Galenus. De usu partium (De usu part.) [n° 017 Fichtner] [GalLat]

Περὶ χρείας τῶν ἐν ἀνθρώπου σώματι μορίων
Utilité des parties du corps
The Function of the Parts of the Body (UP)
Helmreich, 1907; Helmreich, 1909.
De usu partium corporis humani, 1822, vol. 3-4, p. 1-939;1-366. urn:cts:greekLit:tlg0057.tlg017.verbatim-lat1
Nöldeke, 1805 (deu); Daremberg, 1854/1856 (fra); Tallmadge-May, 1968 (eng); Garofalo, Vegetti, 1978 (ita); López Salvá, 2010 (spa).

De usu partium corporis humani, 10.9, ed. Kühn, 1822, vol. 3, p. 798-807. urn:cts:greekLit:tlg0057.tlg017.1st1K-grc1:10.9

16. Ταῦτα μὲν δὴ τοσαῦτά τε καὶ τηλικαῦτα τῆς
17. φύσεως ἔργα περὶ τὴν τῶν ὀφθαλμῶν κατασκευήν. ὃ δὲ καὶ 
1. τούτων καὶ τῶν προειρημένων ἁπάντων οὐδὲν ἧττον ἄν
2. τις θαυμάσειεν, ἔτ’ ἄῤῥητον ἀπολείπεται. κινεῖσθαι μὲν
3. γὰρ ἐχρῆν πάντως δή που καὶ τὰ βλέφαρα κατὰ τὴν ἡμετέραν
4. προαίρεσιν, ἢ οὐδέν γ’ ἂν αὐτῶν ὄφελος ἦν. ἁπάσαις
5. δὲ ταῖς κατὰ προαίρεσιν κινήσεσιν ὄργανα παρεσκεύασεν
6. ἡ φύσις τοὺς μῦς, καὶ κινοῦσιν οὗτοι τὰ μόρια διά
7. τινων τενόντων εἰς αὐτὰ καταφυομένων. καὶ δέδεικται πρὸς
8. ἡμῶν ἐν τοῖς περὶ κινήσεως αὐτῶν, ὡς πάντα τὰ κινούμενα
9. κατὰ προαίρεσιν μόρια δυοῖν δεῖται τοὐλάχιστον
10. μυῶν ἀντιτεταγμένων ἀλλήλοις, τοῦ μὲν ἐκτείνειν, τοῦ δὲ
11. κάμπτειν δυναμένου· ἀμφοτέρας μὲν δὴ τὰς κινήσεις μηδένα
12. δύνασθαι μῦν ἐργάσασθαι διὰ τὸ πάντως ἐφ’ ἑαυτὸν
13. ἕλκειν τὸ κινηθησόμενον μόριον, μίαν δὲ εἶναι θέσιν,
14. ἑνός γε ὑπάρχοντος αὐτοῦ. ἀλλ’ εἰ αὐτὸ οὕτως ἔχει, πῶς
15. κινηθήσεται τὰ βλέφαρα; τὸ μὲν οὖν κάτω καὶ παντάπασιν
16. ἀκίνητόν ἐστι· τὸ δ’ ἄνω φαίνεται μὲν κινούμενον, οὐ μὴν
17. οὔτε τοὺς κινοῦντας αὐτὸ μῦς, οὔτε τῆς κινήσεως τὸν τρόπον
1. εὑρίσκοντες, ἀναισχυντεῖν ἐτόλμησαν ἔνιοι τῶν σοφιστῶν,
2. ὡς μηδὲ κατὰ τὴν ἡμετέραν προαίρεσιν ἔθ’ ὁμολογεῖν ὑπάρχειν
3. αὐτῶν τὴν κίνησιν, ἀλλὰ φυσικὴν, ὥσπερ τῇ τε γαστρὶ,
4. καὶ τοῖς ἐντέροις, καὶ ταῖς ἀρτηρίαις, καὶ τῇ
5. καρδίᾳ, καὶ πολλοῖς ἄλλοις ὀργάνοις ἀβούλητοί τε καὶ
