3. Καὶ καλοῦσιν αὐτό τινες κυρίως ἀμφιβληστροειδῆ
4. χιτῶνα. προσέοικε μὲν γὰρ ἀμφιβλήστρῳ τὸ σχῆμα,
5. χιτὼν δ’ οὐδαμῶς ἐστιν, οὔτε τὴν χροιὰν, οὔτε τὴν
6. οὐσίαν, ἀλλ’ εἰ περιελὼν αὐτὸ καταθείης μόνον ἀθροίσας
7. εἰς ταὐτὸ, σαφῶς ἂν δόξαις ἐγκεφάλου τι μέρος ἀφῃρημένον
8. ὁρᾷν. ἔστι μὲν οὖν αὐτοῦ χρεία πρώτη μὲν καὶ μάλιστα
9. δι’ ἣν ἄνωθεν κατεπέμφθη, τῶν ἀλλοιώσεων αἰσθησόμενον
10. τοῦ κρυσταλλοειδοῦς, ἤδη δὲ καὶ διαπορθμεύειν τε καὶ διαφέρειν
11. τὴν τροφὴν τῷ ὑαλοειδεῖ. καὶ γάρ τοι καὶ φαίνεται
12. μεστὸν ἀρτηριῶν τέ τινων καὶ φλεβῶν, πολὺ πλειόνων τε
13. καὶ μειζόνων, ἤ κατὰ τὸν ἴδιον ὄγκον. ἅπασι μὲν γὰρ τοῖς
14. ἀπ’ ἐγκεφάλου νεύροις συναποφύεταί τις μοῖρα τῆς χοριοειδοῦς
15. μήνιγγος, ἀρτηρίαν ἐπιφερομένη καὶ φλέβα. μεγάλα
16. δ’ οὕτως ἀγγεῖα τῶν ἄλλων οὐδενὶ συνεξέρχεται, προμηθουμένης
17. ἄρα καὶ προπαρασκευαζούσης τῆς φύσεως οὐ τοῖς
18. νεύροις μόνοις, ἀλλὰ καὶ τοῖς κατὰ τοὺς ὀφθαλμοὺς ὑγροῖς
1. τὴν τροφήν. καὶ μέν γε καὶ τοῦ χοριοειδοῦς χιτῶνος, τοῦ
2. περιέχοντος αὐτὸ, λεπταὶ καὶ ἀραχνώδεις διαφύσεις. εἰς
3. τοῦτο δὴ τὸ ἀμφιβληστροειδὲς σῶμα διατεταμέναι σύνδεσμοί
4. τε ἅμα γίνονται καὶ τροφὴν αὐτῷ διαφέρουσι. πάμπολλα
5. γὰρ οὖν καὶ οὗτος αὐτὸς ὁ χιτὼν ὁ χοριοειδὴς ἀγγεῖα φαίνεται
6. καθ’ ὅλον ἑαυτὸν ἔχων. τοῦτο μὲν δῆλον κᾀξ αὐτοῦ
7. τοῦ ὀνόματος. οὐ γὰρ ἂν οὔτ’ ἐκάλεσαν αὐτὸν οὔτε
8. ὠνόμασαν οὕτως, εἰ μὴ σύνδεσμός τις ἀγγείων ἦν παμπόλλων,
9. ὥσπερ τὸ χορίον. αὐτήν τε οὖν ταύτην ὁ χιτὼν οὗτος
10. τὴν χρείαν παρέχεται, καὶ προσέτι χιτὼν ὄντως ἐστὶ καὶ
11. σκέπη καὶ περίβλημα τοῖς ὑποκειμένοις σώμασιν. ἡ δ’
12. ἀρχὴ καὶ τούτῳ τῷ χιτῶνι ἡ λεπτὴ μήνιγξ ἐστὶν, ἡ τὸν
13. ἐγκέφαλον περιέχουσα, περὶ ἧς ὀλίγον ἔμπροσθεν ἐλέγομεν,
14. ὡς συναποφύοιτο τοῖς νεύροις ἅπασιν, ἀρτηρίαν ἐπιφερομένη
15. καὶ φλέβα. καὶ χρὴ θαυμάσαι κᾀνταῦθα τὴν σοφίαν
16. τοῦ δημιουργοῦ. μηδαμόθι γὰρ ἀλλαχοῦ χωρίσας νεύρου
17. μηδενὸς τὰς συναποφυομένας μήνιγγας, ἀλλ’ ὑπὲρ τοῦ
18. τρέφεσθαί τε ἅμα καὶ σκέπεσθαι πανταχόθεν
