16. Ὅσα μὲν οὖν ἡ φύσις ἐμηχανήσατο περί τε
17. τὴν ἐπιγλωττίδα, καὶ τὸν λάρυγγα, καὶ ὅλως τὸ καταπίνειν
1. τε καὶ φωνεῖν, ἔμπροσθεν εἴρηται πάντα. καὶ εἴ τις ἀναμνησθείη
2. κᾀκείνων, θαυμάσειν αὐτὸν οἶμαι τὴν ὁμολογίαν
3. τῆς χρείας τῶν μορίων, καὶ πεισθήσεσθαι σαφῶς, ὅτι μὴ
4. θερμασία τις ἢ πνεῦμα κινούμενον, ὡς ἔτυχεν, ἀνέῤῥηξε
5. τὸ στόμα, πάντως γὰρ ἄν που καὶ ἓν ὁτιοῦν τῶν ἔνδον
6. αὐτοῦ μορίων ἢ ἐλλιπῶς ἔχον, ἢ περιττῶς, ἢ πάντως ἀργὰς
7. ἂν χρείας εὑρεθείη, ἀλλ’ ἅπαντα πρὸς ἐδωδὴν καὶ τὴν
8. κατάποσιν, καὶ τὴν φωνὴν, καὶ τὴν ἀναπνοὴν εὑρίσκεσθαι
9. παρεσκευασμένα, καὶ μηδὲν ἀργὸν, ἢ ἐλλιπὲς, ἢ βέλτιον
10. ἑτέρως ἔχειν δυνάμενον, ἱκανὸν οἶμαι γνώρισμα τοῦ τεχνικῶς
11. αὐτό τε τὸ στόμα καὶ τὰ κατ’ αὐτὸ πάντα κατεσκευάσθαι.
12. καὶ γὰρ οὖν καὶ περὶ τοῦ πάντα ὑπαλείφοντος
13. αὐτὰ χιτῶνος εἴρηται πρόσθεν, ὡς τῶν ἀπ’ ἐγκεφάλου
14. νεύρων τῶν μαλακῶν οὐ σμικρὰν δέχεται μοῖραν,
15. ἵν’, οἶμαι, καὶ αὐτὸς αἰσθητικὸς ᾖ χυμῶν, ὥσπερ καὶ ἡ
16. γλῶττα, καὶ ὡς συμμέτρως ἔχῃ μαλακότητός τε καὶ σκληρότητος,
17. ὑπὲρ τοῦ μήτ’ ἀναίσθητος ἢ δυσαίσθητος γενέσθαι
18. ξηρανθεὶς καὶ σκληρυνθεὶς ἐπὶ πλέον, ὥσπερ τὰ ὀστᾶ,
1. μήθ’ ἑτοίμως πάσχῃ τιτρωσκόμενος ἢ θλώμενος ὑπὸ τῶν
2. ὀξυτέρων τε καὶ σκληροτέρων βρωμάτων. εἴρηται δὲ καὶ
3. περὶ τοῦ γαργαρεῶνος, ἐν μὲν τοῖς περὶ φωνῆς, ὡς εἰς μέγεθος
4. καὶ κάλλος αὐτῇ συντελεῖ, καθ’ ἑκάτερον δὲ εὔλογον,
5. ὥσπερ ἀπὸ τούτου σχίζοιτο τοῦτο πρότερον ὁ εἰσιὼν ἀὴρ,
6. καὶ θραύοιτο τῆς τε ῥύμης αὐτοῦ τὸ σφοδρὸν, καὶ διὰ
7. τοῦτο καὶ τῆς ψύξεως, καὶ ὡς ἔνιοι τῶν ἐκτμηθέντων αὐτὸν