6. ἀπροαίρετοι κινήσεις εἰσίν. ἄμεινον γὰρ εἶναι νομίζουσι τὸ
7. ψεύσασθαι τοῦ τὴν ἄγνοιαν ὁμολογῆσαι. ἀλλ’ ἐπὶ μέν
8. τινων κᾂν λάθοι τις τοὺς πολλοὺς τῶν ἀνθρώπων ψευδόμενος·
9. εἰ δ’, ἥλιον ὑπὲρ γῆς ὁρώντων ἁπάντων, μήτε φῶς
10. εἶναι λέγοι, μήθ’ ὅλως ἡμέραν, μαίνεσθαι δόξει. τί δ’, εἴ
11. τις λέγοι, βαδίζοντας ἡμᾶς μὴ κατὰ προαίρεσιν τὰ σκέλη
12. περιφέρειν, ἀλλ’ ἀβουλήτως τε καὶ φυσικῶς; ἐμοὶ μὲν καὶ
13. οὗτος οὐδὲν ἧττον τοῦ προτέρου μαίνεσθαι δόξει. ὅπου γὰρ
14. ἔνεστι καὶ θᾶττον αὐτὰ κινῆσαι καὶ βραδύτερον, καὶ πυκνότερον
15. καὶ ἀραιότερον, ἢ καὶ παντάπασιν ἀποπαῦσαί τε
16. καὶ αὖθις ἐπεγεῖραι πρὸς τὴν κίνησιν, πῶς οὐκ ἄν τις ἠλίθιος
17. εἴη φάσκων, ἀπροαίρετόν τε καὶ φυσικὴν εἶναι τὴν ἐνέργειαν;
1. εἰ μὲν οὖν ἀδύνατόν ἐστιν ἡμῖν μύσασι τοὺς ὀφθαλμοὺς,
2. εἰς ὅσον ἂν ἐθέλωμεν, οὕτως ἔχειν, καὶ αὖθις ἀνοῖξαι προελομένοις,
3. ὡσαύτως τε καὶ αὖθις ἑξῆς μῦσαι, καὶ ταῦτ’ ἐν
4. μέρει ποιεῖν ἑκάτερον, εἰς ὅσον ἂν βουληθείημεν, οὐκ ἔστιν
5. ἡ τῶν βλεφάρων κίνησις ἡμέτερον ἔργον· εἰ δὲ ταῦτα δρᾷν,
6. ὡς ἂν ἐθέλωμέν τε καὶ εἰς ὅσον ἐθέλωμεν, ἀκωλύτως δυνάμεθα,
7. μόνον εἰ κατὰ φύσιν ἔχει τὰ βλέφαρα, δῆλον ὡς
8. κατὰ προαίρεσιν ἡμετέραν καὶ ἡ τῶν ἄνω βλεφάρων γίνεται
9. κίνησις. καὶ γὰρ ἂν καὶ μάτην ἡμῖν ἐδέδοτο πρὸς τῆς
10. φύσεως, εἴ τινος ἐπιφερομένου κατὰ τὸν ὀφθαλμὸν ἔξωθεν,
11. ὃ πλήττειν τε καὶ βλάπτειν αὐτὸν ἔμελλε, βουληθέντες μῦσαι
12. μὴ δυνηθείημεν. ἀλλ’ οὐδὲν θαυμαστὸν τοιαῦτα λέγειν
13. τοὺς σοφιστὰς, οἷς οὐκ ἀληθείας φροντὶς, ἀλλὰ δόξης μόνης.
14. ἔνδειξιν οὖν οὐ σμικρὰν ἔχει τοῦτο αὐτῶν τὸ ἀναισχύντημα
15. τῶν τῆς φύσεως τεχνημάτων. ὅπου γὰρ, ὁρωμένης
16. ἐναργῶς τῆς τῶν ἄνω βλεφάρων κινήσεως, οὔτε τὸν τρόπον
17. αὐτῆς ἔχομεν εἰπεῖν, οὔτε τοὺς μῦς ἐξευρεῖν, δι’ ὧν γίνεται,
18. τί ποτε, εἰ διεπλάττομεν αὐτοὶ τὰ ζῶα, καθάπερ ὁ ἐν τῷ
1. μύθῳ Προμηθεὺς, ἐπράξαμεν ἄν; ἢ πρόδηλον τοῦτό γε,
2. ὡς ἀκίνητον ἡμῖν παντάπασιν ἀπολέλειπτ’ ἂν, οἶμαι, τὸ ἄνω
3. βλέφαρον. ἀλλ’ ἴσως ἐροῦσιν, ὡς ἀπὸ τῆς ὀφρύος ἐκφύσαντες
4. μῦς ἐνέφυσαν ἂν ἐν ἅπαντι τῷ ταρσῷ τοῦ βλεφάρου.
