Galenus. De usu partium (De usu part.) [n° 017 Fichtner] [GalLat]

Περὶ χρείας τῶν ἐν ἀνθρώπου σώματι μορίων
Utilité des parties du corps
The Function of the Parts of the Body (UP)
Helmreich, 1907; Helmreich, 1909.
De usu partium corporis humani, 1822, vol. 3-4, p. 1-939;1-366. urn:cts:greekLit:tlg0057.tlg017.verbatim-lat1
Nöldeke, 1805 (deu); Daremberg, 1854/1856 (fra); Tallmadge-May, 1968 (eng); Garofalo, Vegetti, 1978 (ita); López Salvá, 2010 (spa).

De usu partium corporis humani, 11.16, ed. Kühn, 1822, vol. 3, p. 914-918. urn:cts:greekLit:tlg0057.tlg017.1st1K-grc1:11.16

14. Τέτταρες δ’ εἰσὶν ἀρχαὶ τῶν εἰς τὰ χείλη
15. καθηκόντων μυῶν, ἐναργεῖς μὲν καὶ σαφεῖς, πρὶν ἀναμίγνυσθαι
16. τῷ δέρματι, συγκεραννύμεναι δ’ αὐτῷ παντελῶς ἀσαφεῖς
17. εἰσι καὶ ἀχώριστοι τῆς ἐκείνων φύσεως. ὅλῃ γὰρ, ὡς
18. εἴρηται, τῇ μυώδει φύσει κραθείσης τῆς δερματώδους ὅλης
1. τὰ χείλη τοῖς ζώοις ἐγένετο. διὰ τί δὲ τέτταρες οἱ ἐμβάλλοντες
2. εἰς αὐτὰ μύες εἰσὶ, καὶ διὰ τί δύο μὲν ἀπὸ τοῦ κάτω
3. πέρατος ἀρχόμενοι τῆς κάτω γένυος, ἕτεροι δὲ δύο μικρὸν
4. ὑποκάτω τῶν μήλων, καὶ ὡς οὔτε πλείους ἐχρῆν αὐτοὺς,
5. οὔτ’ ἐλάττους, οὔτε μείζους, οὔτε μείους, οὔθ’ ἑτέρωθεν
6. ἀρχομένους γενέσθαι, ταύτῃ δίειμι. τέτταρες μέν εἰσι, διότι
7. καὶ τέτταρας ἐχρῆν ἀρχὰς εἶναι κινήσεως τοῖς χείλεσιν, ἑκατέρῳ
8. δύο, τὴν μὲν εἰς ἀριστερὰ, τὴν δ’ εἰς δεξιὰ περιάγουσαν.
9. ἀνάλογον δ’ αὐτοῖς τὰ μεγέθη τῶν κινηθησομένων ὀργάνων.
10. αἱ κεφαλαὶ δ’ ἀνήρτηνται, τοῖς μὲν ἄνωθεν ὡς ἐπὶ τὰ μῆλα·
11. λοξῶν γὰρ ἔμελλον ἐξηγήσεσθαι κινήσεων ἑκατέρῳ τοῦ χείλους
12. τῷ μέρει· τῶν δ’ αὖ κάτω, λοξὴ μὲν καὶ τούτων ἡ σύμπασα
13. θέσις, λοξαὶ δ’ αἱ κινήσεις. ἡ δ’ αὐτὴ σοφία κᾀνταῦθα
14. τοῦ δημιουργοῦ τῇ μυριάκις ἤδη δεδειγμένῃ. διὰ τί
15. γὰρ τῶν τεττάρων μυῶν ὀκτὼ κινήσεις εἰργάσατο, τέτταρας
16. μὲν τὰς λοξὰς, ἐφ’ ἑκατέρου χείλους δύο, πρὸς αὐταῖς δ’
17. ἑτέρας εὐθείας τέτταρας, δύο μὲν τὰς ἀκριβῶς εὐθείας, ὅταν
1. ἤτοι πλεῖστον ἀπ’ ἀλλήλων διϊστῆται τὰ χείλη, τὸ μὲν ἀνατεινόμενον
2. ὡς ἐπὶ τὴν ῥῖνα, τὸ δὲ κατασπώμενον ὡς ἐπὶ
3. τὸ γένειον, ἢ συνάγηται πρὸς ἄλληλα, τὸ μὲν ἄνωθεν κάτω,
4. τὸ δ’ αὖ κάτωθεν ἄνω φερόμενον; ὡς γὰρ ἐπί τε καρποῦ
5. καὶ βραχίονος ἐδείκνυμεν ἐκ τῶν λοξῶν κινήσεων τὰς εὐθείας
6. γινομένας, οὕτως ἔχει κᾀπὶ τῶν χειλῶν. ἑνὸς μὲν ἐνεργοῦντος
7. μυὸς καθ’ ὁποτερονοῦν αὐτῶν, ἐπὶ τὸ πλάγιον ἡ κίνησις· εἰ
