4. Ἀλλὰ γὰρ οὐ ταῦτα μόνον ἔργα τῆς τοῦ
5. δημιουργοῦ σοφίας, ἀλλ’ ἔτι μακρῷ μείζω τὰ λεχθησόμενα.
6. μέχρι μὲν γὰρ τῆς μέσης χώρας τοῦ κρυσταλλοειδοῦς ἠγάγομεν
7. ἤδη τῷ λόγῳ τοὺς ἐπιβάλλοντας ἀλλήλοις καὶ συμφυομένους
8. ἐνταῦθα κύκλους ἑπτά. τὸ δὲ ἀπὸ τοῦδε μάλιστα
9. θαυμάσεις, εἰ, πρὶν ἀκούσαις παρ’ ἡμῶν, τὴν κατ’
10. αὐτὸ τέχνην πειραθείης αὐτὸς καταμόνας ἐπισκέψασθαι. τί
11. ποτ’ ἆρ’ ἦν ἐργάσασθαι βέλτιον, ἵν’ ἅμα μὲν αἰσθάνηται
12. τῶν ἰδίων αἰσθητῶν ἀκριβῶς τὸ κρυσταλλοειδὲς, ἅμα δ’
13. ἀσφαλῶς φρουρῆται, καὶ μηδὲν ὑπὸ μηδενὸς ἀδικῆται τῶν
14. ἔξωθεν; ἆρα τελέως αὐτὸ γυμνὸν καὶ ἀσκέπαστον καταλιπεῖν;
15. οὕτω μὲν ἂν οὐδὲ τὸν ἀκαριαῖον χρόνον ὑπέμεινεν, ἀλλ’
16. εὐθὺς ἂν ἀπώλετό τε καὶ διεφθάρη τελέως ὑπὸ μαλακότητος
17. συμφύτου, πρὸς μηδὲν τῶν ἔξωθεν ὁμιλούντων ἀντέχειν
1. δυνάμενον. ἢ προθεῖναί τι στεγανὸν αὐτοῦ πρόβλημα,
2. φρουρεῖν ἀσφαλῶς ἱκανόν; ἀλλ’ ἦν κίνδυνος ὑπὸ τοῦ τοιούτου
3. κατακρυφθῆναί τε καὶ παντάπασιν αὐτὸ κατασκοτισθῆναι,
4. καὶ τελέως ἀναίσθητον γενέσθαι. εἰ τοίνυν ἡ μὲν
5. τὴν ἀκρίβειαν αὐτῷ τῆς αἰσθήσεως φυλάττουσα κατασκευὴ
6. τὴν εὐπάθειαν ἐπέφερεν, ἡ δὲ τὴν δυσπάθειαν ἐκπορίζουσα
7. τὴν ἀκρίβειαν διέφθειρεν, εἰς ἄπορόν τι περιΐστατο
8. ἡ κατασκευὴ τῶν ὀπτικῶν ὀργάνων. ἀλλ’ οὐκ ἂν οὐδ’ ἐν
9. τούτοις ἔμελλεν ἀπορήσειν ὁμοίως ἡμῖν ἡ φύσις, ἀλλὰ
10. πρῶτον μὲν ἐξευρήσειν τε καὶ προνοήσεσθαι τὸ βέλτιον,
11. ἔπειτα δὲ καὶ κατασκευάζειν αὐτὸ σὺν ἄκρᾳ τῇ τέχνῃ. τοῦ
12. μὲν γὰρ παχέος καὶ σκληροῦ σκεπάσματος εἰς αὐτὸ τὸ
13. σφέτερον αὐτῶν ἔργον βλάψοντος τοὺς ὀφθαλμοὺς, τοῦ δὲ
14. λεπτοῦ καὶ μαλακοῦ παντάπασιν εὐπαθοῦς ἐσομένου, τὸ
15. σκληρὸν μὲν, λεπτὸν δὲ μάλιστα, εἰ καὶ λευκὸν ἀποτελεσθείη,
16. βέλτιον ἔγνω γενησόμενον. ἐπὶ δὲ τὴν δημιουργίαν
