Galenus. De usu partium (De usu part.) [n° 017 Fichtner] [GalLat]

Περὶ χρείας τῶν ἐν ἀνθρώπου σώματι μορίων
Utilité des parties du corps
The Function of the Parts of the Body (UP)
Helmreich, 1907; Helmreich, 1909.
De usu partium corporis humani, 1822, vol. 3-4, p. 1-939;1-366. urn:cts:greekLit:tlg0057.tlg017.verbatim-lat1
Nöldeke, 1805 (deu); Daremberg, 1854/1856 (fra); Tallmadge-May, 1968 (eng); Garofalo, Vegetti, 1978 (ita); López Salvá, 2010 (spa).

De usu partium corporis humani, 10.5, ed. Kühn, 1822, vol. 3, p. 781-785. urn:cts:greekLit:tlg0057.tlg017.1st1K-grc1:10.5

10. Ὅτι δ’ ἐν τῷ μεταξὺ τοῦ κρυσταλλοειδοῦς
11. ὑγροῦ καὶ τοῦ ῥαγοειδοῦς χιτῶνος ὑγρότης τις λεπτὴ περιέχεται,
12. καὶ ὅτι πνεύματος πλήρης ἐστὶν ὁ κατὰ τὴν κόρην
13. τόπος, ἐκ τῶνδ’ ἂν μάλιστα γνοίης· πρῶτον μὲν, ὅτι τεταμένον
14. ἀκριβῶς ὁρᾷς ἐπὶ τῶν ζώντων τὸν ὀφθαλμὸν, καὶ
15. πλήρη πανταχόθεν, καὶ οὐδαμῆ ῥυσσὸν, οὐδὲ χαλαρὸν
16. αὐτοῦ μόριον οὐδέν. εἰ δὲ τεθνεῶτος ἐθέλοις λαβὼν διαιρεῖν,
17. ἤδη μέν πως ῥυσσότερον ὄψει τοῦ κατὰ φύσιν καὶ
18. πρὸ τῆς διαιρέσεως. διελόντι δέ σοι τὸν κερατοειδῆ χιτῶνα
1. παραχρῆμα μὲν ἀπαντήσει τὸ λεπτὸν ὑγρὸν ἐκχεόμενον, ὃ
2. κᾀν ταῖς παρακεντήσεσι φαίνεται πολλάκις ἐκρέον διὰ τῆς
3. τρώσεως, εὐθὺς δ’ ἂν ἅπας ὁ ὀφθαλμὸς ῥυσσὸς γένοιτο,
4. καὶ προσεσταλμένος, καὶ χαλαρὸς, καὶ διατείνοντι δὲ καὶ
5. ἀφιστῶντι τοὺς χιτῶνας ἀπὸ τοῦ κρυσταλλοειδοῦς ἡ μεταξὺ
6. χώρα παμπόλλη κενὴ φαίνεται. εἰ τοίνυν αὐτὴ πρότερον
7. μὲν, ὅτ’ ἔζη τὸ ζῶον, ἐπεπλήρωτό τε καὶ διατετάκει τοὺς
8. χιτῶνας, ἀποθανόντος δὲ κενὴ μὲν αὐτὴ, χαλαροὶ δὲ οἱ
9. περικείμενοι γίνονται χιτῶνες, δῆλον ὡς ἤτοι πνεύματός τινος,
10. ἢ ὑγρότητος, ἢ ἀμφοῖν πεπλήρωται. καὶ μὲν δὴ καὶ
11. εἰ τὸν ἕτερον τῶν ὀφθαλμῶν μύσαιμεν, ἀνεῳγότα φυλάττοντες
12. τὸν ἕτερον, εὐρυνομένην τε καὶ διεσταλμένην, ὡς ἂν
13. ἐμφυσωμένην ὀψόμεθα τὴν κόρην. καὶ τοῦτο καὶ τῷ λόγῳ
14. μὲν δῆλον, ὡς πληρουμένη μὲν πνεύματος οὕτω διατίθεται,
15. καὶ δι’ ἐπιτεχνήσεως δ’ ἂν οὐχ ἥκιστα πειραθείης τε
16. καὶ βασανίσαις τὸν λόγον αὐτοῖς τοῖς ἐναργῶς φαινομένοις.
17. ἐμφυσήσας γὰρ ἐκ τῶν ἔνδον μερῶν τὸν ῥαγοειδῆ χιτῶνα,
18. διϊστάμενον ὄψει τὸ τρῆμα. ᾧδε μὲν τῇ πείρᾳ δῆλον, ὡς
1. πληρουμένη πνεύματος ἡ κόρη διευρύνεται. ἀτὰρ οὐδὲ ὁ
2. λόγος ἄλλο τί φησιν, ἢ ὡς μεστούμενος ἔνδοθεν ὁ ῥαγοειδὴς
3. ἐπὶ πλεῖστον ἐκτείνεταί τε καὶ διατείνεται, καὶ οὕτω
4. καὶ τὸ τρῆμα μεῖζον ἴσχει γιγνόμενον, ὥσπερ καὶ τἄλλα
5. πάνθ’, ὅσοις ὀπαί τέ τινές εἰσι καὶ διεκτρήσεις, ὑμενώδεσί
6. τε καὶ λεπτοῖς ὑπάρχουσι, καὶ καταπίπτειν εἰς ἑαυτὰ δυναμένοις.