8. δ’ ἄμφω ταθεῖεν, οὕτως ἤδη σύμπαν τὸ χεῖλος ἀνασπᾶται
9. μὲν ὑπὸ τῶν ἄνωθεν μυῶν, κατασπᾶται δ’ ὑπὸ τῶν κάτωθεν.
10. ἀλλὰ καὶ, τῶν μὲν ἔξωθεν ἰνῶν ἐκτεινομένων, ἐκτρέπεσθαι
11. συμβαίνει τοῖς χείλεσιν, ἐντρέπεσθαι δὲ καὶ ὑποπτύσσεσθαι
12. διὰ τῶν ἐντὸς, ὥστε καὶ τούτων τῶν δύο συναριθμουμένων
13. ταῖς ἀκριβῶς εὐθείαις, τέτταρας μὲν τὰς ἐξ ἐπιμέτρου προϊούσας,
14. ὀκτὼ δὲ τὰς πάσας αὐτῶν γενέσθαι κινήσεις. αἱ μὲν γὰρ
15. λοξαὶ τέτταρες τυγχάνουσι· τῶν δ’ ἔξωθεν αὐταῖς προσερχομένων,
16. τῶν δὴ νῦν λελεγμένων, μία μὲν ἐν τῷ διΐστασθαι
17. τὰ χείλη γίνεται, δευτέρα δ’ ἐν τῷ συνάγεσθαι, 
1. τρίτη δ’ ἐκτρεπομένων, τετάρτη δ’ ὑποπτυσσομένων. ὅπως
2. δ’ ἐπὶ πλεῖστον διΐστασθαι οὐχ αὗται μόναι, ἀλλὰ καὶ σὺν
3. αὐταῖς αἱ κατὰ τὰς γνάθους ἐπιτελοῖντο, μῦν πλατὺν καὶ
4. λεπτὸν ἡ φύσις ἔξωθεν ἀπέτεινεν, ἕνα καθ’ ἑκάτερον μέρος,
5. ἄχρι τῆς κατὰ τὸν τράχηλον ἀκάνθης ἐκτεταμένον. ἀναφέρονται
6. δ’ αὐτῶν αἱ ἶνες, αἱ μὲν ἀπὸ στέρνου τε καὶ
7. τῶν κλειδῶν ἑκατέρας, ὅσον τῶν στέρνων συνεχὲς, ὄρθιαι
8. πρὸς τὸ κάτω χεῖλος, αἱ δ’ ἀπὸ τοῦ λοιποῦ τῶν κλειδῶν,
9. ἤδη λοξαὶ πρὸς τὰ πλάγια τῶν κλειδῶν. λοξότεραι δὲ μᾶλλον
10. τούτων αἱ ἀπὸ τῶν ὠμοπλατῶν ἀνερχόμεναι πρός τε τὰ
11. πλάγια τῶν χειλῶν, καὶ ὅσον τούτοις συνεχές ἐστι τῶν γνάθων.
12. ὡς τό γε ὑπόλοιπον ἁπασῶν τῶν γνάθων ὀπίσω πᾶν ὡς
13. ἐπ’ ὦτα τείνουσιν ἕτεραί τινες ἶνες. ἠγνοεῖτο δ’ ὁ μῦς οὗτος
14. τοῖς ἀνατομικοῖς, καίτοι πάμπολύ τι νεύρων πλῆθος ἐξ ἁπάντων
15. σχεδὸν τοῦ τραχήλου τῶν σπονδύλων δεχόμενος. ἀλλ’ ἡ
16. κίνησις αὐτοῦ φανεῖταί σοι σαφῶς, εἰ κλείσας τὴν γένυν
17. ἀκριβῶς ἐπὶ πλεῖστον ἀπάγειν ἐθέλοις ἐφ’ ἕκαστον ὧν εἶπον
1. μερῶν τὰ χείλη τε καὶ τὰς γνάθους. εἰρημένης δὲ τῆς
2. ἐνεργείας τούτου τοῦ μυὸς, εὐθὺς καὶ ἡ χρεία πρόδηλος, ὡς
3. εἴς τε τὰς διαλέκτους καὶ τὰς μασήσεις ἱκανῶς συντελεῖν.
4. ὅτι δὲ καὶ τὰ νεῦρα βέλτιον ἦν εἰς μὲν τὸ κάτω χεῖλος
5. ἀπὸ τῶν διὰ τῆς κάτω γένυος ἰόντων ἀγαγεῖν, εἰς δὲ
6. θάτερον ἀπὸ τῶν διὰ τῆς ἄνω, καὶ τοῦτ’, οἶμαι, πρόδηλον.
7. οὕτω δὲ καὶ τὰς ἀρτηρίας καὶ τὰς φλέβας ἀπὸ τῶν
8. πλησίον κειμένων εἰς ἑκάτερον αὐτῶν ἀποφῦσαι μακρῷ
9. βέλτιον ᾖν, ἢ πόῤῥωθέν ποθεν ἐπάγεσθαι καὶ ζητεῖν.
10. ἀλλὰ περὶ μὲν τῆς τῶν ἀρτηριῶν καὶ φλεβῶν καὶ νεύρων
11. εἰς ἅπαντα τὰ μέλη δικαίας διανομῆς ἐπὶ προήκοντι τῷ
12. λόγῳ γεγράψεται.

Cliquer un n° de page pour en afficher l’image