17. αὐτοῦ τραπομένη, πάντως μὲν ἔμελλεν ἐξ ἑνὸς τῶν ἑπτὰ
1. κύκλων τῶν κατὰ τὴν ἶριν ἀποφύσειν αὐτό. ἀλλ’ ἀπὸ μὲν
2. τῶν μαλακῶν τῶν τεττάρων οὐκ ἐνεδέχετο σκληρὸν ἀποφύειν
3. χιτῶνα. λοιπῶν δὲ ὄντων τριῶν τῶν ἔξωθεν, ὁ μὲν
4. ὕστατος ἁπάντων ὁ τοῦ περιοστίου κύκλος, εἰ καὶ τῶν ἔνδον
5. τῶν τεττάρων πολὺ σκληρότερός ἐστιν, ἀλλὰ τῆς γε
6. τοῦ σκεπάσματος χρείας ἐνδεέστερος· ὁ δ’ ὑπ’ αὐτῷ δεύτερος
7. ἀπὸ τῶν μυῶν αὐτοῦ ἑτέρων ἐδεῖτο σκεπασμάτων·
8. λοιπὸς οὖν ἀπὸ τῆς μήνιγγος ὁ σκληρὸς χιτὼν, ὁ τὸν χοριοειδῆ
9. περιέχων, ἀφ’ οὗ δυνατὸν ἦν γεννῆσαι τὸ σκέπασμα.
10. σκόπει δὲ κᾀνταῦθα τὴν πρόνοιάν τε ἅμα καὶ τέχνην τῆς
11. φύσεως. παχὺν μὲν ἱκανῶς ὄντα τοῦτον τὸν χιτῶνα, καὶ
12. ἧττον τῆς χρείας πυκνὸν, λεπτότερόν τε ἅμα καὶ πυκνότερον
13. ἀποφύειν ἀπήρξατο, καὶ κατὰ βραχὺ προάγουσα τὸ
14. μεσαίτατον αὐτοῦ πάνυ σφόδρα λεπτὸν καὶ πυκνὸν ἀπειργάσατο.
15. καί σοι δόξει δεινῶς ἐοικέναι τοῦτο τοῖς κέρασι
16. τοῖς εἰς λεπτὰ τετμημένοις. ὅθεν αὐτοῦ καὶ τὴν προσηγορίαν
17. πρέπειν ἡγησάμενοι τοῦ κερατοειδοῦς οἱ περὶ τὰς ἀνατομὰς
18. δεινοὶ, αὐτοί τε οὕτως ἐκάλουν, καὶ μένει τοὔνομα
1. μέχρι δεῦρο ἀεί. οὗτος οὖν ὁ κερατοειδὴς χιτὼν λεπτὸς
2. καὶ σκληρὸς καὶ πυκνὸς γενόμενος, εὐθὺς ἄρ’ ἔμελλεν ἔσεσθαι
3. καὶ λαμπρὸς, οἷος ἐπιπέμπειν αὐγὴν ἐπιτηδειότατος
4. εἶναι, παραπλησίως τοῖς ἀκριβῶς διεξεσμένοις τε καὶ λελεπτυσμένοις
5. κέρασιν. ἆρ’ οὖν εἰ καὶ προμηθεῖσθαι τὰ
6. τοιαῦθ’, ὥσπερ ἡ φύσις, οὕτω καὶ ἡμεῖς ἱκανοὶ τό τε ἐπιμηθεῖσθαι,
7. καὶ μέμψασθαί τινι τῶν γεγονότων, ὡς ἦν
8. ἄμεινον ἑτέρως αὐτὸ κατεσκευάσθαι, δυνατοί; ἐγὼ δὲ νομίζω
9. μηδὲ τοῦτο τοὺς γοῦν πολλοὺς ἡμῶν δύνασθαι. οὔτε
10. γὰρ ἐξηγοῦνται τὴν τέχνην τῆς φύσεως, οὕτω γὰρ ἂν αὐτὴν
11. καὶ πάντως θαυμάσειαν, οὔτ’, εἰ καὶ μὴ τοῦτο, τό γ’ οὖν