5. ἀλλ’ οὕτω γε, ὦ σοφώτατε, ἐξετράπετο ἂν καὶ ἐξεστρέφετο
6. καὶ πρὸς τὴν ὀφρὺν ἀνεκάμπτετο σύμπαν τὸ βλέφαρον.
7. ἀλλὰ καὶ τοῦτο συγχωρείσθω καὶ καλῶς ἀνοιγνύσθω, πῶς
8. κλεισθήσεται, λεγέσθωσαν ἑξῆς. οὔτε γὰρ ἀπὸ τοῦ κάτω
9. βλεφάρου μῦν ἕτερον ἀποφύσαντες ἐμφύειν τῷ ταρσῷ δυνήσονται,
10. λῆρος γὰρ τοῦτό γε μακρὸς, οὔτ’ ἐκ τῶν ἔνδον μερῶν
11. ὑποφύειν αὐτὸν τῷ ἄνω βλεφάρῳ. πρῶτον μὲν γὰρ
12. οὐδὲ μύειν οὕτω γε, ἀλλ’ ἐντρέπεσθαι καὶ διπλοῦσθαι
13. καὶ ὑποπτύσσεσθαι συμβήσεται τῷ βλεφάρῳ τεινομένῳ
14. πρὸς τοῦ τοιούτου μυός· ἔπειτα δὲ καὶ αὐτὸς ὁ μῦς ἀτοπωτάτην
15. θέσιν ἕξει, θλιβόμενός τε καὶ θλίβων ὅλον ὀφθαλμὸν,
16. καὶ στενοχωρούμενος, καὶ κινεῖσθαι κωλυόμενος. ἄξιον
17. οὖν, οἶμαι, θαυμάσαι τῶν σοφιστῶν, εἰ μήτ’ ἐξευρεῖν μηδέπω,
1. μηδ’ ἐξηγήσασθαι δυνάμενοι τὰ τῆς φύσεως, ἔτι καταγινώσκουσιν
2. ἀτεχνίαν αὐτῆς. ἦν γὰρ ἂν, οἶμαι, δίκαιον, ὡς
3. οὐκ ἦν ἄμεινον γενέσθαι βλέφαρα τοῖς ὀφθαλμοῖς, ἀποδεικνύειν
4. αὐτοὺς, ἢ ὡς γενέσθαι μὲν, ἀλλ’ ἀκίνητα, ἢ ὡς κινούμενα
5. μὲν, ἀλλὰ μὴ κατὰ προαίρεσιν, ἢ κατὰ προαίρεσιν
6. μὲν, ἀλλ’ ὡδί πως ταχθέντων τῶν μυῶν. οἱ δέ γε σοφίας
7. μὲν εἰς τοσοῦτον ἥκουσιν, ὥστε, κινουμένων ἐναργῶς
8. τῶν βλεφάρων, οὔθ’ ὅπως τοῦτο γίνεται συνίασιν, οὔτ’
9. ἄλλην τινὰ κίνησιν ἐξευρίσκουσιν· ἀπονοίας δ’ εἰς τοσοῦτον,
10. ὥστε τὸν διαπλάσαντα καὶ συνθέντα τοσαῦτά τε
11. καὶ τοιαῦτα μόρια μηδέπω τεχνίτην ὁμολογεῖν. εἶτ’ εἰ μὲν
12. οἰκίας καὶ θύρας, ἢ σκίμποδος, ἤ τινος ἄλλου τοιούτου
13. κατασκευῆς ζήτησις ἦν τοῖς δημιουργοῖς, ὅπως ἂν κάλλιστα
14. παρασκευασθείη πρὸς τὴν χρείαν, ἧς ἕνεκα γίνεται, κᾄπειτα
15. τοῖς μὲν ἄλλοις ἄπορον ἦν, εἷς δ’ ἐξ αὐτῶν εὐπορήσειεν,
16. ἐθαυμάζετ’ ἂν δικαίως, καὶ τεχνίτης τε καὶ σοφὸς ἐνομίζετο·
17. τὰ δὲ τῆς φύσεως ἔργα, μὴ ὅτι προμηθεῖσθαι δύνανται 
1. τυγχάνοντες, ἀλλὰ μηδὲ γεγονότα θεασάμενοι γνωρίζειν, οὐκ
2. ἄρα θαυμασόμεθα μειζόνων τῶν ἀνθρωπίνων δημιουργημάτων;
