Galenus. De usu partium (De usu part.) [n° 017 Fichtner] [GalLat]

Περὶ χρείας τῶν ἐν ἀνθρώπου σώματι μορίων
Utilité des parties du corps
The Function of the Parts of the Body (UP)
Helmreich, 1907; Helmreich, 1909.
De usu partium corporis humani, 1822, vol. 3-4, p. 1-939;1-366. urn:cts:greekLit:tlg0057.tlg017.verbatim-lat1
Nöldeke, 1805 (deu); Daremberg, 1854/1856 (fra); Tallmadge-May, 1968 (eng); Garofalo, Vegetti, 1978 (ita); López Salvá, 2010 (spa).

De usu partium corporis humani, 10.7, ed. Kühn, 1822, vol. 3, p. 791-795. urn:cts:greekLit:tlg0057.tlg017.1st1K-grc1:10.7

14. Καὶ μὲν δὴ καὶ συμφῦναι ταῦτα τοῖς ὀστοῖς
15. καὶ αὐτοῖς τοῖς ὀφθαλμοῖς ἦν ἄμεινον. ὥστ’ ἐπειδὴ καὶ
16. τούτου μὲν αὐτοῦ στοχάζεσθαι τὴν κατασκευὴν αὐτῶν ἐχρῆν,
17. καὶ πρὸ τούτου δὲ τῆς εὐκινησίας, καὶ τῆς δυσπαθείας,
1. καὶ τῆς ἀλύπου τῷ κερατοειδεῖ κοινωνίας, ἄξιον ἤδη θαυμάσαι
2. τὴν φύσιν, ἅπαντα ταῦτ’ ἀκριβῶς οὕτως ἐργασαμένην,
3. ὡς μηδ’ ἐπινοῆσαι δυνατὸν ἑτέραν ἔτι βελτίω κατασκευήν.
4. τὸν γάρ τοι περιόστιον ὑμένα καλούμενον ἀπάγουσά
5. τε καὶ προάγουσα τῆς κατὰ τὴν ὀφρὺν ἴτυος εἰς τοσοῦτον,
6. εἰς ὅσον ἐχρῆν μήκους ἐκταθῆναι τὰ βλέφαρα, πάλιν αὐτὸν,
7. ἐπανήγαγε διὰ τῶν κάτω μερῶν τοῦ βλεφάρου, μήτε καθ’
8. ἑαυτοῦ τιθεῖσα καθάπερ ἀσπίδα τινα δίπτυχον, ὡς ἔνιοι
9. νομίζουσιν, ἀλλὰ μηδὲ μέχρι τῆς ἀρχῆς, ὅθεν ἀπέφυσεν,
10. ἀγαγοῦσα, τοῖς δ’ ὑποκειμένοις μὲν αὐτῷ, περιέχουσι δὲ τὸν
11. ὀφθαλμὸν ἐπιφύσασα μυσὶν. ἐντεῦθέν τε προαγαγοῦσα μέχρι
12. τῆς ἴρεως, ἔνθα καὶ κατέφυσεν αὐτὸν εἰς τὸν κερατοειδῆ
13. χιτῶνα. τὰ δὲ μεταξὺ τῶν δύο μοιρῶν τοῦ περιοστίου σώματος
14. γλίσχρα καὶ πιμελώδη κατείληφε σύν τισιν ὑμέσιν
15. ἀπὸ τῶν μυῶν ἐκτεταμένοις. ἐν ᾧ καὶ τὰς καλουμένας ὑδατίδας
16. συμβαίνει γίνεσθαι τῶν λιπαρῶν τούτων σωμάτων, ἃ
17. χάριν τοῦ μαλάττειν λιπαίνοντα τὸ βλέφαρον ἡ φύσις εἰργάσατο
1. μειζόνων ἔστιν ὅτε παρὰ φύσιν ἀπεργασθέντων.
2. ἀνάλογον δὲ τῇδε τῇ κατασκευῇ καὶ τὰ κάτω βλέφαρα
3. γέγονεν ἀπὸ τοῦ κατὰ τὰ μῆλα περιοστίου μέχρι
