3. Ἀλλ’ ἐπεὶ καὶ τὰ βλέφαρα γέγονεν ἤδη τῷ
4. λόγῳ, καὶ ὁ σύμπας ὀφθαλμὸς ἀποτετέλεσται, πόθεν αὐτῷ
5. τὴν κίνησιν ἐκποριούμεθα, καιρὸς ἂν εἴη λέγειν. τελέως
6. μὲν γὰρ ἀργόν τε καὶ ἀκίνητον καταλιπεῖν, ἢ ἀγνοοῦντός
7. ἐστι δημιουργοῦ ὀπτικὰς αἰτίας, ἢ μηδὲν φροντίζοντος τοῦ
8. καθέκαστα βελτίονος. ἀλλ’ οὔτ’ ἀγνοεῖν αὐτῷ προσήκει,
9. τοσαύτην γε σοφίαν τε ἅμα καὶ πρόνοιαν ἐπιδεδειγμένῳ
10. καθ’ ὅλην τοῦ ζώου τὴν διάπλασιν, οὔτ’ ἀμελεῖν. τίνας
11. οὖν φαμεν εἶναι τὰς ὀπτικὰς αἰτίας, ἃς χρὴ γινώσκειν αὐτὸν,
12. καὶ πῶς χρὴ προνοεῖσθαι τοῦ βελτίονος; οὐκ ἐξ ἁπάσης
13. θέσεως ἅπαν ὁρατὸν τοῖς ὀφθαλμοῖς, ὥσπερ ἐξ ἁπάσης
14. ἀκουστὸν τοῖς ὠσίν. οὔτε γὰρ ἐκ τῶν πλαγίων, οὔτ’
15. ἐκ τῶν ὄπισθεν, ἀλλ’ οὐδ’ ἐκ τῶν ἄνωθεν ἢ κάτωθεν,
16. οὐδ’ ὅλως ἄλλο τι, πλὴν τὸ κατ’ εὐθὺ ταῖς κόραις ἰδεῖν
17. ἔστιν. εἰ τοίνυν ἀκίνητοι τελέως καὶ κατ’ εὐθὺ μόνον
1. ὁρῶντες ἐγεγόνεισαν οἱ ὀφθαλμοὶ, παντάπασιν ἂν ἑωρῶμεν
2. ὀλίγιστα. τούτου δὴ χάριν αὐτούς τε δυνατοὺς ἄχρι πλείστου
3. περιάγεσθαι καὶ σὺν αὐτοῖς ὅλον εὐκίνητον ἀπειργάσατο
4. τὸν τράχηλον· καὶ διὰ τοῦτο μάλιστα καὶ δύο γεγόνασι,
5. διεστῶτες ἀλλήλων ἀξιόλογον. οἱ γοῦν θατέρῳ
6. τυφλοὶ τὰ κατ’ ἐκεῖνον τὸν ὀφθαλμὸν οὐχ ὁρῶσιν,
7. οὐδ’ εἰ πλησιάζοντα τύχοιεν. εἴπερ οὖν ἐχρῆν μὲν αὐτοὺς
8. κινεῖσθαι κατὰ τὴν ἡμετέραν ὁρμὴν, ἅπασαι δὲ αἱ τοιαῦται
9. κινήσεις διὰ μυῶν γίνονται, δῆλον ὡς καὶ τῷ δημιουργῷ
10. μὲν περιθεῖναι μῦς τοῖς ὀφθαλμοῖς ἦν προσῆκον, καὶ
11. ἡμῖν δ’ οὐχ ἁπλῶς οὕτως εἰπεῖν αὐτῶν τὴν χρείαν, ἀλλὰ
12. καὶ τὸν ἀριθμὸν ἐξηγήσασθαι, καὶ τοῦ μεγέθους τε καὶ
13. τῆς θέσεως μνημονεῦσαι. ἐπεὶ τοίνυν αἱ κινήσεις τῶν
14. ὀφθαλμῶν τέτταρές εἰσιν, ἡ μὲν εἴσω πρὸς τὴν ῥῖνα προσαγομένων,
15. ἡ δὲ ἔξω πρὸς τὸν μικρὸν κανθὸν ἀπαγομένων,
16. ἡ δὲ ὡς ἐπὶ τὰς ὀφρῦς ἀνατεινομένων, ἡ δ’ ὡς ἐπὶ τὰ
17. μῆλα κατασπωμένων, εὔλογον ἦν καὶ τοὺς ἐξηγησομένους
1. τῶν κινήσεων μῦς ἰσαρίθμους γενέσθαι. καὶ δὴ γεγόνασι δύο
2. μὲν ἐκ τῶν πλαγίων, εἷς καθ’ ἑκάτερον κανθὸν, ἄλλοι δὲ
3. δύο, κάτωθεν μὲν θάτερος, ἄνωθεν δ’ ὁ λοιπός. ἀπονευρούμενοι
4. δὲ πάντες ἕνα κύκλον γεννῶσι τένοντος πλατέος
5. εἰς τὴν ἶριν τελευτῶντος. ἐπεὶ δὲ καὶ περιστρέφεσθαι τὸν