8. ἄχρι βάσεως οὐ μόνον εἰς τὴν φωνὴν ἐβλάβησαν ἐπιδήλως,
9. ἀλλὰ καὶ ψυχροτέρας τῆς εἰσπνοῆς αἰσθάνονται, καὶ μέντοι
10. καὶ ὡς ψυχθέντες τὰ κατὰ τὸν πνεύμονα καὶ τὸν
11. θώρακα πολλοὶ τῶν τοιούτων ἀπώλοντο, καὶ ὡς οὐ χρὴ
12. προπετῶς ἀποτέμνειν αὐτὸν, οὐδ’ ὡς ἔτυχεν, ἀλλ’ ἀπολείπειν
13. τι τῆς βάσεως μέρος. ὥστ’ οὐδὲ περὶ τούτων ἔτι χρὴ
14. λέγειν ἐπιπλέον, ἀλλ’ ἀρκεῖ κᾀνταῦθα μόνον εἰρῆσθαι τὰ
15. κεφάλαια τῶν λόγων. γέγραπται καὶ περὶ τῶν κατὰ τὴν
16. ῥῖνα τρημάτων ἐν τοῖς ἔμπροσθεν, ὅπως μὲν θαυμαστῶς
17. αὐτὰ διαδέχεται τὸ προτεταγμένον ὀστοῦν τῶν κοιλιῶν τοῦ
18. ἐγκεφάλου, τὸ τῷ σπόγγῳ παραπλήσιον, ἥ τ’ εἰς τὸ στόμα
1. σύντρησις αὐτῶν, ἡ κατὰ τὴν ὑπερῴαν, ὅπως ἐγένετο, χάριν
2. τοῦ μὴ κατ’ εὐθὺ τῆς τραχείας εἶναι τὴν ἀρχὴν τῆς
3. εἰσπνοῆς, ἀλλὰ καὶ καμπήν τινα καὶ οἷον ἕλικα γίνεσθαι
4. πρότερον, εἰς αὐτὴν ἰόντος τοῦ πνεύματος. ἐκ τούτου γὰρ,
5. οἶμαι, διττὸν ἀγαθὸν ἔμελλεν ἔσεσθαι, τό τε μὴ ψυχθῆναί
6. ποτε τὰ περὶ τὸν πνεύμονα, ψυχροῦ πολλάκις ἱκανῶς γιγνομένου
7. τοῦ περιέχοντος ἡμᾶς ἀέρος, καὶ τὸ τοὺς ἀναμεμιγμένους
8. ὄγκους αὐτῷ πλειστάκις ἢ κόνεως, ἢ τέφρας, ἤ τινος
9. ἑτέρου τοιούτου, μὴ παραγίνεσθαι μέχρι τῆς ἀρτηρίας.
10. ἐν ταύτῃ τῇ καμπῇ τὸ μὲν πνεῦμα δύναται πρόσω φέρεσθαι,
11. τὰ τοιαῦτα δ’ ἴσχεται, φθάνοντα προσπίπτειν τοῖς
12. περὶ τὰς καμπὰς σώμασιν, ὑγροῖς καὶ μαλακοῖς ὑπάρχουσι,
13. καί τι καὶ γλίσχρον ἔχουσι, καὶ διὰ ταῦτα πάντα κατέχειν
14. δυναμένοις τὰ προσπίπτοντα. εἰ δὲ δὴ καὶ παρέλθοι μέχρι
15. τοῦ στόματος, ἐνταῦθα σχισθήσεται κατά τε τὴν ὑπερῴαν
16. καὶ τὸν κίονα, καλεῖται γὰρ οὖν καὶ οὕτως ὁ γαργαρεών.
