Galenus. De usu partium (De usu part.) [n° 017 Fichtner] [GalLat]

Περὶ χρείας τῶν ἐν ἀνθρώπου σώματι μορίων
Utilité des parties du corps
The Function of the Parts of the Body (UP)
Helmreich, 1907; Helmreich, 1909.
De usu partium corporis humani, 1822, vol. 3-4, p. 1-939;1-366. urn:cts:greekLit:tlg0057.tlg017.verbatim-lat1
Nöldeke, 1805 (deu); Daremberg, 1854/1856 (fra); Tallmadge-May, 1968 (eng); Garofalo, Vegetti, 1978 (ita); López Salvá, 2010 (spa).

De usu partium corporis humani, 11.14, ed. Kühn, 1822, vol. 3, p. 899-911. urn:cts:greekLit:tlg0057.tlg017.1st1K-grc1:11.14

8. Τὸ δ’ ἐξ ἐπιμέτρου ποτὲ καὶ τῆς εὐμορφίας
9. στοχάζεσθαι ἀναγκαῖον ὑπάρχον, καὶ αὐτὸ δὴ γινώσκεται
10. τοῖς περὶ φύσιν ἔχουσιν, οὐδαμοῦ διὰ τῶν ἔμπροσθεν
11. λόγων εἰρηκὼς, νῦν ᾠήθην μάλιστα προσήκειν εἰπεῖν. καὶ
12. γὰρ οὖν καὶ αἱ κατὰ τὰ γένεια τρίχες οὐ μόνον σκέπουσι
13. τὰς γένυας, ἀλλὰ καὶ πρὸς κόσμον συντελοῦσι. σεμνότερον
14. γὰρ τὸ ἄῤῥεν φαίνεται, καὶ μάλιστα ἐν τῷ προϊέναι κατὰ
15. τὴν ἡλικίαν, εἰ πανταχόθεν αὐτῷ καλῶς αὗται περικέοιντο.
16. καὶ διὰ τοῦτο τά τε μῆλα καλούμενα καὶ τὴν ῥῖνα ψιλὰ
17. καὶ γυμνὰ τριχῶν ἡ φύσις ἀπέλιπεν. ἄγριον γὰρ ἄν οὕτω
1. καὶ θηριῶδες ὅλον ἐγένετο τὸ πρόσωπον, οὐδαμῶς οἰκεῖον
2. ἡμέρῳ καὶ πολιτικῷ ζώῳ. ἀλλ’ εἴς γε τὴν σκέπην τῷ μὲν
3. μήλῳ τὸ πάχος αὐτὸ τῶν ὀστῶν ἐπικουρεῖ, τῇ ῥινὶ δὲ
4. τὸ τῆς ἐκπνοῆς θερμὸν, ὥστ’ οὐδὲ ταῦτα τελέως γυμνά.
5. καὶ μέντοι καὶ ὀφθαλμῶν ἔνεστιν ἅψασθαι, καὶ μάλιστ’
6. ἐν κρύει· τότε γὰρ ἂν ἐναργέστατα γνοίης, ὅπως εἰσὶ
7. θερμοί. οὔτ’ οὖν οὐδ’ αὐτοὶ γυμνοὶ τελέως, οὐδ’
8. ἄφρακτοι πρὸς τὸ κρύος, οἰκεῖον ἔχοντες ἀλέξημα τὸ ἔμφυτον
9. θερμὸν, οὐδὲν τῶν ἔξωθεν σκεπασμάτων δεόμενον.
10. ἀλλὰ μὴν καὶ γυναικὶ τὸ σῶμα μαλακὸν ἐχούσῃ, καὶ παιδικὸν
11. ἀεὶ, καὶ γυμνὸν τριχῶν, οὐκ ἔμελλεν οὐδ’ ἡ τοῦ προσώπου
12. ψιλότης ἄκοσμος ἔσεσθαι καὶ ἄλλως οὐδ’ ἔχει
13. τοῦτο τὸ ζῶον οὕτω σεμνὸν ἦθος, ὥσπερ τὸ ἄῤῥεν, ὥστ’
14. οὐδ’ εἴδους αὐτῷ σεμνοῦ δεῖ. δέδεικται γὰρ ἤδη πολλάκις,
15. εἰ μὴ ἄρα καὶ διὰ παντὸς τοῦ λόγου, τοῖς τῆς ψυχῆς ἤθεσιν
16. οἰκεῖον ἡ φύσις ἀπεργαζομένη τὸ τοῦ σώματος εἶδος.