6. ὀφθαλμὸν ἄμεινον ἦν, ἑτέρους ἡ φύσις ἐδημιούργησε δύο
7. μῦς λοξοὺς τὴν θέσιν, ἕνα καθ’ ἑκάτερον τῶν βλεφάρων,
8. ἄνωθέν τε καὶ κάτωθεν ἐπὶ τὸν μικρὸν κανθὸν ἐκτεινομένους·
9. ὥστε καὶ διὰ τούτους οὐχ ἥκιστα πανταχόσε τὸν
10. ὀφθαλμὸν ἑτοίμως ἐπιστρέφομέν τε καὶ περιάγομεν. ἐστι δὲ
11. καὶ ἄλλος τις μῦς μέγας περὶ τὴν ῥίζαν αὐτῶν, σφίγγων
12. μὲν καὶ φρουρῶν τὴν τοῦ νεύρου τοῦ μαλακοῦ κατάφυσιν,
13. ἀνατείνων δὲ καὶ κουφίζων ἄνω καί τι καὶ συνεπιστρέφων
14. τὸν ὀφθαλμόν. ἀπεῤῥήγνυτο γὰρ ἂν ἑτοίμως τὸ
15. μαλακὸν ἐκεῖνο νεῦρον ἐν ταῖς σφοδραῖς ἐπὶ τὴν κεφαλὴν
16. καταπτώσεσι διασειόμενον βιαίως, εἰ μὴ πανταχόθεν ὡρμίζετο
17. καὶ διελαμβάνετο καὶ παντοίως ἐφρουρεῖτο. καὶ εἴ
1. τινος ἐθεάσω ποτὲ προπετέστερον ὅλον τὸν ἕτερον ὀφθαλμὸν,
2. εἰ μὲν ἔτι βλέποι, καὶ χωρὶς πληγῆς εἴη τὸ πάθημα
3. γεγονὸς, ἐκτεταμένον ἴσθι τούτῳ τὸ μαλακὸν ἐκεῖνο νεῦρον
4. ἐπὶ παραλύσει τοῦ μυὸς, οὐκέτ’ ἀντέχειν οὐδὲ κρατεῖν οὐδὲ
5. σφίγγειν αὐτὸ δυναμένου· εἰ δὲ μηκέτι βλέποι, καὶ αὐτὸ τὸ
6. νεῦρον ἤδη πέπονθεν. εἰ δ’ ἐπὶ πληγῇ σφοδρᾷ συμβαίη
7. προπετῆ γενέσθαι τὸν ὀφθαλμὸν, εἰ μὲν ἔτι βλέποι, ὁ μῦς
8. αὐτὸς μόνος, εἰ δὲ μηκέτι, καὶ τὸ νεῦρον ἀπέῤῥωγεν. εἰς
9. οὖν ταύτην τὴν χρείαν ὁ μῦς οὗτος γεγονὼς, ἐν κύκλῳ τε
10. περιλαμβάνων ἅπασαν τὴν ῥίζαν τοῦ ὀφθαλμοῦ, τισὶ μὲν
11. τῶν ἀνατομικῶν τριπλοῦς, ἐνίοις δὲ διπλοῦς εἶναι δοκεῖ,
12. κατά τινας ἐπιβολὰς ἰνῶν καὶ διαφύσεις οὕτως αὐτὸν χωρίζουσιν.
13. ἀλλ’ εἴθ’ ἕνα τις αὐτὸν σύνθετον ἐκ πλειόνων,
14. εἴτε δύο λέγειν, εἴτε τρεῖς ἐθέλει, μία χρεία πάντων αὐτῶν
15. ἐστιν ἡ προειρημένη.
⟨
(De usu part.) [n° 017 Fichtner] [GalLat]
De usu partium
Περὶ χρείας τῶν ἐν ἀνθρώπου σώματι μορίων
Utilité des parties du corps
The Function of the Parts of the Body (UP)
Helmreich, 1907; Helmreich, 1909.
De usu partium corporis humani, 1822, vol. 3-4, p. 1-939;1-366. urn:cts:greekLit:tlg0057.tlg017.verbatim-lat1
Nöldeke, 1805 (deu); Daremberg, 1854/1856 (fra); Tallmadge-May, 1968 (eng); Garofalo, Vegetti, 1978 (ita); López Salvá, 2010 (spa).
De usu partium corporis humani, 10.8, ed. Kühn, 1822, vol. 3, p. 795-798. urn:cts:greekLit:tlg0057.tlg017.1st1K-grc1:10.8
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