐτὸν ἀλλήλων ἀφικέσθαι. θαυμασιώτερον
14. δέ τι μαθήσῃ περὶ τὴν ἔκφυσιν αὐτῶν ἕτερον ἔργον
15. τῆς φύσεως, ὃ κάλλιον ἔδοξέ μοι διελθεῖν ἐν τῇ τῶν
16. νεύρων ἀνατομῇ κατὰ τὸν ις΄ λόγον. ἐμοὶ μὲν δὴ πεπλήρωται
17. τὸ τοῦ δαίμονος πρόσταγμα, καὶ μὴ μάτην, ἀλλά
18. τινι γενέσθαι τὸν λόγον χρήσιμον, ἀποθεμένων ἤδη ποτὲ
1. τῶν ἀνθρώπων τὴν κατέχουσαν αὐτοὺς περὶ τὰ κάλλιστα ῥᾳθυμίαν.
2. εἴη δ’ ἂν ἴσως οὐδὲν χεῖρον οὐδὲ τὰ πρὸς τῶν
3. πρεσβυτέρων εἰρημένα περὶ τῆς τῶν νεύρων ἑνώσεως εἰπεῖν.
4. οἱ μὲν γὰρ ὑπὲρ τοῦ μηδὲν πάσχειν αὐτὰ κατ’ εὐθὺ τεταγμένα
5. τὴν εἴσω πρότερον ἐπιστροφὴν, εἶτ’ αὖθις ἔξω γεγονέναι
6. φασίν· οἱ δ’ ὑπὲρ τοῦ κοινωνεῖν ἀλλήλοις τῶν παθημάτων
7. καὶ μερίζεσθαι τὸ θατέρου κακὸν εἰς ἀμφότερα·
8. τινὲς δ’, ὅτι πρὸς μίαν ἀρχὴν ἀνῆχθαι δεῖν ἔφασκον πασῶν
9. τῶν αἰσθήσεων τὰς ἀρχάς. ἀλλ’ οὗτοί γε, εἰ μὲν
10. τὴν ὄψιν εἰς μίαν ἀρχὴν ἀνῆχθαι δεῖν ἔφασκον μόνον, ἀποδείξαντες
11. τῆς βλάβης τὸ μέγεθος, εἰ μὴ τοῦτ’ ἐγεγόνει,
12. δῆλον ὡς αὐτοί τ’ ἂν ἔλεγον οὕτω τὸ ἀληθὲς, ὅ τε προειρημένος
13. λόγος οὐκ ἂν εἴη ἡμέτερον εὕρημα. νυνὶ δ’, ἐπειδὴ
14. τὸ πρῶτον αἰσθητικὸν τὸ πάσας ἐκδεχόμενον τὰς αἰσθήσεις
15. ἓν εἶναί φασι χρῆναι, καλῶς τοῦτο λέγοντες, ἔπειτα
16. διὰ τοῦτο συνελθεῖν ἀλλήλοις τὰ μαλακὰ ταυτὶ νεῦρα νομίζουσιν,
17. ἐν τούτῳ δὴ καὶ πάνυ μέγα σφάλλονται. τὸ γάρ τοι
1. πάσας τὰς αἰσθήσεις ἐκδεχόμενον ὁ ἐγκέφαλός ἐστι, ἢ
2. οὔτε τὰ τῶν ὤτων τε καὶ τῆς γλώττης νεῦρα, καὶ προσέτι
3. τῶν ἄλλων ἁπάντων τοῦ ζώου μορίων εἰς μίαν ἀρχὴν ἀνῆχθαι
4. δόξει. κατὰ ταῦτα δὲ καὶ τὸ νομίζειν, ὑπὲρ τοῦ μερίζεσθαι
5. τὰ παθήματα συνελθεῖν ἀλλήλοις τὰ νεῦρα, παρὰ
6. τὴν τῆς φύσεως εἴρηται πρόνοιαν, αὐτὸ τοὐναντίον ἐπιτεχνωμένης
7. αὐτῆς, ὡς ἤδη φθάνομεν ἐπὶ πολλῶν ἐνδειξάμενοι.
8. βέλτιον γὰρ, ἢν οἷόν τε, μηδὲν ἕτερον ἑτέρῳ συμπονεῖν.
9. εἰ δέ τῳ δόξει καὶ οὗτος ὁ λόγος ἐπιεικὴς εἶναι,
10. χρῆσθαι καὶ τούτῳ πάρεστιν, ὥσπερ γε καὶ τῷ φάσκοντι,
11. διαῤῥαγῆναι ῥᾳδίως ἂν τὰ νεῦρα κατ’ εὐθὺ τεταγμένα.
