Galenus. De usu partium (De usu part.) [n° 017 Fichtner] [GalLat]

Περὶ χρείας τῶν ἐν ἀνθρώπου σώματι μορίων
Utilité des parties du corps
The Function of the Parts of the Body (UP)
Helmreich, 1907; Helmreich, 1909.
De usu partium corporis humani, 1822, vol. 3-4, p. 1-939;1-366. urn:cts:greekLit:tlg0057.tlg017.verbatim-lat1
Nöldeke, 1805 (deu); Daremberg, 1854/1856 (fra); Tallmadge-May, 1968 (eng); Garofalo, Vegetti, 1978 (ita); López Salvá, 2010 (spa).

De usu partium corporis humani, 11.10, ed. Kühn, 1822, vol. 3, p. 880-886. urn:cts:greekLit:tlg0057.tlg017.1st1K-grc1:11.10

5. Καὶ μὲν δὴ καὶ ὁ τῆς γλώττης ὄγκος ἀκριβῶς
6. ἁρμόττων τῷ στόματι, πάντη μὲν γὰρ ἐξικνεῖται ῥᾳδίως,
7. ὅπερ, ἐλάττων εἴπερ ἦν, οὐκ ἂν ἔσχεν. οὐδαμοῦ δ’
8. ὑπὸ στενοχωρίας ἐμποδίζεσθαι ῥᾷστα, καὶ τοῦτ’, οἶμαι,
9. παθοῦσα μεγέθους ἀμετρίᾳ, τὸ δ’ εἰς πᾶν μέρος αὐτὴν
10. ἑτοίμως κινεῖσθαι, πῶς οὐ θαυμαστόν; τὸ δὲ καὶ κατὰ τὴν
11. τοῦ ζώου προαίρεσιν, οὐκ ἀβουλήτως, ὥσπερ αἱ ἀρτηρίαι,
12. πῶς οὐ καὶ τοῦτο θαυμαστόν; εἰ γὰρ ἂν μὴ κατὰ τὴν
13. ἡμετέραν ὁρμὴν αἱ κινήσεις αὐτῆς ἐγένοντο, πῶς ἂν ἡμέτερον
14. ἦν ἔργον τὸ μασᾶσθαι; πῶς δ’ ἂν τὸ καταπίνειν,
15. ἢ τὸ διαλέγεσθαι; τὸ δ’, ἐπειδὴ κατὰ τὴν ὁρμὴν τοῦ ζώου
16. ταύτην ἄμεινον γίνεσθαι, διὰ τοῦτ’ αὐτὴν ὑπὸ μυῶν κινεῖσθαι,
17. πῶς οὐ καὶ αὐτὸ δικαίως ἐπαινοῖτο; τὸ δ’, ἐπειδὴ
1. πρός τε τὸν οὐρανίσκον ἐχρῆν αὐτὴν ἀναφέρεσθαι καὶ εἰς
2. τὰ πλάγια περιάγεσθαι, διὰ τοῦτο πολλοὺς ἔχειν μῦς,
3. ἄλλον ἄλλην κίνησιν ἐκπορίζοντα, πῶς οὐ θαυμαστόν;
4. εἰ γὰρ δὴ διφυής ἐστιν, ὥσπερ καὶ τἄλλα σύμπαντα
5. τῶν αἰσθήσεων ὄργανα, λέλεκται γὰρ ἤδη περὶ τούτων,
6. δεόντως ἐξ ἑκατέρου μέρους αὐτῆς ἴσοι τὸν ἀριθμὸν καὶ
7. τὸ μέγεθός εἰσιν. οὕτως γὰρ καὶ δύο ἀρτηρίας εἶχεν εἰς
8. αὐτὴν ἐμφυομένας ἑκατέρωθεν μίαν, καὶ δύο ὡσαύτως
9. φλέβας, καὶ διττὰ ζεύγη νεύρων, ἕτερον μὲν μαλακὸν, ἕτερον
10. δὲ σκληρὸν, τὸ μὲν εἰς τὸν ἐκτὸς αὐτῆς χιτῶνα διανεμόμενον,
11. τὸ δ’ εἰς τοὺς μῦς διασπειρόμενον, ὅτι τῷ μὲν
12. αἰσθάνεσθαι τῶν χυμῶν ἐχρῆν αὐτὴν, τῷ δὲ κινεῖσθαι
13. κατὰ προαίρεσιν, ὥς που καὶ πρόσθεν ἡμῖν εἴρηται, τὰς ἐξ
14. ἐγκεφάλου τῶν νεύρων ἀποφύσεις ἐξηγουμένοις. τισὶ μέν γε
15. τῶν ζώων, ὥσπερ καὶ τοῖς ὄφεσιν, ἔσχισται καὶ ἡ γλῶττα.