17. ἀλλ’ οὐδὲ σκέπης μέντοι τινος ἐδεῖτο περιττῆς τὸ θῆλυ
18. γένος ἀλεξητηρίου πρὸς κρύος, οἰκουροῦν τὰ πολλὰ,
1. κεφαλῆς μέντοι κομώσης ἐδεῖτο καὶ σκέπης ἕνεκα καὶ
2. κόσμου, καὶ τοῦτ’ αὐταῖς ἤδη κοινὸν πρὸς τοὺς ἄνδρας.
3. ἀλλὰ μὴν καὶ δι’ ἄλλην τινὰ χρείαν ἀναγκαίαν αἵ τε τῶν
4. γενείων τρίχες εἰσὶν ἡμῖν, αἵ τε τῆς κεφαλῆς. ἐπειδὴ γὰρ
5. ἡ ἐκ τῶν χυμῶν ἀναθυμίασις ἐπὶ τὴν κεφαλὴν ἀναφέρεται,
6. μάλιστα τοῖς παχυτέροις αὐτῆς περιττώμασιν εἰς τροφὴν
7. τῶν τριχῶν ἡ φύσις καταχρῆται. ἐπεὶ δ’ ἀνδράσιν, εἰς ὅσον
8. θερμότεροι γυναικῶν, εἰς τοσοῦτον καὶ ταυτὶ τὰ περιττώματα
9. πλείω, διττὴν καὶ τούτοις κένωσιν ἐξεῦρεν ἡ φύσις,
10. τήν τε ἐκ τῶν τῆς κεφαλῆς τριχῶν καὶ τὴν ἐκ τῶν κατὰ τὰ
11. γένεια. περὶ τούτων μὲν οὖν ἱκανὰ καὶ τὰ τοσαῦτα. διὰ τί
12. δὲ καὶ τὸ μέτωπον οὐκ ἔχει τρίχας, ὥσπερ καὶ ἡ ὅλη κεφαλὴ,
13. καὶ διὰ τί κατὰ προαίρεσιν τοῦ ζώου μόνον τοὐνταῦθα
14. κινεῖται δέρμα, λέγειν ἂν ἑπόμενον εἴη. σκέπεται
15. μὲν δήπου καὶ τοῦθ’ ὑπὸ τῶν τριχῶν τῆς κεφαλῆς, εἰς
16. ὅσον βουλόμεθα, ὥστε ταύτῃ γε οὐδὲν ἔδει τριχῶν οἰκείων
17. αὐτῷ· συνεχῶς δ’ ἂν, οἶμαι, κουρᾶς ἐδεόμεθα, καὶ τούτου
18. φύσαντος τρίχας, ὡς ἂν ἐπικειμένου τοῖς ὀφθαλμοῖς. 
