Galenus. De usu partium (De usu part.) [n° 017 Fichtner] [GalLat]

Περὶ χρείας τῶν ἐν ἀνθρώπου σώματι μορίων
Utilité des parties du corps
The Function of the Parts of the Body (UP)
Helmreich, 1907; Helmreich, 1909.
De usu partium corporis humani, 1822, vol. 3-4, p. 1-939;1-366. urn:cts:greekLit:tlg0057.tlg017.verbatim-lat1
Nöldeke, 1805 (deu); Daremberg, 1854/1856 (fra); Tallmadge-May, 1968 (eng); Garofalo, Vegetti, 1978 (ita); López Salvá, 2010 (spa).

De usu partium corporis humani, 10.6, ed. Kühn, 1822, vol. 3, p. 785-791. urn:cts:greekLit:tlg0057.tlg017.1st1K-grc1:10.6

15. Ἆρ’ οὖν εἰς μόνον τοῦτο τὸ πλεῖστον ἀφίστασθαι
16. καὶ μηδέποτε μηδέποτε ψαύειν τοῦ κρυσταλλοειδοῦς ὑγροῦ
17. τὸν κερατοειδῆ χιτῶνα χρήσιμός ἐστιν ἡ ὑγρότης ἥδε ἡ
18. λεπτὴ, καὶ τὸ πνεῦμα τὸ κατὰ τὴν κόρην, ἢ καὶ πρὸς
19. ἄλλ’ ἕτερα διαφέρει; περὶ μὲν οὖν πνεύματος ἐν τοῖς
1. ὀπτικοῖς ἀποδέδεικται λόγοις, ὡς αὐγοειδές ἐστι καὶ τὴν
2. μεγίστην δύναμιν εἰς τὴν τῶν ὀφθαλμῶν ἐνέργειαν εἰσφέρεται.
3. περὶ δὲ τῆς ὑγρότητος ἐκ τῶνδ’ ἂν μάθοις, ὡς οὐκ
4. εἰς τὸ πληροῦν μόνον τὴν κενὴν χώραν, ἀλλὰ καὶ πρὸς τὸ
5. μὴ καταξηραίνεσθαι τὸ ὑγρὸν τὸ κρυσταλλοειδὲς αὐτῶν,
6. καὶ τὴν ἔνδον μοῖραν τοῦ ῥαγοειδοῦς, ἀναγκαιότατόν ἐστιν,
7. εἰ πρῶτον μὲν γνοίης, ὅτι γίγνεται βλάβη ταῖς ὄψεσι,
8. πλέονος αὐτοῦ κενωθέντος ἐν ταῖς παρακεντήσεσι, καὶ ὡς
9. τὸ πάθημα τὸ πρὸς τῶν ἰατρῶν ὀνομαζόμενον γλαύκωσις
10. ξηρότης μέν ἐστι καὶ πῆξις ἄμετρος τοῦ κρυσταλλοειδοῦς
11. ὑγροῦ, τυφλοῖ δ’, εἴπερ τι καὶ ἄλλο τῶν κατὰ τοὺς ὀφθαλμοὺς
12. νοσημάτων, ἔπειτα διαλογίσαιο καὶ σκέψαιο
13. τὴν φύσιν τοῦ ῥαγοειδοῦς χιτῶνος. ἔστι γὰρ αὐτοῦ τὸ
14. ψαῦον μέρος τοῦ κρυσταλλοειδοῦς ὑγροῦ παραπλήσιον σπογγιᾷ