17. ἀπόδειξις δὲ μεγίστη τό γε γιγνόμενον ὁσημέραι τοῖς τε
18. διαπαλαίουσιν ἐν κόνει πολλῇ καὶ τοῖς ὁδὸν τοιαύτην
1. διεξερχομένοις· ἀπομύττονται γὰρ ὀλίγον ὕστερον οὗτοι καὶ
2. ἀποπτύουσιν ἀναχρεμπτόμενοι τὴν κόνιν. ἀλλ’ εἴπερ μὴ
3. πρότερον μὲν ὡς ἐπὶ τὴν κεφαλὴν εὐθεῖς οἱ κατὰ τὰς ῥῖνας
4. ἀνεφέροντο πόροι, μετὰ ταῦτα δὲ ἀπεστρέφοντο λοξοὶ
5. πρὸς τὴν ὑπερῴαν, ἐκδεχόμενόν τ’ αὐτοὺς ἐνταῦθα ἐκέκτηντο
6. τὸν γαργαρεῶνα, δῆλον ὡς οὐδὲν ἂν ἐκώλυεν εἰς τὴν ἀρτηρίαν
7. ἐμπίπτειν ἅπανθ’, ὅσα τοιαῦτα. καὶ γὰρ οὖν καὶ γίγνεται
8. τοῦθ’ οὕτως, εἴ τις ἀναπνεύσειε διὰ τοῦ στόματος.
9. ἔγωγ’ οὖν οἶδα καὶ ἀθλητὰς πολλοὺς κατ’ αὐτὸ δὴ μάλιστα
10. τοῦτο νικηθέντας καὶ πνιγῆναι κινδυνεύσαντας, ὅτι διὰ τοῦ
11. στόματος εἰσέπνευσαν τὴν κόνιν. ἧκον δὲ δήπουθεν εἰς
12. τοῦτο, μεγάλης ἀθρόως εἰσπνοῆς δεηθέντες. κατὰ τοῦτον
13. γοῦν μόνον τὸν καιρὸν εἰσπνεῖ διὰ στόματος τὰ ζῶα, τά γε
14. κατὰ φύσιν ἔχοντα. φλεγμονῆς γὰρ ἢ σκίῤῥου γενηθέντος,
15. ἤ τινος ἄλλης διαθέσεως ἀποφραττούσης τοὺς πόρους τῆς
16. ῥινὸς, ἀναγκάζονται μὲν καὶ τότε διὰ τοῦ στόματος εἰσπνεῖν,
17. ἀλλ’ ὅτι μὴ κατὰ φύσιν ἔχουσιν οἱ πόροι τῆς
18. ῥινὸς, ὑγιαινόντων δ’ αὐτῶν ἀκριβῶς, οὐδὲν δεῖ τοῦ στόματος,
1. εἰ μὴ κατεπείγοιτό τις ἄσθματι πολλῷ καὶ σφοδρῷ.
2. κᾀν τῷδε δῆλον, ὅπερ ἤδη καὶ πρόσθεν εἴρηται, τὸ τὴν μὲν
3. ῥῖνα τῶν ἀναπνευστικῶν ὀργάνων εἶναι τὸ πρῶτον τῇ τάξει,
4. τὸ στόμα δὲ, μηδενὸς μὲν παθήματος τὸ ζῶον βιαζομένου,
5. μηδ’ ὅλως ἀναπνευστικὸν ὑπάρχειν, ἐν δὲ τοῖς νῦν λελεγμένοις
6. καιροῖς ἐπικουρεῖν τι καὶ αὐτὸ τῷ ζώῳ πρὸς τὴν
7. ἀναπνοήν. δῆλον δὲ, καὶ ὡς ὁ κίων οὐ μικρὰ συντελεῖ
8. πρὸς τὸ μήτε κόνιν ἐμπίπτειν τῷ λάρυγγι, μήτ’ ἄλλην τινὰ
9. οὐσίαν τοιαύτην. καί σοι καὶ ἥδε τρίτη χρεία τοῦ μορίου
10. τοῦδε πρὸς ταῖς δύο ταῖς ἔμπροσθεν εἰρημέναις γινωσκέσθω.
11. τῶν μὲν δὴ κατὰ τὸ στόμα δῆλον ἤδη γέγονεν ὡς
12. οὔτε μάταιον, οὔτ’ ἐλλιπὲς οὐδέν ἐστι μόριον, ἀλλὰ
13. καὶ τοῖς ὄγκοις τοῦ στόματος ἅπαντα, καὶ ταῖς συστάσεσι,
14. καὶ ταῖς διαπλάσεσι, καὶ ταῖς θέσεσιν ἄριστα παρεσκεύασται.
