Galenus. De usu partium (De usu part.) [n° 017 Fichtner] [GalLat]

Περὶ χρείας τῶν ἐν ἀνθρώπου σώματι μορίων
Utilité des parties du corps
The Function of the Parts of the Body (UP)
Helmreich, 1907; Helmreich, 1909.
De usu partium corporis humani, 1822, vol. 3-4, p. 1-939;1-366. urn:cts:greekLit:tlg0057.tlg017.verbatim-lat1
Nöldeke, 1805 (deu); Daremberg, 1854/1856 (fra); Tallmadge-May, 1968 (eng); Garofalo, Vegetti, 1978 (ita); López Salvá, 2010 (spa).

De usu partium corporis humani, 11.12, ed. Kühn, 1822, vol. 3, p. 893-897. urn:cts:greekLit:tlg0057.tlg017.1st1K-grc1:11.12

1. Ἠρξάμην μὲν οὖν ἀπὸ τῶν κροταφιτῶν
2. μυῶν, ὡς ἐφεξῆς ἐρῶ τι περί τε μετώπου καὶ ὤτων, ἐπειδὴ
3. ταῦθ’ ὑπελείπετο τῶν κατὰ τὴν κεφαλὴν μορίων. ὁ δὲ λόγος
4. ὑπὸ τῆς τῶν πραγμάτων ἀκολουθίας ἀγόμενος ἑξῆς
5. μὲν τοῖς κροταφίταις τῶν ἄλλων τῆς κάτω γένυος ἐμνημόνευσε
6. μυῶν, ἔπειτα δὲ καὶ περὶ τοῦ στόματος καὶ τῶν
7. κατ’ αὐτὸ διῆλθε μερῶν. ἐπάνεισιν οὖν αὖθις ἐπὶ τὰ λείποντα,
8. περὶ μὲν τῶν ὤτων τε καὶ τῶν τῆς ῥινὸς πτερυγίων
9. (οὕτω δὲ αὐτῆς ὀνομάζεται τὰ κάτω πέρατα κινούμενα) κοινὴν
10. ποιούμενος τὴν διδασκαλίαν, συνάπτω δ’ αὐτῇ τὴν
11. ἰδέαν καὶ τούτων οὔπω λελεγμένων. ὅτι μὲν οὖν, ὅσα προπετῆ
12. καὶ γυμνὰ μόρια καὶ τοῖς ἔξωθεν ἐμπίπτουσιν ἐκκείμενα,
13. τοιαύτης οὐσίας ἔχρῃζεν, οἵας μήτε θλᾶσθαι, μήτε
14. θραύεσθαι ῥᾳδίως, εἴρηται μὲν ἤδη καὶ πρόσθεν, ἥκει δὲ
15. καὶ νῦν καιρὸς τῷ λόγῳ· ἐπὶ γὰρ τῇ κοινῇ χρείᾳ τῶν μορίων
16. ἀναγκαῖον οἶμαι καὶ τὸν λόγον γίγνεσθαι κοινόν.
17. ὁρᾶται δὴ τὰ ὦτα ῥᾳδίως ἐπιπτυσσόμενα, καὶ μηδὲν ἐν
18. τούτῳ πάσχοντα· καί που καὶ πῖλόν τις καὶ κράτος τῇ
1. κεφαλῇ περιθέμενος οὐδὲν ἐκ τοῦ θλιβῆναι τὰ ὦτα βεβλαμμένος
2. φαίνεται. μαλακὰ γὰρ ὑπάρχοντα μετρίως καὶ
3. διὰ τοῦτο ῥᾳδίως εἴκοντα τοῖς ἐμπίπτουσιν ἐκλύει τὴν
4. βίαν αὐτῶν. εἰ δέ γέ τοι σκληρὰ τελέως ἦν ὁμοίως
5. τοῖς ὀστοῖς, ἢ μαλακὰ παραπλησίως ταῖς σαρξὶ, δυοῖν θάτερον
6. ἂν ἦν, ἤτοι γ’ ἀπεθραύετ’ αὐτῶν τι ῥᾳδίως, ἢ ὅλα
7. συνεθλᾶτο. διὰ τοῦτο μὲν δὴ χονδρώδη γέγονε. διὰ τί δὲ
8. ὅλως ἐκκείμενα, τοῦτ’ ἤδη λέξω. σκέπην ἡ φύσις ἅπασι
9. τοῖς τῶν αἰσθήσεων ὀργάνοις ἐπιτεχνᾶται, τοῖς μὲν ὑπὲρ
10. τοῦ μηδὲν βλάπτεσθαι πλησιάζοντα τὸν ἐγκέφαλον, τοῖς δὲ
11. καὶ τῆς οἰκείας ἀσφαλείας ἕνεκα. τοιοῦτον ἐδείκνυτο τῷ τῆς
12. ὀσφρήσεως ὀργάνῳ προβεβλημένον ὀστοῦν, τὸ προσαγορευόμενον
13. ἠθμοειδές· ἀλλὰ καὶ ἡ ῥὶς ὅλη τοιοῦτον πρόβλημα.
14. κατὰ δέ γε τοὺς ὀφθαλμοὺς ἐδείκνυμεν, ὡς τὰ βλέφαρα,
15. καὶ ἡ ῥὶς, καὶ τὸ μῆλον ὀνομαζόμενον, αἵ τ’ ὀφρύες, αὐτοῦ
16. τε τοῦ περικειμένου δέρματος ἡ κίνησις ὑπὲρ τοῦ σκέπειν