7. οὕτως οὖν καὶ ταυτὶ τὰ κόσκινα τετάσθαι δεῖται
8. τοὺς χιτῶνας, ἢ συμπίπτουσιν αὐτῶν αἱ ὀπαί. εἰ τοίνυν
9. ἔτι μὲν περιόντος τούς θ’ ὑμένας ἀμφοτέρους τεταμένους
10. ἐστὶν ἰδεῖν, καὶ μύσαντος θατέρου τῶν ὀφθαλμῶν,
11. εὐρυνομένην θατέρου τὴν κόρην, ἀποθανόντος δὲ, χαλαροὺς
12. μὲν ἤδη καὶ πρὸ τοῦ κενωθῆναι τὸ λεπτὸν ὑγρὸν,
13. χαλαροὺς δὲ ἐσχάτως ἐπὶ τῇ κενώσει γιγνομένους, δῆλον ὡς
14. ὑπ’ ἀμφοῖν, ὑγροῦ τε καὶ πνεύματος, ὁπότ’ ἔζη τὸ ζῶον,
15. ἐπεπλήρωντο. ἀλλὰ τὸ μὲν ὡς ἂν λεπτότερόν τε καὶ κουφότερον
16. ῥᾳδίως ἐκκενοῦται πρὸ τῆς διαιρέσεως, τὸ δ’ ὑγρὸν
17. ἔτι διαμένει, κενώσεως αἰσθητῆς δεόμενον. ἀλλὰ καὶ τοῖς 
1. πάνυ πρεσβύταις ῥυσσὸς εἰς τοσοῦτον πολλάκις ὁ κερατοειδὴς
2. γίνεται χιτὼν, ὥστε οἱ μὲν οὐδ’ ὅλως, οἱ δὲ φαύλως
3. τε καὶ μόγις ἔτι βλέπουσιν. ἐπιπιπτουσῶν γὰρ ἀλλήλαις
4. τῶν ῥυτίδων, καὶ διὰ τοῦτο διπλουμένου τοῦ χιτῶνος, καὶ
5. πάχος ἐπίκτητον λαμβάνοντος, ἐλάττονός τε παραγινομένου
6. τοῦ ἄνωθεν πνεύματος εἰς τὴν κόρην, κατὰ λόγον ἐμποδίζονται
7. τὰς ὄψεις. αὐτὸ δὲ δὴ τοῦτο τὸ ἔλαττον ἐπιῤῥεῖν
8. ἀπὸ τῆς ἀρχῆς τὸ πνεῦμα μάλιστ’ αἴτιον γίνεται τοῦ ῥυσσοῦσθαι
9. κατὰ τὴν κόρην. ἐξ ὧν ἁπάντων δῆλον, ὡς πεπλήρωται
10. διὰ παντὸς ἡ μετὰ τὸ κρυσταλλοειδὲς ὑγρὸν χώρα
11. σύμπασα πνεύματός τε ἅμα καὶ λεπτῆς ὑγρότητος, καὶ
12. ὡς κατὰ μὲν τὰ ἄλλα μέρη τὸ ὑγρὸν, ἐν αὐτῇ δὲ μάλιστα
13. τῇ κόρῃ πλεῖστον τὸ πνεῦμά ἐστι. πρεσβύταις μὲν οὖν ἡ
14. ῥυσσότης τοῦ κερατοειδοῦς αὐτοῦ τ’ ἐστὶ τοῦ χιτῶνος ἀῤῥωστίᾳ
15. τοῦ γήρατος προσήκουσα, καὶ τοῦ παραγινομένου πνεύματος
16. ἄνωθεν ἐνδείᾳ. τὸ δὲ πάθημα τὸ καλούμενον φθίσις
17. αὐτῆς μόνης ἐστὶ τῆς κόρης μειουμένης, οὐδὲν πάσχοντος
18. ἰδίᾳ τοῦ κερατοειδοῦς. διὰ τοῦτο καὶ κατὰ τὸν ἕτερον τῶν
1. ὀφθαλμῶν γίνεται τὰ πολλὰ, ὥστε καὶ γνωρίζεσθαι αὐτὸ
2. ῥᾳδίως, καὶ οὐδένα λανθάνειν τῶν ἰατρῶν· ὁ γὰρ ὑγιὴς
3. παρακείμενος ἐξελέγξει τὸ τοῦ πεπονθότος ἁμάρτημα· τοῖς
4. γέρουσι δὲ κοινὸν ἀμφοτέρων τῶν ὀφθαλμῶν γινόμενον τὸ
5. σύμπτωμα λανθάνει τοὺς πολλοὺς, ὡς οὐ μόνον ῥυσσότης
6. ἐστὶ τοῦ κερατοειδοῦς, ἀλλὰ καὶ τῆς κόρης στενότης. γίνεται
7. δέ ποτε καὶ δι’ ἔνδειαν τῆς λεπτῆς ὑγρότητος χαλασθέντος
8. ἐπὶ πλέον τοῦ ῥαγοειδοῦς. ἀλλὰ τούτου γε τοῦ
9. παθήματος οὐδὲν εἰς τὸν παρόντα λόγον δεόμεθα. τὸ δὲ
10. δι’ ἔνδειαν τοῦ πνεύματος ἐπ’ ἐμφράξεσί τε ταῖς κατὰ τὰς
11. ἄνωθεν ὁδοὺς, καὶ ἀσθένειαν πρεσβυτικὴν, ἐνδεικτικόν ἐστι
12. τοῦ πεπληρῶσθαι πνεύματος τὴν κόρην· ὥσπερ οὖν καὶ τὸ,
13. μύσαντος θατέρου τῶν ὀφθαλμῶν, εὐρύνεσθαι τὴν θατέρου
14. κόρην.

Cliquer un n° de page pour en afficher l’image