16. τοῖς δ’ ἀνθρώποις, οὐ γὰρ ἦν ἄμεινον, οὔτ’ εἰς τὴν ἐδωδὴν,
17. οὔτ’ εἰς τὴν διάλεκτον, ἐσχισμένην εἶναι τὴν γλῶτταν, 
1. εὐλόγως ἡνώθη τε καὶ συνῆλθεν εἰς ταυτὸν αὐτῆς τὰ μόρια.
2. σαφῶς μέν ἐστι καὶ τούτοις διπλῆ, μήτ’ ἐκ τῶν δεξιῶν εἰς
3. ἀριστερὰ διερχομένου τινὸς μυὸς, ἢ φλεβὸς, ἢ ἀρτηρίας,
4. ἢ νεύρου, μήτ’ ἐκ τῶν ἀριστερῶν εἰς τὰ δεξιά. τὸ δ’ ἰσχυρὰν
5. μὲν αὐτὴν καὶ μεγάλην γενέσθαι κατὰ τὴν βάσιν
6. ἕδρας ἕνεκα, λεπτὴν δὲ κατὰ τὸ πέρας, ὅπως κινοῖτο ταχέως,
7. ἐμοὶ μὲν καὶ ταῦτα προνοίας οὐ τυχούσης εἶναι φαίνεται.
8. τὸ δ’, ἐπειδὴ τῶν μυῶν τοὺς μὲν ὡς ἐπὶ τὸν οὐρανίσκον
9. ἀναφέρειν αὐτὴν ἐχρῆν, τοὺς δὲ κάτω καταφέρειν,
10. τοὺς δ’ εἰς τὰ πλάγια περιάγειν, διὰ τοῦτο τοὺς μὲν ἐκ
11. τῶν ἄνω μερῶν, τοὺς δ’ ἐκ τῶν κάτω, τοὺς δ’ ἐκ τῶν πλαγίων
12. εἰς αὐτὴν καταφύεσθαι, πῶς οὐ καὶ αὐτὸ θαυμαστῆς
13. προμηθείας ἔργον; ἐδείχθη γὰρ ἐν τοῖς περὶ μυῶν κινήσεως,
14. ἕκαστον μὲν ἐπὶ τὴν ἰδίαν ἀρχὴν ἀναφέρειν τὸ μόριον.