17. αὐτοὺς ἐγένετο. περὶ δὲ τῆς γλώττης οὐδὲν οἶμαι δεῖν
1. λόγου, καθάπερ ἐν σπηλαίῳ τινὶ κατακλειομένης τῷ στόματι.
2. λοιπὸν οὖν ἐστι τὸ τῆς ἀκοῆς αἰσθητικὸν ὄργανον,
3. ἐν ᾧ καὶ αὐτῷ πρώτην μὲν τὴν κατὰ τὸ λιθοειδὲς ὀστοῦν
4. ἕλικα τοῦ πόρου κατεσκευάσατο πρὸς τὸ μηδὲν τῶν ἔξωθεν
5. προσπιπτόντων λυμαίνεσθαι. καί σοι καὶ περὶ ταύτης
6. ἱκανῶς ὁ πρόσθεν ἐξηγήσατο λόγος. δεύτερον δὲ καθάπερ
7. τῶν ὀφθαλμῶν τὰς τρίχας τῶν ὀφρύων ὑπερέθηκεν, ἐκδεχομένας
8. προτέρας, εἴτι τῆς κεφαλῆς εἰς αὐτοὺς καταῤῥέοι,
9. κατὰ τὸν αὐτὸν τρόπον ἐβουλήθη τι καὶ τῶν ὤτων προθεῖναι.
10. ἀλλὰ τοῖς μὲν ὀφθαλμοῖς ἐφ’ ὑψηλοῦ δεομένοις
11. κεῖσθαι, δέδεικται γὰρ καὶ τοῦτο, μέγα τὸ πρόβλημα ποιεῖν
12. εἰς τοσοῦτον, ὡς ἐπισκοτεῖν αὐτοῖς, οὐκ ἦν ἄμεινον· ἐπὶ δέ
13. γε τῆς ἀκοῆς αὐτὸ τοὐναντίον, οὐ μόνον ἀποκωλύσειν γὰρ
14. ἔμελλε τὰ προτεταγμένα τὴν τῆς φωνῆς ἔμπτωσιν, ἀλλὰ
15. καὶ προσεπηχήσειν τι. μέγιστον δὲ τοῦ λόγου μαρτύριον
16. Ἀδριανὸς οὗτος ὁ Ῥωμαίων ὕπατος, ἐπειδὴ ἐβέβλαπτο τὴν
17. αἴσθησιν ταύτην, παρατείνων τοῖς ὠσὶν ἐξόπισθεν εἰς τὰ
18. πρόσω νενευκυίας κοίλας τὰς χεῖρας ὑπὲρ τοῦ ῥᾷον ἀκούειν.
1. οὕτω δὲ καὶ Ἀριστοτέλης ἔλεγεν ἵππους, καὶ ὄνους, καὶ
2. κύνας, ὅσα τε ἄλλα ζῶα μεγάλα κέκτηται τὰ ὦτα, περιάγειν
3. αὐτὰ καὶ στρέφειν ἀεὶ πρός τε τοὺς ψόφους καὶ τὰς
4. φωνὰς, ὑπὸ τῆς φύσεως δεδιδαγμένα τὴν χρείαν τῶν μορίων.
5. ἀλλ’ ἀνθρώποις γε τὸ μὲν τηλικοῦτον μέγεθος δύσχρηστον
6. ἐν τῷ σκέπειν τὴν κεφαλὴν ἢ πίλοις, ἢ κράνεσιν, ἢ τισιν
7. ἑτέροις τοιούτοις, ἅπερ οὐκ ὀλιγάκις ἔμελλε ποιήσειν, ὅπου
8. γε καὶ τοῖς πολεμικοῖς ἵπποις, καίτοι γε πολὺ τῶν ὄνων
9. μικρότερα ἔχουσι τὰ ὦτα, δύσχρηστον τὸ μέγεθος, ἡνίκα
10. που τοῦ σκέπεσθαι δέοι τὴν κεφαλὴν, εἰς τοσοῦτον δ’ ἀνατετάσθαι
11. καὶ προὔχειν αὐτὰ τῶν πόρων, εἰς ὅσον νῦν
12. ἀνατέταται, βελτίω. οὕτω γὰρ ἅμα μὲν ἐπηχεῖ καὶ σκέπει
13. τὸν πόρον, ἅμα δ’ οὐδὲν ἐμποδίζει τοῖς ὅλης τῆς κεφαλῆς
14. ἐπιβλήμασιν. ὀλίγον οὖν ἢ οὐδ’ ὅλως κινεῖται τοῖς
15. ἀνθρώποις, ἢ βραχεῖάν τινα καὶ ἀμυδρὰν ἔχει τὴν κίνησιν.
16. ἅτε γὰρ ὄντα σμικρὰ, βραχὺ παντελῶς ἢ ὅλως οὐδὲν ἔμελλεν
17. ὠφελήσειν ἡμᾶς ἐπιστρεφόμενα. τὸ δ’ ἔξωθεν μὲν αὐτὰ 
1. κυρτὰ, κοῖλα δ’ ἔνδοθεν ὑπάρχειν ἕνεκα τοῦ μήτ’ ἐμπίπτειν
2. τι τῷ πόρῳ μήτε αὐτὰ πάσχειν ἑτοίμως ἐγένετο· πολλάκις
3. γὰρ ἤδη λέλεκται πάντων δυσπαθέστατον εἶναι τὸ περιφερές.
4. ἀλλὰ καὶ πολυέλικτον ἑκάτερον αὐτῶν ἐγένετο τῆς
5. αὐτῆς χρείας ἕνεκεν· μᾶλλον γὰρ οὕτως ἐπιπτύσσεσθαι δύναται
6. καὶ διπλοῦσθαι καθ’ αὑτὸ, ἢ εἰ ἁπλοῦν τε καὶ
7. ὁμοειδὲς ὅλον ἑκάτερον ὑπῆρχεν.

Cliquer un n° de page pour en afficher l’image