15. διαβρόχῳ. πάντα δ’ ὅσα τοιαῦτα σώματα ξηραινόμενα
16. σκληρὰ γίγνεται. δηλοῦσι δὲ τοῦθ’ αἵ τε σπογγιαὶ, καὶ
17. οὐδὲν ἧττον αἱ ῥάγες, καὶ τῶν ζώων αἱ γλῶτται. ἀλλ’ εἰ
18. ξηρὸν γένοιτο τουτὶ τὸ μέρος τοῦ ῥαγοειδοῦς, ἀπολέσειεν ἂν
1. οὕτως ὅλην τὴν χρείαν, ἧς ἕνεκα τοιοῦτον ἀπετελέσθη. δεῖ
2. τοίνυν αὐτὸ τέγγεσθαι διὰ παντὸς, ἵν’ ᾖ μαλακόν. ἅπαντά
3. γε οὖν ταῦτα θαυμαστῆς τινος ἔνδειξιν ἔχει προνοίας τε
4. ἅμα καὶ τέχνης, καὶ τούτων οὐχ ἥκιστα τὸ σύμφυτον ἀμφίεσμα
5. τοῦ κρυσταλλοειδοῦς. ὁ μὲν γὰρ κερατοειδὴς οἷον
6. πρόβλημά τι καὶ τεῖχος αὐτῷ γέγονε, τὴν τῶν ἔξωθεν προσπιπτόντων
7. βίαν ἐκδεχόμενος. ὁ δ’ ἴδιος αὐτοῦ χιτὼν οὐ
8. μόνον οἷός τε κρομμύου λέπος κάτα ἰσχαλέοιο, ἀλλὰ καὶ τῶν
9. λεπτῶν ἀραχνίων λεπτότερός ἐστι καὶ λευκότερος, καὶ τὸ
10. τούτου μεῖζον, ὅτι μηδὲ περὶ πᾶν ἐκτέταται τὸ κρυσταλλοειδὲς,
11. ἀλλὰ τὸ μὲν ἐνοχούμενον αὐτοῦ μέρος τῷ ὑαλοειδεῖ
12. τελέως ἀσκέπαστόν ἐστι καὶ γυμνὸν χιτῶνος· ἑνοῦσθαι γὰρ
13. κατὰ τοῦτ’ ἄμεινον ἦν ἀλλήλοις τὰ ὑγρά· τὸ δ’ ὑπερκύπτον
14. ἅπαν εἰς τοὐκτὸς, ψαῦον τοῦ ῥαγοειδοῦς, τὸν λεπτὸν τοῦτον
15. καὶ λαμπρὸν περιβέβληται χιτῶνα. καὶ δὴ καὶ τὸ τῆς
16. κόρης εἴδωλον οἷον ἐν κατόπτρῳ τινὶ τούτῳ συνίσταται·
17. καὶ γὰρ δὴ καὶ λεῖός ἐστι καὶ στιλπνὸς ὑπὲρ ἅπαντα τὰ
18. κάτοπτρα. καὶ πανταχόθεν ἄρα τῇ φύσει τὸ τῆς ὄψεως
1. ὄργανον κεκόσμηται, καὶ τῷ τῆς μαλακότητος συμμέτρῳ, καὶ
2. τῷ τῆς θέσεως ἐπικαίρῳ, καὶ τῇ τῆς χρόας λαμπρότητι,
3. καὶ τῇ τῶν σκεπασμάτων ἀρετῇ. τὸ μὲν γὰρ σύμφυτον
4. αὐτῷ σκέπασμα λεῖον καὶ λαμπρὸν καὶ στίλβον ἐστὶν, οἷον
5. κάτοπτρον. τὸ δ’ ἐπὶ τῷδε φλεβῶδές τε καὶ μαλακὸν καὶ
6. μέλαν καὶ διατετρημένον· φλεβῶδες μὲν, ἵν’ ἐκτενῶς τρέφῃ
7. τὸν κερατοειδῆ· μαλακὸν δὲ, ἵν’ ἀλύπως ψαύῃ τοῦ κρυσταλλοειδοῦς·