3. τούτους μὲν οὖν ἤδη καταλίπωμεν, ἐπισκεψώμεθα δ’
4. αὐτὸ, τί ποτ’ ἐστὶ τοῦτο τὸ θαυμαστὸν περὶ τὴν τῶν ἄνω
5. βλεφάρων κίνησιν, ὅσα τοῖς πρὸ ἡμῶν ἀρίστοις ἐπινενόηται
6. πρότερον διελθόντες. εἴρηται μὲν ἤδη που καὶ διὰ τῶν
7. ἔμπροσθεν, ὡς ὑπὸ τῷ δέρματι τῷ καλύπτοντι τὸ βλέφαρον
8. ὑμένες εἰσὶ λεπτοί. ἄρξομαι δὲ καὶ νῦν ἐντεῦθεν τοῦ
9. λόγου. οἱ γὰρ δὴ ὑμένες οὗτοι σκέπουσι μὲν καὶ αὐτοὶ
10. τοὺς κινοῦντας τὸ βλέφαρον μῦς, μικροὺς παντελῶς ὑπάρχοντας,
11. συνεκτείνονται δ’ αὐτοὶ ταῖς ἀπονευρώσεσιν εἰς τὸν
12. ταρσὸν καταφυομέναις. ὅτι δὲ χονδρώδης ἐστὶν ὁ ταρσὸς,
13. οἷον δεσμός τις ἐπιβεβλημένος τῷ γεννῶντι τὸ βλέφαρον
14. ὑμενώδει σώματι, πρόσθεν εἴρηται. ἀλλ’ ὅτι γε δέχεται τὰς
15. τῶν μικρῶν μυῶν ἐκείνων ἀποβλαστήσεις, πλατυνθείσας τε
16. καὶ λεπτυνθείσας, ἀκριβῶς οὐδέπω κατ’ ἐκεῖνον εἴρηται
17. τὸν λόγον. νῦν οὖν αὐτό τε ταὐτὸ γίνωσκε, καὶ ὡς ὁ μὲν
1. ἕτερος τῶν μυῶν κατὰ τὸν μέγαν κανθὸν, πρὸς τῇ ῥινὶ
2. τεταγμένος πλάγιος, εἰς τὸ ταύτῃ μέρος ἥμισυ καθήκει τοῦ
3. ταρσοῦ, ὁ δ’ ἕτερος ὅλος καὶ αὐτὸς πλάγιος, ἀλλὰ πρὸς
4. τῷ μικρῷ κανθῷ παρατεινόμενος, εἰς τὸ λοιπὸν τοῦ ταρσοῦ
5. μέρος ἥμισυ τὸ καθ’ ἑαυτὸν ἐμβάλλει. καὶ τοίνυν
6. ὅταν μὲν ὁ πρότερος εἰρημένος ἐνεργῇ, καθέλκει τὸ συνεχὲς
7. αὐτοῦ μέρος τοῦ βλεφάρου τὸ πρὸς τῇ ῥινί· ὅταν δ’ ὁ
8. ἕτερος, τὸ λοιπὸν ἀνέλκει. τεταγμένης γὰρ δὴ τοῦ μὲν
9. προτέρου τῆς κορυφῆς κατὰ τὸν μέγαν κανθὸν, τοῦ δευτέρου
10. δὲ κατὰ τὴν ὀφρὺν, καὶ τῆς τάσεως ἅπασι τοῖς μυσὶν
11. ἐπὶ τὴν ἰδίαν ἀρχὴν γινομένης, ἀναγκαῖον ἤδη τῷ μὲν
12. ἑτέρῳ μέρει τοῦ βλεφάρου, τῷ πρὸς τῇ ῥινὶ, τὴν κίνησιν
13. κάτω γίνεσθαι, θατέρῳ δὲ τῷ κατὰ τὸν μικρὸν κανθὸν
14. ἄνω. εἰ μὲν οὖν ἑκάτερον κατὰ τὸν αὐτὸν τείνειεν χρόνον
15. ὁμοίως τὸ βλέφαρον, ἄνω μὲν αὐτοῦ τὸ κατὰ τὸν μικρὸν
16. ἀνασπασθήσεται κανθὸν, κάτω δ’ ἑλχθήσεται τὸ κατὰ τὸν
17. μέγαν, ὥστε μηδὲν μᾶλλον ἀνεῷχθαι τὸν ὀφθαλμὸν, ἢ κεκλεῖσθαι.
