ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΧΡΕΙΑΣ ΤΩΝ ΕΝ
ΑΝΘΡΩΠΟΥ ΣΩΜΑΤΙ ΜΟΡΙΩ
ΛΟΓΟΣ Λ.
1. Ὅσον οὖν ἔθ’ ὑπόλοιπόν ἐστιν ἁπάσης
2. τῆς κεφαλῆς ἐξηγήσεως δεόμενον, ἐν τῷδε λελέξεται. λείπεται
3. δ’, ὡς ἔοικεν, ὅλον μὲν ὀλίγου δεῖν τὸ πρόσωπον,
4. ἔνια δὲ καὶ τῶν ὑπερκειμένων, ὥσπερ οἵ τε κροταφῖται
5. καλούμενοι μύες, ἥ τε τῶν ὤτων φύσις ἡ ἔξωθεν ἐπικειμένη.
6. περὶ μὲν γὰρ αὐτῆς τῆς ἔνδον βάσεως αὐτῶν, ἵνα
7. πρῶτον ἡ τῆς φωνῆς αἴσθησις γίνεται, πρότερον εἴρηται.
8. καὶ μέν γε καὶ περὶ τῶν κροταφιτῶν μυῶν τό γε τοσοῦτον,
1. ὡς εἷς ἑκατέρωθεν εἴς τινα κορώνην προμήκη τῆς κάτω γένυος
2. ἐμφύοιτο, καὶ ὡς ἀρχὰς νεύρων πλείονας ἑκάτερος αὐτῶν
3. ἔχει διὰ τὸ τῆς χρείας ἀναγκαῖον, ἵν’, εἰ καί ποτε πάθαι
4. μία τις ἐξ αὐτῶν ἢ δύο, διὰ γοῦν τῆς λοιπῆς ἡ κίνησις ἐκπορίζοιτο
5. τῇ κάτω γένυϊ.