4. μέν τινος ἐκταθέντος, ὑποστρέψαντος δ’ αὖθις ἐπὶ τὸν
5. κερατοειδῆ. καθ’ ὃ δὲ παλινδρομεῖν ὁ περιόστιος ἀπήρξατο,
6. σκληροτέρα τις ἢ καθ’ ὑμένα φύσις ἐπιτέταται, ταρσὸς ὀνομαζομένη,
7. κατακλείουσά τε καὶ περιλαμβάνουσα καὶ σφίγγουσα
8. τὸ κυρτούμενον ἐκ τῆς διπλώσεως αὐτοῦ, αὐτῆς τε
9. ταύτης ἕνεκα τῆς χρείας γεγενημένη, καί τινων ἄλλων φύσεων
10. ἐπὶ ταύτῃ δυοῖν, ὧν τὴν μὲν μείζονά τε καὶ σοφωτέραν
11. ὀλίγον ὕστερον ἐξηγήσομαι, περὶ δὲ τῆς ἐλάττονος ἤδη
12. δίειμι. κατατέτρηταί τισιν ὀπαῖς λεπταῖς ὁ ταρσὸς οὗτος,
13. ἐξ ὧν αἱ τῶν βλεφάρων ἀνίσχουσι τρίχες, τήν θ’ ἕδραν αὐταῖς
14. καὶ τὴν τῆς στάσεως ὀρθότητα παρέχοντος διὰ τὴν
15. σκληρότητα τοῦ ταρσοῦ. ὡς γὰρ τὰς τῶν ὀφρύων καταπίπτειν
16. ἐπ’ ἀλλήλαις ἄμεινον ἦν, οὕτω ταύτας ὀρθὰς καὶ
17. ἀποτεταμένας διὰ παντὸς φυλάττεσθαι. τὴν χρείαν γὰρ, ἧς
18. χάριν ἐγεγόνεισαν, ἑκατέραν πληρώσειν ἔμελλον μάλιστα 
1. διὰ τῆς νῦν ὑπαρχούσης αὐταῖς κατασκευῆς, αἱ μὲν ἐν ταῖς
2. ὀφρύσιν ἅπαν τὸ καταῤῥέον ἀπὸ τοῦ μετώπου τε καὶ τῆς
3. κεφαλῆς ὑποδεχόμεναι, πρὶν ἐμπεσεῖν τοῖς ὀφθαλμοῖς, αἱ
4. δὲ τῶν βλεφάρων κωλύουσαι μὲν ἐμπίπτειν εἴσω ψάμμον τε
5. καὶ κονίαν, καὶ τὰ σμικρὰ τῶν πετομένων ζώων, μηδὲν δὲ
6. τοὺς ὀφθαλμοὺς ἀδικοῦσαι. καὶ μέν γε καὶ τοῦτ’ ἄν τις ἐν
7. τοῖς μάλιστα θαυμάσειεν τῆς φύσεως, ὅτι μήτ’ ἀνανενευκυίας
8. ὡς πρὸς τὰς ὀφρῦς ἢ τὰ μῆλα τὰς τῶν βλεφάρων
9. ἐποιήσατο τρίχας, μήτ’ ἐπινενευκυίας ἐντὸς εἰς αὐτοὺς
10. τοὺς ὀφθαλμούς. αἱ μὲν γὰρ πρότεραι τὴν χρείαν
11. ἂν διέφθειρον, ἧς ἕνεκα γεγόνασιν, αἱ δὲ δεύτεραι τοὺς
12. ὀφθαλμοὺς ἂν αὐτοὺς ἐλυμαίνοντο, διακόπτουσαι τὸ συνεχὲς
13. τῆς θέας τῶν ὁρατῶν. τί δέ; τὸ σύμμετρον αὐτῶν
14. τοῦ διαστήματος οὐ θαυμάσιον; εἰ μὲν γὰρ ἐπὶ πλέον
15. διειστήκεσαν, ἐνέπιπτον ἂν πολλὰ τοῖς ὀφθαλμοῖς, ὧν
16. ἀποστέγουσι νυνί· εἰ δ’ ἔψαυον ἀλλήλων, ἐπεσκότουν
17. ἄν πη ταῖς ὄψεσιν. οὐ μὴν οὔτ’ ἐπισκοτεῖν αὐτὰς
1. ἐχρῆν, οὔτ’ ἀπολέσαι τὴν χρείαν, ἧς ἕνεκεν
2. ἐδημιουργήθησαν.

Cliquer un n° de page pour en afficher l’image