12. μὴ ψέγειν αὐτὴν ὑπάρχει. δίκαιον δ’ ἤδη δεῖξαι βελτίονα
13. κατασκευὴν ἑτέραν τῆς νῦν οὔσης, ἢ τοῦτο μὴ δυναμένους
14. ποιῆσαι ταύτην θαυμάζειν. ἑπτὰ κύκλων κατὰ τὴν
15. ἶριν ὑπαρχόντων, ὦ οὗτος ὁ λοιδορούμενος τῇ φύσει, δεῖξον
16. ἡμῖν ἕτερον ἐπιτηδειότερον εἰς τὴν τοῦ κερατοειδοῦς χιτῶνος
17. γένεσιν. ἢ, εἰ τοῦτ’ ἀδυνατεῖς, καί σοι δοκεῖ οὐ καλῶς ἀπὸ
1. τοῦ σκληροτάτου πάντων πεφυκέναι, δεῖξον αὖ, τί ἂν, εἰ σὺ
2. κατέστης ἐν τῇ τοῦ Προμηθέως χώρᾳ, βέλτιον ἂν ἀπειργάσω
3. περὶ αὐτὸν τὸν ἀποφύντα χιτῶνα. ἆρ’ οὐ λεπτὸν
4. μὲν καὶ λευκὸν, ἵν’ ἀκωλύτως διαπέμπῃ τὰς ὄψεις, σκληρὸν
5. δὲ, ἵν’ ἀσφαλῶς φρουρῇ τὸ κρυσταλλοειδὲς ὑγρὸν, ἐδημιούργησας
6. αὐτόν; οὐκ ἂν ἔχοις εἰπεῖν ἑτέρως. καίτοι πολὺ
7. ῥᾷον ἐξευρεῖν τι τῶν παροφθέντων, καὶ μέμψασθαι, καὶ
8. μεταθεῖναι, τοῦ πάντ’ ἐξ ἀρχῆς ἀμέμπτως κατασκευάσαι.
9. θέασαι δὴ πάλιν ἤδη ποτὲ σωφρονήσας τὰ λοιπὰ τῆς φύσεως
10. ἔργα. ὁ γάρ τοι κερατοειδὴς χιτὼν οὗτος, λεπτὸς καὶ
11. πυκνὸς γενόμενος, ἐπιτηδειότατον μέν ἐστι πρόβλημα τοῦ
12. τῆς ὄψεως ὀργάνου πρὸς τὸ μήθ’ ὑπὸ τῶν ἔξωθεν ἀδικεῖσθαι
13. τὰς ὄψεις, ἄλλα δ’ ἐξ ἀνάγκης ἑπόμενα τῇ τοιαύτῃ
14. κατασκευῇ τρία κέκτηται κακὰ, ἃ σὺ μὲν, ὦ σοφώτατε
15. κατήγορε, τὴν Προμηθέως ἐξουσίαν κτησάμενος,
16. ἴσως ἃν που παρεῖδες, οὐ μὴν αὐτός γε ὁ Προμηθεὺς,
17. ἀλλ’ οἶδε σαφῶς, ὡς ἂν εἰδὼς προμηθεῖσθαι, πρῶτον
1. μὲν ἀπορήσοντα τροφῆς τὸν κερατοειδῆ χιτῶνα τοῦτον, ὡς
2. ἂν μήθ’ ἕλκειν δι’ οὕτω μακροῦ δυνάμενον, μήτ’ εἰς ἑαυτὸν
3. δέξασθαι τὰς φλέβας, ὡς ἂν πυκνὸν καὶ σκληρὸν
4. καὶ λεπτὸν ὑπάρχοντα, δεύτερον δὲ πρὸς μὲν τὰς ἀπὸ
5. τῶν ἔξωθεν βλάβας ἱκανὸν ἐσόμενον στέγασμα τοῦ κρυσταλλοειδοῦς,
6. αὐτὸν δ’ οὐδὲν ἧττον ἐκείνων λυπήσοντα τῇ
7. σκληρότητι, καὶ τρίτον ἔτι πρὸς τούτοις σκεδάσοντά τε