1. ἀποδέδεικται δ’ ἐν ἄλλοις τέ τισι καὶ τοῖς τῆς τροφῆς ὀργάνοις
2. ἱκανὴν ἡ φύσις ἔχουσα πρόνοιαν τοῦ μὴ πολλὰ
3. πραγματεύεσθαι τὸν ἄνθρωπον περὶ τὸ σῶμα, μηδὲ ταῖς
4. ἀναγκαίαις ὑπηρεσίαις αὐτοῦ δουλεύειν ἀεί. σοφῷ γὰρ, οἶμαι,
5. ζώῳ καὶ πολιτικῷ σώματος ἐπιμελεῖσθαι τὰ μέτρια
6. προσῆκεν, οὐχ ὥσπερ νῦν οἱ πολλοὶ φίλου μέν τινος δεομένου
7. συμπρᾶξαι, φάντες ἀσχολίαν εἶναι σφίσιν, ἀποδιδράσκουσιν,
8. ὑποχωρήσαντες δέ πη πιττοῦνταί τε καὶ κομοῦνται καὶ κατατρίβουσι
9. τὸν βίον ὅλον εἰς οὐκ ἀναγκαίαν τοῦ σώματος
10. ὑπηρεσίαν, οὐδ’ εἰ τὴν ἀρχὴν ἔχουσι κρεῖττόν τι σώματος
11. ἐπιστάμενοι. τούτους μὲν οὖν ἐλεεῖσθαι προσήκει, φιλοσοφεῖν
12. δὲ ἡμᾶς περὶ τὰ προκείμενα, καὶ δεικνύειν, ὅτι μὴ
13. μόνον ἄμοιρον τριχὸς εὐλόγως ἐγένετο τὸ περὶ τὸ πρόσωπον
14. δέρμα διὰ τοὺς ὀφθαλμοὺς, ἀλλὰ καὶ καθ’ ὁρμὴν κινούμενον
15. αὐτῶν τούτων ἕνεκα. διοίγεσθαι γὰρ ἐπὶ πλεῖστον αὐτοὺς
16. ἐν τῷ πολλὰ τῶν ἔξω καθ’ ἕνα καιρὸν ἐγχειρεῖν ὁρᾷν, αὖθίς
17. τε συνάγεσθαι καὶ σφίγγεσθαι μύοντας ὑπὸ πάντων
1. ἀκριβῶς τῶν περικειμένων, ὅταν ἐπιφερόμενόν τι κατ’ αὐτῶν
2. δείσαντες τύχωμεν. εἰς οὖν ἀμφοτέρας τὰς χρείας ἅπαν
3. τὸ δέρμα τὸ περικείμενον αὐτοῖς, τό τ’ ἄνω τὸ κατὰ μέτωπον,
4. ὡσαύτως δὲ καὶ τὸ κατὰ τὰ μῆλα, κινούμενον ἑκουσίως
5. ἡ φύσις ἐποίησεν, ἵν’ ἐναλλὰξ ἐκτεινόμενόν τε καὶ
6. αὖθις εἰς ἑαυτὸν ἐπιπτυσσόμενον ἀνοίγεσθαι καὶ κλείειν
7. ἱκανὸν ᾖ τοὺς ὀφθαλμούς. ἀλλ’ οὐδὲ τῶν ἐπὶ ταῖς ὀφρύσι
8. τριχῶν ἠμέλησεν οὐδ’ αὐτῶν, ἀλλὰ μόνας δὴ ταύτας τε καὶ
9. τὰς ἐπὶ βλεφάροις ἴσον ἀεὶ διαφυλαττούσας τὸ μέγεθος
10. ἀπειργάσατο, καίτοι τάς γε τῆς κεφαλῆς καὶ τῶν γενείων
11. ἐπὶ πλεῖστον αὐξανομένας ἐποίησεν. ἐπ’ ἐκείνων μὲν γὰρ
12. ἅμα τε τὸ τῆς χρείας διττὸν ἦν, τὸ μὲν εἰς σκέπην τῶν
13. μορίων διαφέρον, τὸ δ’ εἰς δαπάνην παχυτέρων περιττωμάτων,
14. ἅμα τε τὸ ἑτέρας χρείας πολυειδὲς ὑπῆρχεν ἱκανῶς,
15. οὐχ ὁμοίως σκέπης οὔτε κατὰ τὰς ἡλικίας ἡμῶν δεομένων,
16. οὔτε κατὰ τὰς ὥρας τοῦ ἔτους, ἢ τὰς χώρας, ἢ