15. καὶ γὰρ, εἴ τι τούτων οὐκ ἐξηγήμεθα, σαφὲς ἐκ τῶν
16. εἰρημένων ἐστίν. ἀρκεῖ γοῦν ἐφ’ ἑνὸς ἢ δυοῖν ὑπομνῆσαι
17. μορίων ἑκάστου τῶν ὑπαρχόντων αὐτοῖς τὴν χρείαν, ὥσπερ
18. ἐπὶ τῆς γλώττης ἐποιήσαμεν. ἃ γὰρ ἐπ’ ἐκείνης εἴρηται,
1. τὴν συμμετρίαν τοῦ μεγέθους ἡμῶν ἐπαινούντων, ἔχοις ἂν
2. ἐπισκοπούμενος εὑρίσκειν ἐφ’ ἁπάντων ὁμοίως. οὐδὲν γοῦν
3. αὐτῶν οὔθ’ οὕτω σμικρὸν, ὡς ἐνδεῶς ὑπηρετεῖν, οὔτ’ εἰς
4. τοσοῦτον ἐκπεπτωκὸς μεγέθους, ὡς ἤτοι θλίβειν τι τῶν ἄλλων,
5. ἢ αὐτὸ πρὸς ἐκείνων στενοχωρεῖσθαι. ἀλλὰ τὰ μὲν
6. ἐκ τῆς ῥινὸς τρήματα πρὸς τὴν εἰσπνοὴν ἱκανά· τὸ δὲ
7. τοῦ κίονος μέγεθος εἰς τὰς τρεῖς χρείας αὐταρκέστατον·
8. ἡ δ’ ἐπιγλωττὶς τηλικαύτη καὶ τοιαύτη τὸν ὄγκον τοῦ
9. σώματος, ἡλίκον τὸ κλεισθησόμενον μόριον. οὕτω δὲ καὶ
10. ὁ τοῦ λάρυγγος καὶ ὁ τοῦ στομάχου πόρος, ὁ μὲν ἀναπνοῆς
11. καὶ φωνῆς, ὁ δὲ ταῖς τῶν σιτίων διόδοις, αὐταρκέστατον
12. ἔχουσι μέγεθος. ὡσαύτως καὶ τῶν ὀδόντων ἕκαστος
13. καὶ τἄλλα σύμπαντα θαυμαστήν τινα ἀναλογίαν
14. τε καὶ συμμετρίαν ἔχει πρὸς ἄλληλα, φανερῶς ἐνδεικνύμενα
15. τὸ κατ’ ἀρχὰς τοῦ λόγου παντὸς εἰρημένον, ὡς εἰς ἑνὸς
16. ἔργου τέλος ἀποβλέπων ὁ δημιουργὸς ἡμῶν ἅπαντα ταῦτα
17. κατεσκεύασεν.
⟨
(De usu part.) [n° 017 Fichtner] [GalLat]
De usu partium
Περὶ χρείας τῶν ἐν ἀνθρώπου σώματι μορίων
Utilité des parties du corps
The Function of the Parts of the Body (UP)
Helmreich, 1907; Helmreich, 1909.
De usu partium corporis humani, 1822, vol. 3-4, p. 1-939;1-366. urn:cts:greekLit:tlg0057.tlg017.verbatim-lat1
Nöldeke, 1805 (deu); Daremberg, 1854/1856 (fra); Tallmadge-May, 1968 (eng); Garofalo, Vegetti, 1978 (ita); López Salvá, 2010 (spa).
De usu partium corporis humani, 11.11, ed. Kühn, 1822, vol. 3, p. 886-892. urn:cts:greekLit:tlg0057.tlg017.1st1K-grc1:11.11
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