8. καὶ διαφορήσοντα τὴν ἐπιπεμπομένην ἄνωθεν τοῖς ὀφθαλμοῖς
9. ὀπτικὴν δύναμιν· ἧς σὺ μὲν ἀγνοῶν τὴν οὐσίαν, ὡς
10. αὐγοειδής ἐστιν, ἀγνοῶν δὲ καὶ ὅτι φθείρεται διαφορουμένη
11. κατὰ τὴν πρὸς τὰς λαμπροτέρας τε καὶ σφοδροτέρας αὐγὰς
12. ἀθρόαν ὁμιλίαν, οὐ καλῶς ἔγνως, οἰκεῖον αὐτῇ περιτιθεὶς
13. κακὸν οὕτω λαμπρὸν χιτῶνα, οὐ μὴν ὅ γε δημιουργὸς τῶν
14. ζώων. ἀλλὰ πρῶτον μὲν, ὅπως ὁ κερατοειδὴς θρέψεται,
15. δεύτερον δὲ, ὅπως μηδέποθ’ ἅψηται τοῦ κρυσταλλοειδοῦς
16. ὑγροῦ, τρίτον δὲ, ὅπως μηδὲ διαφορήσῃ τὴν αὐγὴν αὐτοῦ,
17. προὐνοήσατο, καὶ δι’ ἑνός γε μηχανήματος ἅπαντα ταῦτα
18. ἐπηνωρθώσατο. καί σοι καὶ τοῦτ’ ἔλεγον τάχα ἂν, ὦ
1. δεινότατε κατήγορε τῆς φύσεως, εἰ μὴ πάνυ σαφῶς ἠπιστάμην
2. ἀντεροῦντά σε τοῖς περὶ τῆς ὄψεως λόγοις. ἐκείνους
3. μὲν μηδ’ ἀκηκοέναι δόκει, μηδ’ ὀλίγον ἔμπροσθεν εἰρῆσθαι
4. πρὸς ἡμῶν, ὡς αὐγοειδής ἐστιν αὐτῆς ἡ οὐσία, ἀλλ’ ἄῤῥητόν
5. τε καὶ ἄγνωστον αὐτὴν ὑποθέμενος, αὐτό γε τοῦτο δι’ ἔργων
6. ὑποδεικνύμενον, εἰ βούλει, μάθε. μᾶλλον δ’ ἀναμνήσθητι,
7. πῶς ὑπὸ λαμπρᾶς καὶ σφοδρᾶς αὐγῆς τὰς ὄψεις βλαπτόμεθα.
8. τοὺς μὲν δὴ διὰ πολλῆς χιόνος ὁδοιπορήσαντας
9. στρατιώτας, τοὺς τοῦ Ξενοφῶντος, εἰς ὅσον ἐβλάβησαν, ἴσως
10. ἀγνοεῖς. οὐδὲν γάρ μοι θαυμαστὸν, ἀμελεῖν σε καὶ τῶν
11. ἐκείνου γραμμάτων. οἶμαι δέ σε μηδ’ ὅτι Διονύσιος ὁ τῆς
12. Σικελίας τύραννος οἶκον ὑπὲρ τοῦ δεσμωτηρίου κατεσκευάσατο,
13. τά τ’ ἄλλα φανώτατον καὶ πάνυ λαμπρότατον, τιτάνῳ
14. κεχρισμένον, ἀκηκοέναι ποτὲ, μηδ’ ὡς εἰς τοῦτον τὸν
15. οἶκον ἐκ πολυχρονίου τῆς κάτω διατριβῆς ἀνῆγεν ἄνω τοὺς
16. δεσμώτας, οὐδ’ ὡς ἂν ἐκ πολλοῦ τε καὶ βαθέος σκότους
17. εἰς αὐγὴν λαμπρὰν ἐλθόντες, ἔμελλον δήπουθεν ἀσμένως
1. εἰς αὐγὴν ἀναβλέψαι, ἀναβλέψαντες δ’ ἐτυφλοῦντο, μὴ φέροντες
2. ἐξαιφνίδιόν τε καὶ ἀθρόαν αὐγῆς λαμπρᾶς προσβολήν.