8. μέλαν δὲ, ἵν’ ἀθροίζῃ τε τὴν αὐγὴν καὶ πρὸς
9. τὴν κόρην παραπέμπῃ· διατετρημένον δὲ, ἵν’ ἣν παρέπεμψεν
10. ὁ ἐγκέφαλος ἐκπέμπῃ πρὸς τοὐκτός. τὸ δ’ ἔξωθεν ἁπάντων
11. στέγασμά τε καὶ πρόβλημα λεπτὸν καὶ λευκὸν καὶ σκληρόν
12. ἐστιν οἷον κέρας· λεπτὸν μὲν καὶ λευκὸν, ἵν’ ἑτοίμως
13. διαπέμπῃ τὰς αὐγάς· σκληρὸν δὲ, ἵν’ ἀσφαλῶς φρουρῇ. ἆρ’
14. οὖν ταῦτα μόνον, ἢ καὶ τὸ σχῆμα τοῦ κρυσταλλοειδοῦς
15. ἐπαινεῖν δίκαιον; οὐ γὰρ ἀκριβής ἐστι σφαῖρα πανταχόθεν
16. ἴση, καίτοι τοῦτό γε προσφιλέστατόν τε καὶ οἰκειότατόν ἐστι
17. τῇ φύσει τὸ σχῆμα δι’ ἃς πολλάκις εἰρήκαμεν αἰτίας. 
1. ἀλλ’ οὐκ ἦν ἀσφαλὲς ἀκριβῶς αὐτὸ ποιῆσαι σφαιροειδές.
2. οὔτε γὰρ τὰς τῶν κύκλων ἐπιβολάς τε καὶ συμφύσεις τὰς
3. κατὰ τὴν χώραν τῆς ἴρεως ἐδέξατ’ ἂν ὁμοίως, ἐκινδύνευσέ
4. τ’ ἂν ἐν σφοδρᾷ καὶ βιαίῳ κινήσει καὶ πληγῇ ποτε γενομένῃ
5. κατὰ. τὸν ὀφθαλμὸν ἐκκυλισθῆναι τοῦ ὑαλοειδοῦς
6. ὑγροῦ. καὶ γὰρ αἱ συμφύσεις καὶ αἱ ἕδραι σφαλερώτεραι
7. τοῖς ἀκριβῶς σφαιροειδέσι τῶν πλατυτέρων εἰσὶν, ὡς ἂν ἐπὶ
8. κυρτῆς καὶ διὰ τοῦτ’ εὐαποκυλίστου περιφερείας ὀχουμένοις.
9. αὕτη μὲν καὶ ἡ τοῦ σχήματος αἰτία τῷ κρυσταλλοειδεῖ.
10. καὶ πάντ’ ἔοικεν ἀσφαλῶς ἔχειν ἤδη τὰ κατὰ τὸν
11. ὀφθαλμὸν, πλὴν αὐτοῦ τοῦ σκέποντος αὐτὰ χιτῶνος τοῦ
12. κερατοειδοῦς. αὐτὸς γὰρ δὴ πρὸ πάντων ἔκκειται μόνος εἰς
13. ἅπαντας πόνους, καὶ καπνοῦ, καὶ κονιορτοῦ, καὶ κρύους, καὶ
14. θάλπους, καὶ τῶν θλώντων, καὶ τῶν τεμνόντων ἐκδεχόμενος
15. τὰς προσβολὰς, ὥσπερ οὖν καὶ αὐτὸς ἀπὸ τῆς ἄνωθεν παχείας
16. μήνιγγος γεγενημένος. ταῦτ’ ἄρα καὶ γνωρίζων αὐτοῦ
17. τὴν εὐγένειαν ὁ δημιουργὸς ἡμῶν, εἰ καὶ προὔταξε τῶν ἄλλων
1. ἐξ ἀνάγκης, ὅτι μηδὲν ἐπιτηδειότερον εἶχεν, ἀλλὰ
2. παντοίως ὠχύρωσε βλεφάροις τε καὶ βλεφαρίσι, καὶ τοῖς
