17. Οὐδὲν δ’ ἧττον αὐτῆς θαυμάζω καὶ τὴν
1. ἐπιτραφεῖσαν ἐντὸς τραχύτητα τῷ περιέξοντι τὸ ὑαλοειδὲς
2. ὑγρὸν χιτῶνι. ὑγρὰ γὰρ αὕτη γε καὶ μαλακὴ, καθαπερεὶ
3. σπογγιὰ, τοῦ κρυσταλλοειδοῦς ὑγροῦ ψαύουσα, τὴν τοῦ χιτῶνος
4. ὅλου γειτνίασιν ἄλυπον παρέχει. καὶ τούτου μᾶλλον
5. ἔτι θαυμάζω τὴν ἐκτὸς πυκνότητα, καθ’ ἣν ὁμιλεῖ
6. τῷ σκληρῷ χιτῶνι τῷ κερατοειδεῖ. οὐ μόνον γὰρ οὐδὲν
7. ἐχρῆν ὑπὸ τοῦ κυανοῦ τούτου χιτῶνος λυπεῖσθαι τὸ κρυσταλλοειδὲς
8. ὑγρὸν, ἀλλὰ μηδ’ αὐτόν τι πάσχειν ὑπὸ τοῦ κερατοειδοῦς.
9. ἔτι δὴ μεῖζον θαῦμα τὸ κατὰ τὴν κόρην αὐτοῦ
10. τρῆμα. πάντα γὰρ ἂν ἄρδην ἀπώλετο τὰ καλῶς προπεπονημένα,
11. μόνου τούτου παροφθέντος. ἀλλ’ οὐκ ἄρ’
12. ἔμελλεν ἡ φύσις αὐτὸ, καθάπερ οὐδ’ ἄλλο τι, παρόψεσθαι.
13. διέτρησε δ’ ἐνταῦθα τὸν κυανὸν χιτῶνα τοῦτον τὸν ῥαγοειδῆ.
14. καλοῦσι γὰρ οὕτως αὐτὸν, εἰκάσαντες, οἶμαι, ῥαγὶ
15. σταφυλῆς τήν τ’ ἐκτὸς λειότητα καὶ τὴν ἐντὸς δασύτητα.
16. καὶ κατὰ τοῦτο μόνον τὸ τρῆμα τοῦ κερατοειδοῦς τε καὶ
17. τοῦ κρυσταλλοειδοῦς οὐδεὶς ἐν τῷ μέσῳ χιτὼν ἕτερός ἐστιν,
18. ἀλλ’ οἷον διὰ λεπτοῦ πάνυ καὶ λευκοῦ κέρατος ἡ τῆς ἔνδον
1. αὐγῆς πρὸς τὴν ἔξω κοινωνία τε καὶ κρᾶσις γίγνεται.
2. ὅπως οὖν μηδὲ κατὰ τοῦτο τὸ τρῆμα ψαύσῃ ποθ’ ὁ κερατοειδὴς
3. χιτὼν τοῦ κρυσταλλοειδοῦς ὑγροῦ, προνοήσας ἡμῶν
4. ὁ δημιουργὸς, ἅμα μὲν ἐπὶ πλέον ἐκτὸς ἀπάγων ταύτην τὴν
5. μοῖραν τοῦ κερατοειδοῦς, ἅμα δ’ ὑγρὸν λεπτὸν καὶ καθαρὸν,
6. οἷόν περ τὸ ἐν τοῖς ὠοῖς ἐστι, περιχέας τῷ κρυσταλλοειδεῖ,
7. καὶ τρίτον ἐπὶ τούτοις ἀερώδους τε καὶ αὐγοειδοῦς
8. πνεύματος πληρώσας τὴν χώραν ἅπασαν τῆς κόρης.
9. ᾧδε μὲν ἔχει τὸ ἀληθές. δεῖ δὲ ἀποδείξεως ἔτι τῷ λόγῳ,
10. καὶ μάλιστα διὰ τοὺς μήτ’ ἐνέργειαν, μήτε χρείαν μηδεμίαν
11. εὑρίσκεσθαι βουλομένους, ἀλλ’ ἀποκεκρύφθαι πάντα καὶ
12. τελέως ἀγνοεῖσθαι σπεύδοντας. ὁ τοίνυν κερατοειδὴς οὗτος
13. χιτὼν, καθ’ ἃ μὲν ἀποφύεται τῆς ἴρεως, ἐγγυτάτω φανεῖταί
14. σοι τοῦ κρυσταλλοειδοῦς ὑγροῦ, ὡς ἂν ἁπάντων κατὰ
15. τοῦτο τὸ χωρίον συμπεφυκότων τῶν ἐν τοῖς ὀφθαλμοῖς
16. ὑγρῶν τε καὶ χιτώνων, ἔξω δὲ γιγνόμενος ἀεὶ καὶ μᾶλλον
17. ἀποχωρεῖ, καὶ πλεῖστον ὅσον ἀφέστηκε κατὰ τὴν κόρην, ὡς
1. ἐν ταῖς ἀνατομαῖς ἐστι μαθεῖν καὶ ταῖς τῶν ὑποκεχυμένων
2. παρακεντήσεσιν. ἐν γὰρ τῇ μεταξὺ χώρᾳ τοῦ κερατοειδοῦς
3. χιτῶνος καὶ τοῦ κρυσταλλοειδοῦς ὑγροῦ, ὡς ἂν ἁπάντων
4. συνισταμένων τῶν ὑποχυμάτων, τὸ καθιέμενον ὄργανον ὑπὲρ
5. τοῦ παράγειν αὐτὰ, διὰ πολλῆς εὐρυχωρίας ἄνω τε καὶ
6. κάτω, καὶ τῇδε κᾀκεῖσε, καὶ ὅλως ἐν κύκλῳ τε καὶ πανταχόσε
7. περιφερόμενον, οὐδετέρου ψαύει τῶν εἰρημένων σωμάτων,
8. ὡς ἂν ἱκανῆς τὸ μέγεθος οὔσης αὐτῶν τῆς
9. διαστάσεως.
⟨
(De usu part.) [n° 017 Fichtner] [GalLat]
De usu partium
Περὶ χρείας τῶν ἐν ἀνθρώπου σώματι μορίων
Utilité des parties du corps
The Function of the Parts of the Body (UP)
Helmreich, 1907; Helmreich, 1909.
De usu partium corporis humani, 1822, vol. 3-4, p. 1-939;1-366. urn:cts:greekLit:tlg0057.tlg017.verbatim-lat1
Nöldeke, 1805 (deu); Daremberg, 1854/1856 (fra); Tallmadge-May, 1968 (eng); Garofalo, Vegetti, 1978 (ita); López Salvá, 2010 (spa).
De usu partium corporis humani, 10.4, ed. Kühn, 1822, vol. 3, p. 778-781. urn:cts:greekLit:tlg0057.tlg017.1st1K-grc1:10.4
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