17. τὰς τοῦ σώματος διαθέσεις. οὐ γὰρ ὡσαύτως ἀνδρὶ καὶ
18. παιδὶ καὶ γέροντι καὶ γυναικὶ προσήκει κομᾷν, οὐδὲ θέρους
1. καὶ χειμῶνος, οὐδ’ ἐν θερμῷ χωρίῳ καὶ ψυχρῷ, καθάπερ
2. οὐδ’ ὀφθαλμιάσαντι καὶ κεφαλὴν ἀλγήσαντι καὶ
3. ἀκριβῶς ὑγιαίνοντι. πρὸς οὖν τῶν καιρῶν τὴν ἑτερότητα
4. βέλτιον ἦν ἡμᾶς ἁρμοττομένους ἄλλοτε ἀλλοῖον ποιεῖσθαι
5. τῶν τριχῶν τὸ μέγεθος. ἐπὶ δέ γε τῶν κατὰ τοὺς ὀφθαλμοὺς
6. καὶ τὰς ὀφρῦς, εἴτε προσθείης, εἴτ’ ἀφέλοις τι,
7. διαφθείρεις τὴν χρείαν. αἱ μὲν γὰρ ἕνεκα τοῦ μηδὲν ἐμπίπτειν
8. τῶν μικρῶν σωμάτων ἀνεῳγόσι τοῖς ὀφθαλμοῖς
9. οἷον χάραξ τις αὐτοῖς προβέβληνται, τὰς δὲ ἀποστέγειν
10. ἐχρῆν οἷον τεῖχός τι καὶ πρώτας ἐκδέχεσθαι πάντα τὰ ἐκ
11. τῆς κεφαλῆς καταῤῥέοντα. εἰ τοίνυν σμικροτέρας αὐτὰς ἢ
12. ἀραιοτέρας ἐργάσαιο τοῦ προσήκοντος, εἰς τοσοῦτον καὶ τὴν
13. χρείαν διαφθείρεις· αἱ μὲν ἐμπίπτειν εἰς αὐτοὺς, αἱ δ’ εἰσρεῖν
14. ἐπιτρέψουσιν, ἃ πρότερον εἶργον. εἰ δ’ αὖ μείζους ἢ
15. πυκνοτέρας, οὐ χάραξ οὐδὲ τεῖχος ἔτι σοι τῶν ὀφθαλμῶν,
16. ἀλλ’ εἱρκτῇ τινι παραπλήσιον ἔσται στέγασμα, κατακρύπτουσαί
17. τε καὶ σκοτίζουσαι τὰς κόρας, ἥκιστα πάντων ὀργάνων
18. ἐπισκοτεῖσθαι δεομένας. ἆρ’ οὖν προσέταξε ταύταις μόναις
1. ταῖς θριξὶν ὁ δημιουργὸς ἡμῶν ἴσον ἀεὶ φυλάττειν τὸ μέγεθος,
2. αἱ δ’ ἤτοι δεδοικυῖαι τὴν ἐπίταξιν, ἢ αἰδούμεναι
3. τὸν προστάξαντα Θεὸν, ἢ αὐταὶ πεπεισμέναι, βέλτιον
4. εἶναι δρᾷν τοῦτο, διαφυλάττουσιν, ὡς ἐκελεύσθησαν; ἢ Μωσῆς
5. μὲν οὕτως ἐφυσιολόγει, καὶ βέλτιον οὕτως, ἢ ὡς Ἐπίκουρος;
6. ἄριστον μέντοι μηδετέρως, ἀλλὰ τὴν ἐκ τοῦ δημιουργοῦ
7. φυλάττοντας ἀρχὴν γενέσεως ἐν ἅπασι τοῖς γενησομένοις
8. ὁμοίως Μωσεῖ τὴν ἐκ τῆς ὕλης αὐτῇ προστιθέναι.
9. διὰ τοῦτο μὲν γὰρ ἀεὶ ἴσον φυλάττειν αὐτὰς δεομένας
10. τὸ μέγεθος ὁ δημιουργὸς ἡμῶν ἀπειργάσατο, διότι τοῦτο
11. ἦν τὸ βέλτιον· ἐπεὶ δ’ ἔγνω τοιαύτας δεῖν ἐργάζεσθαι, διὰ
12. τοῦτο ταῖς μὲν οἷον χόνδρον τινὰ ὑπέτεινε σκληρὸν σῶμα,
13. ταῖς δὲ σκληρὸν δέρμα, συμφυὲς τῷ χόνδρῳ διὰ τῶν ὀφρύων.