3. πέριξ ὀστοῖς, καὶ τῷ δέρματι· τὰς μὲν βλεφαρίδας οἷον
4. χάρακά τινα τῶν μικρῶν ἕνεκα προτάξας σωμάτων, ὡς μὴ
5. ῥᾳδίως ἐμπίπτειν ἀνεῳγόσι τοῖς ὀφθαλμοῖς, ὑπὸ τῶν τριχῶν
6. τούτων ἀπειργόμενα, τὰ βλέφαρα δ’ αὐτὰ συμπτυσσόμενά
7. τε καὶ κλείοντα τὸν ὀφθαλμὸν, εἴτι τῶν μειζόνων
8. ἐπιφέροιτο. πρὸς δὲ τὴν τῶν ἔτι μειζόνων ὄγκων προσβολὴν
9. ἄνωθεν μὲν τὰς ὀφρῦς προὐτάξατο, κάτωθεν δὲ τὰ
10. μῆλα, κατὰ τὸν μέγαν κανθὸν τὴν ῥῖνα, κατὰ τὸν μικρὸν
11. τὴν τοῦ ζυγώματος ἔκφυσιν. ὑφ’ ὧν ἁπάντων προτέρων ἐκδεχομένων
12. τὰς προσβολὰς τῶν μειζόνων. σωμάτων αὐτὸς ἐν
13. κύκλῳ τεταγμένος ὁ ὀφθαλμὸς οὐδὲν πάσχει, προστιμωρούσης
14. οὐ σμικρὸν πρὸς τὴν δυσπάθειαν αὐτῷ καὶ τῆς τοῦ
15. δέρματος κινήσεως. πανταχόθεν γὰρ τοῦτο συναγόμενον ἔσω
16. σφίγγει τὸν ὀφθαλμὸν εἰς ἐλαχίστην ὡς οἷόν τε χώραν
17. συνάγων. αὐτὸ δὲ πολύπτυχον ἐνταῦθα γινόμενον ἅμα τοῖς
18. βλεφάροις, εἴτι καὶ τὴν τῶν ὀστῶν ὑπερβὰν κυρτότητα
1. κατὰ τῶν ὀφθαλμῶν ἔσω φέροιτο, πρῶτον τοῦτο τὴν βίαν
2. ἐκδέχεται, καὶ πρῶτον πάσχει, καὶ προκινδυνεύει, καὶ προδιαφθείρεται·
3. δεύτερα δὲ ὑπ’ αὐτῷ τὰ βλέφαρα θλάττεται,
4. καὶ τέμνεται, καὶ ῥήγνυται, καὶ παντοίως πάσχει, καθάπερ
5. τινὰ γέῤῥα προβεβλημένα τοῦ κερατοειδοῦς. ἐκ τίνος οὖν
6. οὐσίας ἦν εὔλογον γεννῆσαι ταυτὶ τὰ γέῤῥα; πότερα μαλακῆς
7. ἱκανῶς καὶ σαρκοειδοῦς; ἀλλ’ ἦν ἂν οὕτως εὐπαθέστερα
8. καὶ τοῦ κερατοειδοῦς, καὶ πᾶν μᾶλλον ἢ προβλήματα. ἢ
9. σκληρᾶς ἀκριβῶς καὶ ὀστίνης; ἀλλ’ οὔτ’ ἂν ἐκινεῖτο ῥᾳδίως,
10. οὔτ’ ἀλύπως ἔψαυε τοῦ κερατοειδοῦς. ὥστ’ ἐκ σκληρᾶς μὲν
11. πάντως, ἀλλὰ καὶ κινεῖσθαι ῥᾳδίως καὶ γειτνιᾷν ἀβλαβῶς
12. τῷ κερατοειδεῖ δυναμένης εὔλογον ἦν οὐσίας γενήσεσθαι
13. τὰ βλέφαρα.

Cliquer un n° de page pour en afficher l’image