12. ἐμοὶ μὲν οὐδὲ ταῦτ’ ἀρέσκει. τὰ μὲν γὰρ εἰς τὴν γαστέρα
13. καθήκοντα νεῦρα, πρὸς τοῦ βάρους αὐτῆς κατασπώμενα,
14. πολλάκις ἐῤῥήγνυτο, εἰ μὴ περὶ τὸν στόμαχον εἱλίττετο πρότερον.
15. οἱ δ’ ἐπὶ τοὺς ὀφθαλμοὺς ἥκοντες πόροι τοιοῦτον
16. οὐδὲν ἔμελλον πείσεσθαι, μήτε βάρους τηλικούτου ποτὲ
17. προσγινομένου τοῖς ὀφθαλμοῖς, οἵου καὶ τῇ γαστρὶ, πόματός
18. τε καὶ σίτου πιμπλαμένῃ, μήτε πλανώδη τὴν θέσιν ἔχουσι,
1. μήτε πόῤῥω τῆς ἀρχῆς ἀφεστηκόσιν. εἰ δέ τι καὶ τούτων
2. ἦν, ἀλλ’ οἵ γε μύες οἱ περιέχοντες τὰ νεῦρα, καὶ πρὸ αὐτῶν
3. ἡ τῆς παχείας μήνιγγος ἀπόφυσις, οὐδὲ ἐφ’ ἑνὸς ἄλλου
4. νεύρου τοσοῦτον ἔχουσα πάχος ἢ σκληρότητα φρουρεῖν ἦν
5. ἱκανά. πρὶν μὲν γὰρ διεκπεσεῖν ἔξω τὸ κρανίον, οὐδ’ ἦν
6. ἔπαθέ τι τὰ νεῦρα, καθάπερ οὐδ’ αὐτὸς ὁ ἐγκέφαλος, καίτοι
7. διὰ παντὸς σειόμενος, οὐδὲ μέχρι τῶν ῥινῶν ἀποφύσεις
8. ἱκανῶς λεπταὶ, καὶ μαλακαὶ, καὶ προμήκεις ὑπάρχουσαι.
9. χρῆσθαι δ’ οὖν, ὡς ἔφην, ἔξεστι τῷ βουλομένῳ καὶ τούτοις
10. τοῖς λόγοις. ἐγὼ μέντοι, διὰ τὸ μὴ πάνυ τι θαῤῥεῖν αὐτοῖς
11. πεπεῖσθαι, μηδὲν εἰκῆ τὴν φύσιν ἐργάζεσθαι, μέχρι
12. πλείστου ζητήσας τὴν αἰτίαν τῆς τοιαύτης τῶν νεύρων θέσεως,
13. ἐξευρηκέναι νομίζω, καὶ μᾶλλον ὁπότε τινὶ τῶν θεῶν
14. ἔδοξεν εἶναι γραφῆς ἄξια. πρὸ τοῦ δ’ ἐκεῖνον κελεῦσαι,
15. χρὴ γὰρ τἀληθῆ λέγειν ἐπομοσάμενον αὐτοὺς τοὺς θεοὺς,
16. οὔτε τοῦτον ἔμελλον ἐρεῖν τὸν λόγον, ὅπως μὴ μισηθείην
17. τοῖς πολλοῖς, οἳ θᾶττον ἂν ὁτιοῦν παθεῖν μᾶλλον,
1. ἢ γεωμετρίας ἐφάψασθαι προέλοιντο, καὶ τῶν τριῶν τῶν
2. εἰρημένων διεγνώκειν μνημονεύσας, ἐπαινέσαι μὲν ὡς πιθανώτατον
3. ἐξ αὐτῶν τὸν ὑπὲρ τοῦ μὴ διαῤῥαγῆναι λοξοὺς
4. γενέσθαι τοὺς πόρους ἀποφῃνάμενον, αὐτὸς δ’ ὡς ἀληθῆ
5. προσθεῖναι τῷδε, τὸ ἀπ’ ἐγκεφάλου παραγινόμενον εἰς ἑκάτερον
6. τῶν ὀφθαλμῶν πνεῦμα, βέλτιον ἦν, εἴ ποθ’ ἕτερος
7. αὐτῶν ἢ μύσειεν, ἢ πηρωθείη τελέως, ὅλον εἰς τὸ ὑπόλοιπον
8. ἰέναι. διπλασιαζομένης γὰρ οὕτω τῆς ὀπτικῆς αὐτῆς
9. δυνάμεως, ἄμεινον ἔμελλεν ὄψεσθαι. καὶ μέν γε καὶ φαίνεται
10. τοῦτο γινόμενον ἐναργῶς. εἰ γὰρ θελήσαις τι μεταξὺ
11. τῶν ὀφθαλμῶν ἐπὶ τῆς ῥινὸς ἐκτεῖναι κατὰ μῆκος, ἤτοι
12. σανίδα, ἢ αὐτὴν τὴν χεῖρα τὴν σὴν, ἢ ὁτιοῦν ἄλλο δυνάμενον
13. ὑπ’ ἀμφοτέρων ὁρᾶσθαι κωλῦσαι τῶν ὀφθαλμῶν ἕκαστον
14. τῶν ἐκτὸς προκειμένων, ἀμυδρῶς ἑκατέρῳ θεάσῃ· μύσαντος
15. μέντοι θατέρου, πολὺ σαφέστερον, ὡς ἂν τῆς εἰς
16. ἀμφοτέρους τέως μεριζομένης δυνάμεως εἰς τὸν ἕτερον νῦν
17. ἰούσης. ἐγὼ μὲν δὴ ταύτην ἔμελλον ἐρεῖν μόνην τὴν χρείαν
18. τοῦ ζευχθῆναι τοὺς πόρους, οὖσαν μὲν ἀληθῆ καὶ αὐτήν.
