Galenus. De usu partium (De usu part.) [n° 017 Fichtner] [GalLat]

Περὶ χρείας τῶν ἐν ἀνθρώπου σώματι μορίων
Utilité des parties du corps
The Function of the Parts of the Body (UP)
Helmreich, 1907; Helmreich, 1909.
De usu partium corporis humani, 1822, vol. 3-4, p. 1-939;1-366. urn:cts:greekLit:tlg0057.tlg017.verbatim-lat1
Nöldeke, 1805 (deu); Daremberg, 1854/1856 (fra); Tallmadge-May, 1968 (eng); Garofalo, Vegetti, 1978 (ita); López Salvá, 2010 (spa).

De usu partium corporis humani, 11.15, ed. Kühn, 1822, vol. 3, p. 911-914. urn:cts:greekLit:tlg0057.tlg017.1st1K-grc1:11.15

3. Οὕτως οὖν ἅπαντα τὰ μόρια κοσμῶν, οὐ
4. τῶν κατὰ τὰς ὀφρῦς ἠμέλησεν, οὔτ’ ἄλλου τινὸς, ἀλλ’ ὥσπερ
5. εἴρηται νῦν ἤδη, τὴν ἐπιτήδειον ἑκάστῳ τῶν ἐσομένων ὕλην
6. ὑποβάλλεται πρότερον, ἔπειτ’ ἐξ αὐτῆς τὸ δέον ἐργάζεται.
7. καὶ γὰρ οὖν καὶ τὸ κατὰ τὸ μέτωπον δέρμα διότι μὲν κινεῖσθαι
8. βέλτιον ἦν, εἴρηται· διότι δ’ ἀμήχανόν ἐστιν ἄνευ
9. μυὸς ὑπάρξαι τινὶ μορίῳ τὴν καθ’ ὁρμὴν κίνησιν ἐπιστάμενος,
10. ὑπέτεινεν αὐτῷ μυώδη τινὰ οὐσίαν λεπτήν. ἀνάλογον
11. γὰρ ἀεὶ τοῖς μεγέθεσι τῶν κινηθησομένων μορίων τοὺς
12. ὄγκους τῶν μυῶν ἀπεργάζεται. καὶ μόνον ἐνταῦθ’ ἥνωται τὸ
13. δέρμα τῇ μυώδει φύσει, καθάπερ τῷ τ’ ἔνδον τῶν χειρῶν
14. καὶ κάτω τῶν ποδῶν συμπέφυκε τένοντι. ὅτι δ’ οὐ μικρολογούμενος
15. ὑπὸ τῶν ὀνομάτων, ἀλλ’ ἐνδείξασθαι βουλόμενος
16. αὐτῶν τὴν διαφορὰν, ἡνῶσθαι μὲν τὸ κατὰ τὸ μέτωπον
17. ὠνόμασα, συμφυὲς δὲ τὸ κατὰ τὰς χεῖράς τε καὶ τοὺς πόδας 
1. ὑπάρχον, εἴσῃ σαφῶς, εἰ βουληθείης ἐπιμελῶς ἀνατέμνειν τὰ
2. μόρια. τένοντες μὲν γὰρ, ὡς ἐν τοῖς περὶ αὐτῶν ἐλέγετο λόγοις,
3. ἀπὸ τῶν ὑπερκειμένων μυῶν εἴς τε τὸ τῆς χειρὸς δέρμα
4. τοὐντὸς καὶ τὸ τοῦ ποδὸς τὸ κάτω καθήκοντες αἰσθητικώτερά
5. τε ἅμα καὶ τριχῶν ψιλὰ καὶ δυσπεριτρεπτότερα τῶν
6. ἄλλων ἐργάζονται δερμάτων αὐτά. κατὰ δὲ τὸ μέτωπον ἡ
7. ἐπιπολῆς μοῖρα τῆς ὑποκειμένης οὐσίας τῆς μυώδους αὐτὴ
8. γίνεται δέρμα. τρίτη δ’ ἄλλη διαφορὰ δέρματος ἡ καθ’ ὅλον
9. ἐστὶ τὸ ζῶον, προσαρτωμένου τῆς ὑποκειμένης οὐσίας τῆς
10. μυώδους, οὐ συμφυομένου. καὶ τετάρτη τῶν κατὰ τὰ χείλη
11. μυῶν συμφθαρέντων, ὡς ἂν εἴποι τις, καὶ δι’ ὅλου κραθέντων
12. τῷ δέρματι. καὶ τούτων οὐδὲν ἀργῶς οὐδὲ μάτην
