Galenus. De usu partium (De usu part.) [n° 017 Fichtner] [GalLat]

Περὶ χρείας τῶν ἐν ἀνθρώπου σώματι μορίων
Utilité des parties du corps
The Function of the Parts of the Body (UP)
Helmreich, 1907; Helmreich, 1909.
De usu partium corporis humani, 1822, vol. 3-4, p. 1-939;1-366. urn:cts:greekLit:tlg0057.tlg017.verbatim-lat1
Nöldeke, 1805 (deu); Daremberg, 1854/1856 (fra); Tallmadge-May, 1968 (eng); Garofalo, Vegetti, 1978 (ita); López Salvá, 2010 (spa).

De usu partium corporis humani, 10.15, ed. Kühn, 1822, vol. 3, p. 838-841. urn:cts:greekLit:tlg0057.tlg017.1st1K-grc1:10.15

3. Ἴσως ἂν οὗν τις ὑπολαβὼν ἐρωτήσειε, καὶ
4. πῶς, εἴπερ ἑκὼν παρέλιπον πολλὰ, πλήρης οὗτος ὁ λόγος
5. ἐστὶν, ὡς μηδενὸς μορίου παραλελεῖφθαι χρείαν, ἀλλ’ ἔστιν
6. ὧν οὐδεμίαν μόνην, ἀλλὰ καὶ πλείους εἰρῆσθαι· πρὸς ὃν
7. ἡ ἀπόκρισις ταχεῖά τε ἅμα κᾀξ αὐτῶν ὧν ἐκεῖνος προὔβαλεν
8. ἔχουσα τὴν πίστιν. ἐπειδὴ γὰρ οὕτως ἐστὶν ὁ δημιουργὸς
9. ἡμῶν σοφὸς, ὡς μὴ μίαν ἕκαστον τῶν ὑπ’ αὐτοῦ γεγονότων
10. ἔχειν τὴν χρείαν, ἀλλὰ καὶ δύο, καὶ τρεῖς, καὶ πλείους
11. πολλάκις, ἐν τούτῳ ῥᾷστον ἤδη τῶν ἀσαφεστέρων τοῖς πολλοῖς
12. παραλιπεῖν ἐνίας. ἐπεί τοι καὶ περὶ τοῦ κρυσταλλοειδοῦς
13. ὑγροῦ κατὰ τὸν ἔμπροσθεν λόγον ἔγραψά τινα χρείαν
14. τοῦ σχήματος, ἀλλὰ κᾀκεῖ τὴν πρώτην τε καὶ κυριωτάτην
15. παρέλιπον, ὅτι γραμμῶν ἐδεῖτο πρὸς τὴν ἀπόδειξιν. καὶ
16. τοίνυν καὶ λεγέσθω νῦν. ἐπειδὴ γὰρ ἅπαξ ἠναγκάσθην εἰπεῖν
17. τι περὶ τῶν ὀπτικῶν ἀρχῶν, οὐκ ἂν ἀσαφὴς ὁ λόγος
18. ἔτι γίγνοιτο τοιόσδε τις ὑπάρχων. ἐπειδὴ τὰ μὲν ὁρώμενα 
1. κατ’ εὐθείας ὁρᾶται γραμμὰς, πρόκειται δὲ τοῦ κρυσταλλοειδοῦς
2. ὑγροῦ τὸ κατὰ τὸν ῥαγοειδῆ τρῆμα, δι’ οὗ κοινωνήσειν ἔμελλε
3. τοῖς αἰσθητοῖς, εὔδηλον ἤδη τῷ γε μεμνημένῳ τῶν προειρημένων,
4. ὡς τὸ μὲν ἀκριβῶς σφαιροειδὲς
5. ἐλάττοσιν ἑαυτοῦ μέρεσι, τὸ δὲ πλατὺ
6. πλέοσι κοινωνήσει τοῖς αἰσθητοῖς. εἰ
7. δ’ οὐδέπω συνίης, ἀλλ’ ἐγὼ καὶ τοῦτο
8. διὰ γραμμῶν ἐξηγήσομαι. ἔστω δὴ
9. τῆς μὴν κόρης ἀκριβοῦς ὑπαρχούσης
10. κύκλου διάμετρος ἡ α β, τοῦ δὲ
11. κρυσταλλοειδοῦς ὑγροῦ διάμετρος μὲν
12. ἡ γ δ, τὸ δὲ πρὸς τὴν κόρην ἐστραμμένον
13. αὐτοῦ μέρος ἔστω τὸ γ ε ζ δ,
14. καὶ ἤχθωσαν ἀπὸ τῆς κόρης ἐφαπτόμεναι
15. τοῦ κρυσταλλοειδοῦς ὑγροῦ οἱ
16. β ε α ζ. δῆλον οὖν, ὡς τὸ ε ζ μέρος
17. αὐτοῦ κοινωνήσει τοῖς αἰσθητοῖς,
18. τὰ δ’ ἐφ’ ἑκάτερα τὰ γ ε δ ζ
1. οὐδὲ καθ’ ἓν αὑτῶν μέρος εἰς κοινωνίαν οὐδενὶ τῶν ὁρατῶν
2. ἀφίξεται. εἰ δέ γε ἧττον ἦν κυρτὸν, τὸ πλέον ἂν αὐτοῦ
3. μέρος ἐκοινώνησε διὰ τὸ καὶ τὰς ἐφαπτομένας εὐθείας
4. ἧττον μὲν τῶν ἱκανῶς κυρτῶν, πλέον
5. δὲ περιλαμβάνειν μέρος τῶν πεπλατυσμένων.
6. ὑποκείσθω γὰρ δὴ τοῦ
7. κρυσταλλοειδοῦς πλατυτέρου γεγενημένου
8. τὸ πρὸς τὴν κόρην ἐστραμμένον
9. μέρος τὸ γ δ η θ, καὶ ἤχθωσαν
10. πάλιν ἀπὸ τῶν τῆς κόρης
11. περάτων ἐφαπτόμεναι αἱ β η, α θ.
12. τὸ ἄρα η θ μέρος αὐτοῦ τὸ ὁμιλοῦν
13. ἔσται τοῖς αἰσθητοῖς ὀλίγου
14. παντελῶς ἐφ’ ἑκατέρου τῶν ἐφαπτομένων
15. ἀποτεμνομένου μέρους, ὃ τοῦ
16. κοινωνεῖν ἐστέρηται. εἰ μὲν γὰρ
17. ἐπίπεδον ἀκριβῶς ἦν, ὅλον ἂν οὕτως
18. ἐκοινώνει. νυνὶ δ’ ἐπιδέδεικται
1. δεῖν περιφερὲς αὐτὸ ὑπάρχειν, ἵν’ ᾖ δυσπαθές· εἴη ἂν καὶ
2. τοῦτο θαυμαστὸν ἔργον τῆς φύσεως, ἅμα μὲν περιφερὲς,
3. ἅμα δὲ πλείστοις ἑαυτοῦ μέρεσι δυνάμενον αὐτὸ κοινωνεῖν
4. τοῖς αἰσθητοῖς ἀπεργασαμένης. ᾧδε μὲν ἔχει καὶ τὰ κατὰ
5. τοὺς ὀφθαλμούς. περὶ δὲ τῶν ἄλλων τῶν καθ’ ὅλον τὸ
6. πρόσωπον μορίων ἐφεξῆς δίειμι.

Cliquer un n° de page pour en afficher l’image