1. ἀλλ’ ὥσπερ ἐπὶ μυρίων ἤδη δέδεικται, τὰ μὲν κατὰ πρῶτον
2. λόγον ἡ φύσις ποιοῦσα, τὰ δ’ ἐκ περιουσίας, οὕτω κᾀνταῦθα
3. πρώτη μὲν καὶ ἀναγκαιοτάτη χρεία, τὸ μὴ θεάσασθαι
4. διττὸν ἕκαστον τῶν ἐκτὸς, ἡ δὲ νῦν εἰρημένη δευτέρα.
5. θεὸς δέ τις, ὡς ἔφην, ἐκέλευσε καὶ τὴν πρώτην γραφῆναι.
6. καὶ τό γ’ ἀσαφὲς αὐτῆς οἶδεν ἐκεῖνος αὐτὸς ὡς ἐξιστάμην·
7. οἶδε δὲ καὶ ὡς οὐδ’ ἐνταῦθα μόνον, ἀλλὰ καὶ πολλαχόθι
8. τῶν ὑπομνημάτων ἑκὼν εἶναι παρέλιπον ἀποδείξεις τινὰς
9. ἢ ἀστρονομίας, ἢ γεωμετρίας, ἢ μουσικῆς, ἤ τινος ἄλλης
10. θεωρίας λογικῆς, ὅπως μὴ μισηθείη τελέως ὑπὸ τῶν ἰατρῶν
11. τὰ βιβλία. καὶ γὰρ δὴ καὶ παρ’ ὅλον ἐμαυτοῦ τὸν βίον
12. ἐπειράθην μυριάκις μοι τοῦδε συμβάντος, ὡς ἡδέως
13. ἐντυγχάνοντές μοι διά τι τῶν ἐπὶ τοῖς ἀῤῥώστοις ἔργων, ἐν
14. οἷς ἐδόκουν αὐτοῖς ἱκανῶς γεγυμνάσθαι, γνόντες ὕστερον,
15. ὅτι κᾀν τοῖς μαθήμασι γεγύμνασμαι, περιΐσταντό τε τὰ
16. πολλὰ, καὶ οὐ πάνυ τι χαίροντες ἔτι συνεγίνοντο. διὰ
17. ταῦτ’ οὖν ἀεὶ φυλαξάμενος ἅπτεσθαι τῶν τοιούτων λόγων,
1. ἐνταυθοῖ μόνον, ὡς ἔφην, ἀφοσιούμενος τῷ τοῦ δαίμονος
2. προστάγματι, γραμμικοῖς ἐχρησάμην θεωρήμασιν.
⟨
(De usu part.) [n° 017 Fichtner] [GalLat]
De usu partium
Περὶ χρείας τῶν ἐν ἀνθρώπου σώματι μορίων
Utilité des parties du corps
The Function of the Parts of the Body (UP)
Helmreich, 1907; Helmreich, 1909.
De usu partium corporis humani, 1822, vol. 3-4, p. 1-939;1-366. urn:cts:greekLit:tlg0057.tlg017.verbatim-lat1
Nöldeke, 1805 (deu); Daremberg, 1854/1856 (fra); Tallmadge-May, 1968 (eng); Garofalo, Vegetti, 1978 (ita); López Salvá, 2010 (spa).
De usu partium corporis humani, 10.14, ed. Kühn, 1822, vol. 3, p. 831-838. urn:cts:greekLit:tlg0057.tlg017.1st1K-grc1:10.14
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