1. συνεπαγόμενος αὐτὰς, ἐνταυθοῖ μόνον, ἡνίκα πρῶτον εἰς
2. τὸν ὀφθαλμὸν κατεφύετο νεῦρον, ἀμφοτέρας χωρίσας καὶ
3. ἀποστήσας αὐτοῦ, παχείας καὶ σκληρὰς ὁμοίως τῇ τὸν ἐγκέφαλον
4. αὐτὸν περιεχούσῃ παχείᾳ μήνιγγι ἢ καὶ μᾶλλον ἐκείνης
5. ἐδημιούργησε. καὶ χρὴ μὴ παρέργως ἐπισκοπεῖν ἐνταῦθα,
6. πῆ δὴ μὲν ὡσαύτως ἐγκεφάλῳ προὐνοήσατο τούτου
7. δὴ τοῦ ἀμφιβληστροειδοῦς σώματος, καὶ διαφερόντως. ὅτι
8. μὲν γὰρ ἐναντίως πάντη ταῖς ἄλλαις ἀποφύσεσιν, ἤδη πρόδηλον,
9. εἴπερ ἐκεῖνο μὲν οὐκ ἀπήγαγεν, οὐδ’ ἀπέστησεν οὐδαμοῦ
10. τῶν μηνίγγων οὐδ’ ἑτέραν, ἐν ὀφθαλμοῖς δ’ ἀμφοτέρας
11. διεχώρισεν ἀπ’ ἀλλήλων τε καὶ τῆς ἄνωθεν ἀποφύσεως.
12. αὐτῷ δὲ δὴ τῷ ἐγκεφάλῳ ταύτῃ κατὰ τοῦτον τρόπον μὲν
13. ὡσαύτως ἡ κατὰ τοὺς ὀφθαλμοὺς αὐτοῦ μοῖρα διάκειται,
14. καθὸ ἀρτηρίας ἔχει καὶ φλέβας ὅλην αὐτὴν διαπλεκούσας.
15. καὶ μέν γε καὶ ὅτι πάμπολυ διέστηκεν ἀπ’ αὐτῆς ἡ μὲν
16. σκληρὰ μήνιγξ, ἀεὶ ψαύουσά τε καὶ συνδεδεμένη τοῖς ὀστοῖς,
17. ταύτης δὲ οὐκέτι ὡσαύτως ἡ λεπτὴ καὶ μαλακὴ μήνιγξ ἢ
18. καταλέλοιπεν αὐτὸν, ἢ ἄνωθεν ἐπεκομίσατο φλέβας καὶ
1. ἀρτηρίας ἐκείνῳ χωριζομένη, καὶ αὐτό γε τοῦτο τὸ φαινόμενον
2. δεικνύσθω σοι τὴν χρείαν τοῦ χωρισμοῦ. μόνη γὰρ
3. ἀποχωρεῖ καὶ τελέως ἀγγείων ἔρημος. ὀλίγῳ δ’ ὕστερον
4. ἀναφαίνεται χοριοειδὲς οὐδὲν ἧττον τῆς κατὰ τὸν ἐγκέφαλον,
5. ἐξ ἁπάντων τῶν ὑπερκειμένων χωρίων παμπόλλας ἀγγείων
6. καταφύσεις δεχομένην δόξεις αὐτὴν οἷον εἰς ἐμπορίαν
7. τινὰ τροφῆς ἐκπεμφθεῖσαν ὀλίγην μέν τινα καὶ
8. πρὶν ἐπανελθεῖν ἀποπέμπειν, οἷον δι’ ὑπηρετῶν τῶν λεπτῶν
9. ἀγγείων ἐκείνων ὧν ὀλίγον ἔμπροσθεν εἴπομεν, τὴν δ’ ἄλλην
10. ἅπασαν ἅμα ἑαυτῷ φέρειν. ἐπανέρχεται γὰρ ἐπιφερομένη
11. πάμπολύ τι πλῆθος ἀγγείων λεπτῶν, ἐγγὺς ἀλλήλοις
12. κειμένων, καὶ μετ’ αὐτῶν ἁπάντων ἐμφύεται πάλιν εἰς τὴν
13. ἄνωθεν ἀποβλάστησιν, ὡς δοκεῖν ἐοικέναι τὴν κατάφυσιν
14. αὐτῶν ταῖς ἐπὶ τῶν βλεφάρων θριξίν. εἰκάζουσι γὰρ οὕτως
15. οὐ κακῶς, ἐμοὶ δοκεῖν, οἷς μέλει τι περὶ φύσεως ἱστορίας.