15. ὥστ’ ἔμελλον ἐξ ἀνάγκης οἱ μὲν ἄνωθεν ἐμφυόμενοι
16. μύες ἄνω κινήσειν αὐτὴν, οἱ δὲ κάτωθεν ἀρχόμενοι κάτω
17. καὶ οὗτοι, κατὰ ταὐτὰ δὲ καὶ οἱ πλάγιοι τὰς ἐφ’ ἑκάτερα
1. κινήσεις ἐργάσασθαι. ἀλλ’ ἐπεὶ καὶ καταξηραινομένη δυσκίνητος
2. γίνεται, καὶ δηλοῦται δὴ τοῦτ’ ἐπὶ τῶν ὑπερδιψησάντων,
3. καὶ τῶν ἐν καυσώδεσι πυρετοῖς ἅπασαν ἐκφρυγομένων
4. τοῦ στόματος τὴν ἰκμάδα, καὶ τούτου θαυμαστῶς ἡ φύσις
5. προὐνοήσατο, πρὸς τὸ μὴ ῥᾳδίως αὐτὴν ἁλίσκεσθαι τοιούτῳ
6. παθήματι. λέλεκται μὲν οὖν καὶ πρόσθεν ἐπὶ τοῦ λάρυγγος,
7. ὡς διὰ ταύτην αὐτοῦ τὴν χρείαν τοὺς τοῖς σπόγγοις ἐοικότας
8. ἀδένας ἕνα παρέθηκεν ἑκατέρωθεν. καὶ κατὰ τὴν
9. γλῶτταν δ’ ἐστὶ ταὐτὸν τοῦτο, καὶ ἀπ’ αὐτῶν γε πόροι
10. διὰ τῶν ἐν τοῖς πλαγίοις καὶ κάτω μέρεσιν αὐτῆς ἐξερεύγονται
11. φλεγματῶδες ὑγρὸν, ἐπιτέγγοντες τήν τε γλῶτταν
12. αὐτὴν, καὶ τὰ κάτω, καὶ τὰ πλάγια, καὶ τὰ ἐν κύκλῳ
13. πάντα τοῦ στόματος. τὰ μὲν γὰρ ἄνω τοὺς ἐξ ἐγκεφάλου
14. καθήκοντας εἶχε πόρους, περὶ ὧν ἔμπροσθεν εἶπον. ὥστε
15. πληρέστατα καὶ τελειότατα τῇ φύσει παρεσκεύασται τὰ κατὰ
16. τὴν γλῶτταν σύμπαντα. τά τε γὰρ ἄλλα καὶ ὁ κάτωθεν
17. αὐτῆς δεσμὸς οὐ σμικρὰν ἐνδείκνυται τὴν πρόνοιαν. ἑκάστου
1. τῶν μυῶν ἐπὶ τὴν ἰδίαν ἀρχὴν ἀνασπᾶσθαι φύσιν ἔχοντος,
2. ἀναγκαῖον ἦν δήπου τὴν γλῶτταν ὑπὸ μυῶν ἑλκομένην τῶν
3. ἐμφυομένων αὐτῇ κατὰ τὴν ῥίζαν εἰς ἑαυτήν τε συνάγεσθαι
4. καὶ οἷον σφαιροῦσθαι, πρὸς αὐτὰ τεινομένην, ὥστ’
5. οὐκ ἂν ὁμοίως ἐξικνεῖτο πρός τε τοὺς ἔμπροσθεν ὀδόντας
6. καὶ τὰ χείλη, πρὸς τῷ μηδ’ ἕδραν ἔχειν ἀσφαλῆ, πανταχόθεν
7. ἀπολελυμένη. εἰς ταῦτ’ οὖν ἅπαντα θαυμαστῶς τηλικοῦτον
8. ἡ φύσις παρεσκεύασε τὸν δεσμὸν, ἡλίκος μάλιστα
9. ἐπιτήδειος ἔμελλεν ἔσεσθαι. οὐ γὰρ δὴ ἁπλῶς γε οὐδ’ ὡς
10. ἔτυχεν, ἀλλὰ μετὰ θαυμαστῆς τινος ἐγένετο συμμετρίας.
11. εἴτε γὰρ ἐπὶ πλέον ἐξικνεῖτο τῆς γλώττης, εἴτ’ ἐσώτερον
12. τοῦ δέοντος ἐπαύσατο, χείρων μὲν ἂν οὕτω γε καὶ
13. περὶ τὴν τῆς φωνῆς ἐγένετο διάρθρωσιν, οὐδὲν ἧττον δ’ ἂν
14. καὶ εἰς τὴν ἐν τῷ μασᾶσθαι κίνησιν ἐνεποδίζετο. συμφέρει
15. γὰρ εἰς ἄμφω ταῦτα, τήν τε βάσιν αὐτῆς ἑδραίαν εἶναι
16. καὶ τὸ πέρας εὐκόλως ἐξικνεῖσθαι πάντη. καὶ μὴν εἰ μὲν
17. ἐπ’ ὀλίγον ὁ δεσμὸς οὗτος προὔβαινεν, ἧττον μὲν ἂν, ἢ εἰ
1. μηδ’ ὅλως ἐγεγόνει, παραπλησίως δ’ ἂν οὕτως ἐλυμαίνετο
2. τῇ γλώττῃ· μέχρι πλείστου δ’ ἐξικνούμενος, οὐκ ἂν οὔτε
3. πρὸς τὸν οὐρανίσκον, οὔτε πρὸς τοὺς ἄνωθεν ὀδόντας,
4. οὔτε πρὸς ἄλλα μόρια τοῦ στόματος ἐπέτρεπεν ἐκτείνεσθαι.