14. οὐ γὰρ δὴ τὸ βουληθῆναι τοιαύτας γενέσθαι μόνον ἦν αὔταρκες·
15. οὐδὲ γὰρ, εἰ τὴν πέτραν ἐξαίφνης ἐθελήσειεν ἄνθρωπον
16. ποιῆσαι, δυνατὸν αὐτῷ. καὶ τοῦτ’ ἔστι, καθ’ ὃ
17. τῆς Μωσέως δόξης ἥ θ’ ἡμετέρα καὶ Πλάτωνος καὶ ἡ τῶν
1. ἄλλων τῶν παρ’ Ἕλλησιν ὀρθῶς μεταχειρισαμένων τοὺς περὶ
2. φύσεως λόγους διαφέρει. τῷ μὲν γὰρ ἀρκεῖ τὸ βουληθῆναι
3. τὸν Θεὸν κοσμῆσαι τὴν ὕλην, ἡ δ’ εὐθὺς κεκόσμηται·
4. πάντα γὰρ εἶναι τῷ Θεῷ δυνατὰ νομίζει, κᾂν εἰ τὴν τέφραν
5. ἵππον ἢ βοῦν ἐθέλει ποιεῖν. ἡμεῖς δ’ οὐχ οὕτω γινώσκομεν,
6. ἀλλ’ εἶναι γάρ τινα λέγομεν ἀδύνατα φύσει, καὶ
7. τούτοις μηδ’ ἐπιχειρεῖν ὅλως τὸν Θεὸν, ἀλλ’ ἐκ τῶν δυνατῶν
8. γενέσθαι τὸ βέλτιον αἱρεῖσθαι. καὶ τοίνυν καὶ τρίχας
9. ἐπὶ τοῖς βλεφάροις, ἐπειδὴ βέλτιον ἦν, ἴσας ἀεὶ καὶ
10. μέγεθος εἶναι καὶ ἀριθμὸν, οὐ τὸν μὲν βουληθῆναι λέγομεν,
11. τὰς δ’ εὐθὺς γεγονέναι· μὴ γὰρ ἂν, μηδ’ εἰ μυριάκις
12. βουληθῇ, γενέσθαι ποτ’ ἂν τοιαύτας αὐτὰς γένοιτο ἂν
13. τοιαύτας ἐκ δέρματος μαλακοῦ πεφυκυίας· τά τε γὰρ ἄλλα,
14. καὶ ὀρθὰς ἀνεστηκέναι παντάπασιν ἀδύνατον ἦν, μὴ κατὰ
15. σκληρὰ πεπηγυίας. ἀμφοτέρων οὖν τὸν Θεὸν αἴτιον εἶναί
16. φαμεν, τῆς τε βελτίονος ἐν αὐτοῖς τοῖς δημιουργουμένοις
17. αἱρέσεως καὶ τῆς περὶ τὴν ὕλην ἐκλέξεως. ἐπεὶ γὰρ ἅμα 
1. μὲν ὀρθῶς ἀνεστηκέναι τὰς ἐπὶ τῶν βλεφάρων τρίχας ἐχρῆν,
2. ἅμα δ’ ἴσας ἀεὶ φυλάττεσθαι μέγεθός τε καὶ ἀριθμὸν, εἰς
3. χονδρῶδες αὐτὰς κατέπηξε σῶμα. εἰ δ’ εἰς μαλακὴν οὐσίαν
4. καὶ σαρκοειδῆ κατεπήξατο, φαυλότερος ἂν ἦν, οὐ Μωσέως
5. μόνον, ἀλλὰ καὶ στρατηγοῦ μοχθηροῦ, τεῖχος κατὰ
6. τέλματος ἢ χάρακα πηγνυμένου. τὸ δὲ καὶ τὰς τῶν ὀφρύων
7. ὁμοίως ἐχούσας ἀεὶ διαφυλάττεσθαι τῆς αὐτῆς ἔχεται περὶ
8. τὴν ὕλην ἐκλέξεως. ὡς γὰρ καὶ πόαι, καὶ φυτὰ, τὰ μὲν
9. ἐξ ὑγρᾶς καὶ λιπαρᾶς γῆς ἀνίσχοντα μέχρι μηκίστου τὴν