3. ἐάσαντες οὖν ταῦτα, τῶν ὁσημέραι φαινομένων ἀναμιμνήσκειν
4. σε πειράσομαι. πρῶτον μὲν τῶν γραφέων, καὶ
5. μάλισθ’ ὅταν ἐν λευκαῖς διφθέραις γράφωσιν, ὡς κάμνειν
6. ῥᾳδίως αὐτῶν τὴν ὄψιν, εἰ παντάπασιν ἀβοήθητος εἴη.
7. ταῦτ’ ἄρα προμηθούμενοι, κυανά τε καὶ φαιὰ παρατίθενται
8. χρώματα, πρὸς ἃ συνεχῶς ἀποβλέποντες ἀναπαύουσι τὰς
9. ὄψεις. ἀλλὰ καὶ τοὺς ὀφθαλμιῶντας ἐξελέγχει μὲν καὶ
10. βλάπτει τὸ φῶς· ἄλυπα δὲ καὶ τούτων ἐστὶ τὰ φαιὰ καὶ
11. κυανὰ θεάματα. καὶ ὅσοι διὰ λαμπρᾶς αὐγῆς ἰδεῖν τι
12. βούλονται πόῤῥωθεν, ἤτοι τὰς χεῖρας ὑπὲρ τῶν ὀφθαλμῶν
13. κατ’ αὐτὰς τὰς ὀφρῦς παρατείνουσι, ἢ τῶν χειρῶν ἄλλο τι
14. μεῖζόν τε καὶ στεγανώτερον. ἀλλὰ κᾀν ταῖς ἡλιακαῖς ἐκλείψεσι
15. ταῖς μεγάλαις ἀστέρες φαίνονται διὰ τὴν αὐτὴν
16. αἰτίαν, ὥσπερ καὶ τοῦτο γενόμενον ἐν τοῖς καθ’ ἑαυτὸν
17. χρόνοις ἔγραψε Θουκυδίδης. ἀλλὰ κᾀκ τῶν βαθέων φρεάτων
1. ἀστέρες ὁρῶνται, μάλισθ’ ὅταν μὴ κατὰ τὴν μεσημβρίαν
2. ὁ ἥλιος ἱστῆται. καὶ μέντοι καὶ αὐτὸν εἴ τις ἐθέλοι
3. τὸν ἥλιον ἀσκαρδαμυκτὶ θεάσασθαι, ταχέως ἂν διαφθαρείη
4. τὰς ὄψεις, καὶ πολλοὶ κατὰ τὰς ἐκλείψεις ἀκριβεστέραν
5. διάγνωσιν τοῦ γιγνομένου παθήματος ποιήσασθαι
6. βουληθέντες, εἶτ’ ἀτενὲς ἀποβλέποντες εἰς τὸν ἥλιον,
7. ἔλαθον ἑαυτοὺς τελέως τυφλωθέντες. ἀλλὰ καὶ τὸ διὰ
8. χιόνος ὁδοιπορεῖν ἡλίκον ἐστὶ κακὸν ταῖς ὄψεσι, εἰ καὶ μὴ
9. τῷ Ξενοφῶντι πιστεύεις, ἔνεστί σοι πείρᾳ μαθεῖν. εἰ δ’
10. ὑπομένεις τι καὶ φυσικώτερον ἀκοῦσαι, λύχνον καιόμενον,
11. ἤ τινα ἑτέραν φλόγα καταθεὶς ἐν ἡλίῳ λαμπρῷ, μαραινομένην
12. αὐτίκα θεάσῃ. καὶ μέν γε καὶ φλογὸς ἡστινοσοῦν
13. μεγάλης εἰ πλησίον θείης τὸν λύχνον, ἤ τινα ἑτέραν μικροτέραν,
14. αὐτίκα σβέννυται, νικωμένης ἀεὶ καὶ διαφορουμένης
15. τῆς ἐλάττονος αὐγῆς ὑπὸ τῆς μείζονος. οὔκουν ἔμελλεν ἡ