5. οὕτως οὖν ἀκριβής ἐστιν ἡ συμμετρία τῆς δέσεως,
6. ὡς, εἴτε προσθείης, εἴτε ἀφέλοις βραχὺ, βλάπτεσθαι τοῦ
7. παντὸς ὀργάνου τὴν ἐνέργειαν. καὶ μάλιστα θαυμάζειν τὴν
8. φύσιν ἐστὶν ἐν τοῖς οὕτω παρὰ μικρὸν, εἰ μὲν κατορθοῖ,
9. σπάνιον δὲ τὸ σφάλμα. καίτοι γε ὅσον ἐπί τε τοῖς σπείρουσιν
10. ἡμᾶς καὶ ταῖς κυούσαις, οὐ τὸ σφάλμα σπάνιον
11. εὑρεῖν, ἀλλὰ τὸ κατόρθωμα γίγνεσθαι. μεθύοντες γὰρ μεθυούσαις
12. συνέρχονται, καὶ οὐδ’ ὅπου γῆς εἰσιν εἰδότες,
13. ὑπὸ πλησμονῆς ἑτέραις οὕτω διακειμέναις. ὥστε ἡ μὲν ἀρχὴ
14. τῆς σπορᾶς εὐθὺς οὕτω πλημμελής· τὰ δὲ μετὰ ταῦτα τῆς
15. κυούσης ἁμαρτήματα περί τε τὰς τῶν συμμέτρων γυμνασίων
16. ῥᾳθυμίας, καὶ σιτίων πλησμονὰς, καὶ θυμοὺς, καὶ μέθας,
17. καὶ λουτρὰ, καὶ ἀφροδισίων ἀκαίρων χρήσεις, ἃς οὐδ’ εἰπεῖν
18. δυνατόν. ἀλλ’ ὅμως καίτοι πρὸς τοσαύτας ὕβρεις ἡ
1. φύσις ἀντέχει, καὶ κατορθοῖ τὰ πολλά. καὶ μὴν οὔτε πυροὺς,
2. οὔτε κριθὰς, οὔτ’ ἀμπέλους, οὔτ’ ἐλαίας οὕτω φυτεύουσί
3. τε καὶ σπείρουσιν οἱ γεωργοὶ, ἀλλὰ πρῶτον μὲν,
4. ὅπως ἐχούσῃ τῇ γῇ πιστεύουσι τὰ σπέρματα, πολλὴν πρόνοιαν
5. πεποίηνται· μετὰ ταῦτα δ’, ὅπως μήθ’ ὑπὸ περιττῆς
6. ὑγρότητος κατακλυζόμενα σαπείη, μήτ’ αὐχμοῖς αὐανθείη,
7. μήτ’ ἀποσβεσθείη διὰ κρύος, οὐ παρέργως πεφροντίκασιν.
8. ἄνθρωπον δ’ οὐδεὶς οὕτως ἐπιμελῶς οὔτ’ ἔσπειρεν, οὔθ’
9. ἀνεθρέψατο κυούμενον, ἀλλ’, ὥσπερ τἄλλα πάντα κατὰ τὸν
10. βίον ὀλιγωροῦσιν ἑαυτῶν ἅπαντες, οἱ μὲν ἀπλήστοις καὶ
11. λαιμάργοις ἡδοναῖς νενικημένοι, τινὲς δὲ χρήμασιν, ἢ
12. δυνάμεσιν, ἢ ἀρχαῖς σχολάζοντες, κατὰ τὸν αὐτὸν τρόπον
13. καὶ αὐτῆς τῆς πρώτης γενέσεως ἠμελήκασιν. ἀλλ’
14. ἐκείνους μὲν ἤδη καταλίπωμεν, ἐπὶ δὲ τὰ συνεχῆ
15. μεταβῶμεν.

Cliquer un n° de page pour en afficher l’image