10. αὔξησιν ἴσχει, τὰ δ’ ἐκ πετρώδους καὶ ξηρᾶς σμικρὰ καὶ
11. σκληρὰ καὶ ἀναυξῆ διαμένει, κατὰ τὸν αὐτὸν, οἶμαι,
12. τρόπον, καὶ αἱ τρίχες, αἱ μὲν ἐξ ὑγρῶν καὶ μαλακῶν ἀνίσχουσαι
13. μορίων εὐαυξέσταται γίνονται, καθάπερ ἐν τῇ κεφαλῇ
14. καὶ ταῖς μασχάλαις καὶ τοῖς αἰδοίοις, ὅσαι δ’ ἐκ
15. σκληρῶν καὶ ξηρῶν, ἀναυξεῖς καὶ σμικραί. διὰ τοῦτο καὶ
16. ἡ γένεσις αὐταῖς διττὴ, καθάπερ ταῖς τε βοτάναις καὶ τοῖς
17. φυτοῖς, ἡ μὲν ἐκ τῆς τοῦ δημιουργοῦ προνοίας, ἡ δ’
18. ἐκ τῆς τοῦ χωρίου φύσεως. ἄρουράν τε γάρ ἐστι θεάσασθαι
1. πολλάκις, ἢ πυρῶν, ἢ κριθῶν ἀνισχόντων ἔτι, καθάπερ
2. τινὸς ἁπλῆς τε καὶ μικρᾶς πόας, καί τι χωρίον ἕτερον
3. ὁμοίως αὐτῇ δασὺ, τῆς ὄντως πόας μεστόν· ἀλλὰ τοῦτο
4. μὲν ἡ σύντροφος ἰκμὰς ἐδάσυνε, τὴν δ’ ἄρουραν ἡ τοῦ
5. γεωργοῦ πρόνοια. καὶ τοῖς γε μὴ δυναμένοις διακρῖναι τὴν
6. ἰδέαν ἀπὸ τῆς ἄλλης πόας τῶν ἄρτι τῆς γῆς ἀνιόντων σπερμάτων
7. ἡ τάξις αὐτὴ μόνη τῆς ἐκφύσεως ἱκανὴ γνωρίσαι·
8. τό τε γὰρ ὁμαλὲς αὐτῶν τῆς γενέσεως καὶ τὸ τῆς ἔξωθεν
9. περιγραφῆς κατὰ γραμμὰς τεταμένας γινόμενον ἱκανὸν ἐνδείξασθαι
10. τὸ κατὰ τέχνην τινὰ καὶ πρόνοιαν τοῦ γεωργοῦ
11. δεδασύνθαι τὸ χωρίον. ἐν γὰρ δὴ τοῖς αὐτομάτοις δασέσιν
12. ἅπαν τοὐναντίον· οὔτε γὰρ ὁμαλὴ ἡ γένεσις, οὔθ’ ὅροις τισὶ
13. τεταγμένοις ἀφωρισμένη. τοιαῦται μὲν οὖν αἱ κατὰ τὰς μασχάλας
14. εἰσὶ τρίχες, αἵ τ’ ἐν τοῖς ἄλλοις μέλεσιν, οὐ γραμμαῖς
15. ἀκριβέσιν ἀφωρισμέναι, καθάπερ αἵ τε κατὰ τὰς ὀφρῦς,
16. καὶ τὰ βλέφαρα, καὶ τὴν κεφαλὴν, ἀλλ’ ἀνωμάλους μὲν
17. ἔχουσαι τοὺς ὅρους, ἀτάκτως δὲ καὶ αὐταὶ διεῤῥιμμέναι.
1. τῆς γὰρ τῶν χωρίων ἰκμάδος ἔκγονοι, καὶ οὐ τῆς τοῦ δημιουργοῦ
2. προνοίας εἰσὶν ἔργα, καὶ διὰ τοῦτο θερμαῖς μὲν φύσεσι
3. πάμπολλαι, ψυχραῖς δὲ ἢ οὐδ’ ὅλως ἢ ἐλάχισται γίνονται.