16. φύσις εὐθέως ἐν αὐτοῖς τοῖς ὀφθαλμοῖς διαφορήσειν τὴν
17. τοῦ κρυσταλλοειδοῦς αὐγήν. ἀλλ’ αὐτήν τε ταύτην, καὶ
18. σὺν αὐτῇ τὴν κατὰ τὸ ὑαλοειδὲς, ὡς ἂν ἀκριβῶς σώζοιτο
1. συνεχομένη τε καὶ πανταχόθεν ἐσφιγμένη, προὐνοήσατο τὸν
2. ἀπὸ τῆς λεπτῆς μήνιγγος φυόμενον χιτῶνα τὸν χοριοειδῆ,
3. πολλαχόθεν μὲν μέλανα, πολλαχόθεν δὲ φαιόν τε καὶ κυανὸν
4. ἐργασαμένη. τοῦτον οὖν αὐτὸν ἀπὸ τῆς ἴριδος ἅμα τῷ
5. κερατοειδεῖ προήγαγε, τὰς προειρημένας τρεῖς χρείας παρέξοντα,
6. θρέψοντα τῇ παραθέσει τὸν κερατοειδῆ, κωλύσοντα
7. προσπίπτειν τῷ κρυσταλλοειδεῖ τι βλαβερὸν, θέαμα γενησόμενον
8. ἰατήριον πονούσης ὄψεως. ὅθεν, οἶμαι, καὶ φύσει
9. πάντες, ἐπειδὰν κάμνωμεν ἐν λαμπραῖς αὐγαῖς, αὐτίκα
10. τὰ βλέφαρα κλείομεν, ἐπὶ τὸ σύμφυτον ἴαμα σπεύδοντες.
11. ἐγὼ μὲν δὴ καὶ ταύτην θαυμάζω τὴν ἐπαληλιμμένην
12. τῷ χιτῶνι τούτῳ κυανὴν χρόαν. ὅταν γὰρ μήτ’ ἐν ἄλλῳ
13. τινὶ μέρει τοῦ σώματος, ἢ κατὰ τοῦτο μόνον εὑρίσκηται,
14. μήτ’ ἄλλο τι φαίνηται δεόμενον αὐτῆς ἢ τοῦτο, δῆλον
15. ἤδη τὸ διὰ παντὸς ἀποδεδειγμένον τοῦ λόγου, τὸ μήτ’
16. ἐλλιπῶς, μήτ’ ἀργῶς ὑπὸ τῆς φύσεως γεγονέναι μηδέν.
⟨
(De usu part.) [n° 017 Fichtner] [GalLat]
De usu partium
Περὶ χρείας τῶν ἐν ἀνθρώπου σώματι μορίων
Utilité des parties du corps
The Function of the Parts of the Body (UP)
Helmreich, 1907; Helmreich, 1909.
De usu partium corporis humani, 1822, vol. 3-4, p. 1-939;1-366. urn:cts:greekLit:tlg0057.tlg017.verbatim-lat1
Nöldeke, 1805 (deu); Daremberg, 1854/1856 (fra); Tallmadge-May, 1968 (eng); Garofalo, Vegetti, 1978 (ita); López Salvá, 2010 (spa).
De usu partium corporis humani, 10.3, ed. Kühn, 1822, vol. 3, p. 769-778. urn:cts:greekLit:tlg0057.tlg017.1st1K-grc1:10.3
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