18. καὶ τοῦτ’ ἔστι τὸ πρὸς Ἱπποκράτους καμπύλον
1. ὀνομαζόμενον βλέφαρον, ὃ δὴ καὶ κακοῦ μεγάλου σημεῖον
2. ἐν τοῖς νοσήμασι τίθεται, καί που τὴν διαστροφὴν
3. αὐτοῦ ταύτην ἴλλωσιν ὀνομάζει. καὶ γίνεται δηλονότι τὸ
4. πάθημα τῶν μυῶν, ἑκατέρου σπωμένου τε καὶ πρὸς ἑαυτὸν
5. ἕλκοντος τὸ συνεχὲς μέρος τοῦ ταρσοῦ. εἰ δ’ ὁ μὲν ἕτερος
6. ἐνεργεῖ μῦς, ἐφ’ ἑαυτὸν ἕλκων τὸ βλέφαρον, ὁ δ’ ἕτερος
7. ἡσυχάζει τελέως, ἀνοίγνυσθαι τηνικαῦτα καὶ κλείεσθαι
8. συμβαίνει τῷ παντὶ βλεφάρῳ· συνεφέλκεται γὰρ ἀεὶ θάτερον
9. μέρος τοῦ ταρσοῦ τὸ κινούμενον ἅμ’ ἑαυτῷ καὶ τὸ
10. λοιπόν. αἰτία δὲ ἡ σκληρότης αὐτοῦ, καὶ εἴπερ ἦν ὑμενῶδες,
11. ἢ σαρκῶδες, ἢ ὁπωσοῦν ἄλλως μαλακὸν, οὐκ ἂν εἵπετο
12. τῷ κοινουμένῳ μέρει θάτερον. ἀλλὰ γὰρ αὐτὸ τοῦθ’
13. ἡ φύσις προορωμένη, σκληρὸν καὶ χονδρώδη τὸν ταρσὸν τῷ
14. βλεφάρῳ προσθεῖσα, καθῆψεν εἰς ἑαυτὸν ἀμφοτέρων τῶν
15. μυῶν τὰς τελευτάς. ὥσπερ οὖν, εἰ ῥάβδον καμπύλην καθ’
16. ὁποτερονοῦν τῶν μερῶν λαβὼν ἕλκοις, ἕπεται πᾶσα, τὸν
17. αὐτὸν τρόπον καὶ ὁ ταρσὸς ἕπεται τῶν τεινόντων μυῶν
18. ἑκατέρῳ. καὶ ἥδε τρίτη τε καὶ μεγίστη χρεία τῆς τοῦ ταρσοῦ
1. γενέσεώς ἐστι, ἣν ὀλίγον ἔμπροσθεν ἐρεῖν ἀνεβαλόμεθα.
2. τὰ μὲν δὴ κατὰ τὸ ἄνω βλέφαρον ᾧδ’ ἔχει.

Cliquer un n° de page pour en afficher l’image