4. ὧν δ’ ὁ δημιουργὸς αὐτὸς προνοεῖται, καθάπερ ἀρούρας
5. γεωργὸς, ἐν ἁπάσαις φύσεσιν ὑπάρχουσιν αὗται, καὶ θερμαῖς,
6. καὶ ψυχραῖς, καὶ ὑγραῖς, καὶ ξηραῖς, εἰ μὴ παντάπασίν ποτ’
7. εἰς ἀμετρίαν τινὰ δυσκρασίας ἥκοιεν, ὥσπερ ἡ πετρώδης τε
8. καὶ ψαμμώδης γῆ. καθάπερ οὖν γεωργοῦ τέχνην ἅπασα δέχεται
9. γῆ πλὴν τῆς οὕτω φαύλης, οὕτω καὶ τὴν τοῦ δημιουργοῦ
10. τῶν ζώων ἅπασα κρᾶσις σώματος ὑγιεινὴ προσίεται,
11. καὶ πάθος ἤδη τοῦ μέρους οὐ μικρὸν τὸ ῥυῆναι τῶν βλεφάρων
12. ἢ τῶν ὀφρύων τὰς τρίχας, ὥσπερ, οἶμαι, καὶ τὰς
13. τῆς κεφαλῆς πάθος μὲν, ἀλλ’ οὐχ οὕτω μέγα. τὰ γὰρ ἐν
14. σκληρᾷ καὶ ξηρᾷ γῇ φυτὰ, καθάπερ τὴν γένεσιν δύσκολόν
15. τε καὶ πολλῆς προνοίας δεομένην ἔχει, οὕτω καὶ τὴν ἀπώλειαν
16. οὐ ῥᾳδίαν· ἰσχυρῶς γὰρ ἐνεῤῥίζωται, καὶ κρατεῖται,
17. καὶ σφίγγεται πανταχόθεν. οὕτω τοι καὶ τῶν Αἰθιόπων αἱ
1. κεφαλαὶ σμικρὰς μὲν καὶ ἀναυξεῖς ἔχουσι τὰς τρίχας ὑπὸ
2. ξηρότητος τοῦ δέρματος, ἀλλ’ οὐ φαλακροῦνται ῥᾳδίως.
3. ἅπαντ’ οὖν ταῦτα προγινώσκων ὁ δημιουργὸς, ἐπὶ μὲν τοῖς
4. βλεφάροις καὶ ταῖς ὀφρύσιν ἄμεινον εἶναι γνοὺς μικρὰς
5. μὲν καὶ ἀναυξεῖς, ἀλλὰ μονίμους ἐργάσασθαι τὰς τρίχας,
6. εἰς σκληρὰ καὶ χονδρώδη δέρματα τὰς ῥίζας αὐτῶν ἐνεπήξατο,
7. καθάπερ εἰς ἀργιλλώδη τινὰ καὶ πετρώδη γῆν. εἰς μὲν γὰρ
8. αὐτὴν τὴν πέτραν ἐνθεῖναι τὴν ἀρχὴν φυτοῦ παντάπασιν ἀδύνατον,
9. ὥσπερ οὖν καὶ εἰς ὀστοῦν ῥίζαν τριχὸς, ἐπὶ δὲ τῆς
10. κεφαλῆς (εὔκρατον γὰρ ἤδη τὸ χωρίον τοῦτ’ ἦν) οἷον ἄρουραν
11. αὐτῶν ἐποιήσατο, τὸ μέν τι ἐπιῤῥεούσης ἰκμάδος ἐκπίνουσαν,
12. ὡς μὴ λυμαίνοιτο τοῖς ὑποκειμένοις, τὸ δέ τι καὶ
13. σκέπουσαν αὐτὴν τὴν κεφαλήν. ἤδη δὲ καὶ περὶ τὴν
14. τῶν αἰδοίων φύσιν αἱ τρίχες ἅμα μὲν ἐξ ἀνάγκης ἐγένοντο,
15. (θερμὰ γὰρ καὶ ὑγρὰ τὰ χωρία,) καὶ σκέπην δὲ καὶ κόσμον
16. παρέχουσι τοῖς ταύτῃ χωρίοις, ὥσπερ αἱ πυγαὶ μὲν τοῖς κατὰ
17. τὴν ἕδραν, ἡ πόσθη δὲ τῷ αἰδοίῳ. καὶ γὰρ καὶ τοῖς ἀναγκαίαν
18. ἔχουσι τὴν γένεσιν εἰς δέον ὁ δημιουργὸς ἡμῶν καταχρῆται
1. πολλαχόθι, περιττὸς ὢν ἐν ἅπασι καὶ δεινῶς εὐμήχανος
2. εἰς τὴν τοῦ βελτίονος αἵρεσίν τε καὶ δημιουργίαν.

Cliquer un n° de page pour en afficher l’image