16. ἵνα δ’ ἐμφύεται πρῶτον, ἵσταταί τε καὶ παύεται
17. τοῦ πρόσω χωρεῖν ἡ ἄνωθεν ἀπόφυσις. οὗ γὰρ ἕνεκα
1. κατεπέμφθη, τοῦτ’ ἤδη πεπλήρωκεν, καὶ ἐνέφυ τῷ κρυσταλλοειδεῖ
2. σώματι, καὶ δύναται τῶν κατ’ αὐτὸ παθημάτων
3. ἄγγελος ἀγαθὸς ἐγκεφάλῳ γίγνεσθαι. κύκλος δ’ εὐλόγως
4. ἀκριβὴς ἡ σύμφυσις αὐτῶν ἐγένετο. πανταχόθεν γὰρ εἰς
5. μέσον τὸ κρυσταλλοειδὲς, περιφερὲς ὂν, τῆς προειρημένης
6. καταφύσεως γενομένης, ὁ κύκλος ἐξ ἀνάγκης ἐγενήθη, καὶ
7. μέγιστός γε οὗτός ἐστιν ἐν τῷ κρυσταλλοειδεῖ, καὶ δίχα
8. τέμνων αὐτό. πάντων γὰρ τῶν κυκλοτερέσι σώμασι συναπτομένων
9. ἡ κατὰ τὸν μέγιστον ἐν αὐτοῖς κύκλον ἀσφαλεστάτη
10. σύμφυσις, ὡς ἂν πλείσταις λαβαῖς ἑνοῦσα τὰ συμφυόμενα.
11. κατὰ δὲ τὸν αὐτὸν τοῦτον κύκλον εὔλογον ἦν ἐπισχεῖν τοῦ
12. πρόσω τὸ ὑαλοειδὲς, ὥστε διὰ τοῦτο μέσον ὀχεῖται κατ’
13. αὐτὸ τὸ κρυσταλλοειδὲς, οἷον σφαῖρά τις ἡμίτομος ἐν ὕδατι.
14. καὶ τοίνυν καὶ συνέφυσεν αὐτὰ καθ’ ἕτερον μέρος τὸ ἔνδον
15. τὸ οἷον ἡμισφαίριον τοῦ κρυσταλλοειδοῦς ἀσφαλείας
16. ἕνεκα κύκλος εἷς ὁ προειρημένος μέγιστος τῶν κατὰ τὸ
17. κρυσταλλοειδές. ὅρος δὲ κοινὸς ἀμφοτέροις καὶ σύνδεσμος
1. αὐτοῖς τε τούτοις γίνεται, καὶ προσέτι τῷ ἀμφιβληστροειδεῖ
2. σώματι, καὶ τετάρτῳ τῷ χοριοειδεῖ χιτῶνι. τὸ γὰρ ἰσχυρότατον
3. ἐν αὐτοῖς καὶ μάλιστα στηρίζειν αὐτὰ καὶ σκέπειν
4. δυνάμενον ὁ χιτὼν οὗτός ἐστιν. ἀλλ’ ὥσπερ εἰς τὴν ἐκείνων
5. φυλακὴν ἰσχυρὸς, οὕτως ἦν εἰς τὴν ἰδίαν ἀσθενὴς
6. καὶ ἀδύνατος φέρειν ἀβλαβῶς τὴν σκληρότατα τῶν περικειμένων
7. ὀστῶν. ὡς οὖν κατὰ τὸν ἐγκέφαλον, οὕτω κᾀνταῦθα
8. τὸν ἀπὸ τῆς παχείας μήνιγγος χιτῶνα περιβέβληται.