13. ἐγένετο. τὰ μὲν γὰρ ἐξηγησάμεθα διὰ τῶν ἔμπροσθεν, ὡς
14. βέλτιον οὐχ οἷόν τ’ ἦν αὐτοῖς ἑτέρως ἔχειν· ὑπὲρ δὲ τοῦ
15. περὶ τοὺς ὀφθαλμοὺς δέρματος ἅπαντος ὁ ἐνεστηκὼς ἐπεραίνετο
16. λόγος, ἐπιδεικνύντων ἡμῶν, ὅτι τε τῆς ὑποκειμένης
17. σαρκὸς οὐκ ἀποδέρεται, καὶ ὅτι ταὐτὸν μὲν τοῦθ’ ὑπάρχει
1. καὶ τοῖς ἔνδον τῶν χειρῶν, καὶ τοῖς κάτω τῶν ποδῶν. ἀλλ’
2. οὐ χαλαρὸν ἐκείνων οὐδέτερον, ὥσπερ τὸ κατὰ τὸ μέτωπον,
3. οὐδ’ αἰσθητὴν κίνησιν ἔχον, ὡς ἂν μηδὲ τῆς αὐτῆς ἕνεκα
4. χρείας ἀπεργασθὲν τοιοῦτον. ἐνταυθοῖ δ’ εἰ μὴ χαλαρὸν ἦν,
5. οὐκ ἂν οἷόν τε ἦν κινεῖσθαι κατὰ προαίρεσιν. ὅπως οὖν τοῦτο
6. αὐτῷ ὑπάρχει, ἤδη φράσω. τῇ μὲν ὑποκειμένῃ φύσει
7. μυώδει κατὰ πᾶν ἥνωται, καὶ μέρος αὐτῆς ἐστι τὸ ἐπιπολῆς,
8. ἀπολέλυται μέντοι τῶν ὑποκειμένων ὀστῶν, ὑπὸ τοῦ περιοστίου
9. διαφραττόμενον ὑμένος, ὃς καὶ αὐτὸς ὁλοχάλαρος ἐπιβέβληται
10. τοῖς ὀστοῖς, οὐδενὸς ὑμένος αὐτοῖς συμφυομένου,
11. ἀλλὰ διὰ λεπτῶν τινων ἰνῶν προσαρτωμένου. οὔκουν ἀλλαχόθι
12. τοιαύτη φύσις ἐγένετο δέρματος, ὅτι μηδὲ χρεία. κατὰ
13. δέ γε τῶν μήλων τοῖς πρὸς τοῖς ὀφθαλμοῖς μέρεσι μυῶν
14. μὲν οὐκ ἂν εὕροις ὑποβεβλημένην οὐσίαν, ἀλλ’ ὁμοίως τῷ
15. παντὶ δέρματι χαλαρὸν ἔτι τὸν περιόστιον περιτεταμένον
16. ὑμένα. τῷ δὲ τό τε κάτωθεν αὐτοῦ μέρος ταῖς γνάθοις εἶναι
17. συμφυές, τό τε ἄνωθεν ἡνῶσθαι τῇ κατὰ τὸ μέτωπον ὑποβεβλημένῃ
1. μυώδει φύσει, συγκινεῖσθαι τούτοις ἠδυνήθη.
2. καίτοι τοῦτ’, εἰ βούλει, πέμπτον εἶδος ἀριθμείσθω δέρματος
3. ἐπὶ τοῖς προειρημένοις τέτταρσι, ἀλλὰ καὶ κατά γε τὴν ἰδίαν
4. ἰδέαν οὐδὲν διαφέρει τοῦ καθ’ ὅλον τὸ ζῶον. ἐπεὶ δὲ μόνον
5. ὑπὸ δυοῖν δερμάτων περιέχεται κινουμένων, ἡνωμένον τε καὶ
6. συμφυὲς ὑπάρχον αὐτοῖς, τῆς κατὰ προαίρεσιν ἐν τούτῳ μετέσχε
7. κινήσεως, καὶ ταύτῃ διήνεγκε καὶ αὐτὸ τοῦ καθ’ ὅλον
8. τὸ ζῶον δέρματος. διὰ δὲ τὴν αὐτὴν σοφίαν τοῦ δημιουργοῦ
9. καὶ ἡ τῶν χειλῶν οὐσία μόνη τοιαύτη γέγονεν, ὡς ἤτοι
10. μῦν ἄν τινα δερματώδη καλεῖν αὐτὴν ἐνδίκως, ἢ μυῶδες
11. δέρμα. καὶ γὰρ καὶ κινεῖσθαι κατὰ προαίρεσιν ἐδεῖτο, καὶ
12. πολὺ τῶν ἄλλων μυῶν γενέσθαι σκληροτέραν, ὅθεν ἐκ δέρματός
13. τε καὶ μυὸς αὐτὴν συνεκεράσατο.

Cliquer un n° de page pour en afficher l’image