9. καὶ διεστώς γε ὁ χιτὼν οὗτος ἀπ’ αὐτοῦ κατὰ πάντα τὰ
10. μέρη, καὶ μόναις ταῖς τῶν ἀγγείων διαφύσεσι συναπτόμενος
11. αὐτῷ, κατὰ τὸν προειρημένον ἐκεῖνον κύκλον τὸν ἐν τῷ
12. κρυσταλλοειδεῖ συνέφυ. καὶ πέμπτη σύμφυσις ἐπὶ ταῖς προειρημέναις
13. τέτταρσι, καθ’ ἕνα τοῦτον τόπον γενομένη, πᾶσι
14. τοῖς ὑποκειμένοις ὄφελος οὐ σμικρόν ἐστι πρὸς τὸ μήτε
15. πάσχειν ὑπὸ τῶν περικειμένων ὀστῶν, μήτε ἐν ταῖς σφοδροτάταις
16. κινήσεσιν ἀποῤῥήγνυσθαι ἀπ’ ἀλλήλων. ἡ μὲν οὖν
17. σκληρὰ μήνιγξ ἀσφαλῶς τῇ χοριοειδεῖ συμπέφυκεν, αὕτη
18. δὲ τῷ ἀμφιβληστροειδεῖ, καὶ πάλιν αὐτὸ τῷ ὑαλοειδεῖ τε
1. καὶ κρυσταλλοειδεῖ, τῷ μὲν καθ’ ὅλον ἑαυτὸ, τῷ δὲ κατὰ
2. τὴν ἶριν μόνην, ὥστε διὰ τῶν μέσων σωμάτων τὸ ὑαλοειδὲς
3. ὑγρὸν τῷ πάντων ἔξωθεν ἥνωται χιτῶνι, τὸ μαλακώτατον
4. τῷ σκληροτάτῳ, καὶ δὴ τοῦτο ἡ φύσις ἐτεχνήσατο
5. διὰ τῆς οὕτως ἐπικαίρου μεταξὺ θέσεως. ἐπὶ δὲ τὸν αὐτὸν
6. κύκλον ἕκτος τις χιτὼν ἔξωθεν ἐγγὺς ἥκει, εἰς τὸν σκληρὸν
7. χιτῶνα καταφυόμενος, ὡς τῶν κινούντων τοὺς ὀφθαλμοὺς
8. μυῶν ἀπονεύρωσις. ἕβδομος δ’ ἐπὶ τούτοις ὅλως ἡ
9. περιοστίου κατάφυσις, ἅμα μὲν συνδοῦντος ὅλον τὸν ὀφθαλμὸν
10. τοῖς ὀστοῖς, ἅμα δὲ καὶ σκέποντος τοὺς κινοῦντας αὐτὸν
11. μῦς. καί σοι τοῦτον ἤδη τὸν ὑμένα θεάσασθαι καὶ
12. πρὸ τῆς ἀνατομῆς ἔστι, λευκὸν μὲν, οἷός περ καὶ φαίνεται,
13. τελευτῶντα δὲ, ᾗπερ καὶ τῶν ἄλλων ἕκαστος ὑποβέβληται
14. κύκλων, ἵνα συνάπτῃ τὸ λευκὸν τῷ μέλανι. καὶ καλεῖται
15. ἶρις ὁ τόπος οὗτος ὑπὸ τῶν περὶ τὰ τοιαῦτα δεινῶν· ἔνιοι
16. δὲ στεφάνην ὀνομάζουσι. καὶ εἰ καλῶς προσέλθοις αὐτῶν
17. τῇ διαιρέσει, καὶ μηδὲν συγχέας ἐπισκοποῖς, θεάσῃ κύκλους
1. ἀλλήλοις ἐπιβάλλοντας ἓξ ἐνταῦθα, καὶ πάχει καὶ χροιᾷ
2. διαφέροντας, ὥστε μηδ’ ἂν εἰ βουληθείης ἑτέρως ὀνομάσαι
3. τὸ χωρίον δυνηθῆναι πλὴν ἶριν.
⟨
(De usu part.) [n° 017 Fichtner] [GalLat]
De usu partium
Περὶ χρείας τῶν ἐν ἀνθρώπου σώματι μορίων
Utilité des parties du corps
The Function of the Parts of the Body (UP)
Helmreich, 1907; Helmreich, 1909.
De usu partium corporis humani, 1822, vol. 3-4, p. 1-939;1-366. urn:cts:greekLit:tlg0057.tlg017.verbatim-lat1
Nöldeke, 1805 (deu); Daremberg, 1854/1856 (fra); Tallmadge-May, 1968 (eng); Garofalo, Vegetti, 1978 (ita); López Salvá, 2010 (spa).
De usu partium corporis humani, 10.2, ed. Kühn, 1822, vol. 3, p. 762-769. urn:cts:greekLit:tlg0057.tlg017.1st1K-grc1:10.2
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