Galenus. De usu partium (De usu part.) [n° 017 Fichtner] [GalLat]

Περὶ χρείας τῶν ἐν ἀνθρώπου σώματι μορίων
Utilité des parties du corps
The Function of the Parts of the Body (UP)
Helmreich, 1907; Helmreich, 1909.
De usu partium corporis humani, 1822, vol. 3-4, p. 1-939;1-366. urn:cts:greekLit:tlg0057.tlg017.verbatim-lat1
Nöldeke, 1805 (deu); Daremberg, 1854/1856 (fra); Tallmadge-May, 1968 (eng); Garofalo, Vegetti, 1978 (ita); López Salvá, 2010 (spa).

De usu partium corporis humani, 11.17, ed. Kühn, 1822, vol. 3, p. 918-921. urn:cts:greekLit:tlg0057.tlg017.1st1K-grc1:11.17

13. Τὰ δὲ τῆς ῥινὸς πτερύγια διότι μὲν
14. ἐχρῆν εἶναι χονδρώδη τε ἅμα καὶ κατὰ προαίρεσιν τοῦ
15. ζώου κινούμενα, τὸ μέν πού τι καὶ πρόσθεν εἴρηται, τὸ
16. δέ τι καὶ νῦν ὑπομνήσομεν. ἐπί τε γὰρ ταῖς ἀθροωτέραις
17. εἰσπνοαῖς, ὡσαύτως δὲ καὶ ταῖς ἐκφυσήσεσιν ἡ κίνησις αὐτῶν
18. οὐ σμικρὰ συντελεῖ. διὰ τοῦτο μὲν οὖν ἐγένετο κινούμενα,
1. χονδρώδη δὲ, διότι δύσθλαστός τε ἅμα καὶ δύσθραυστος
2. ἥδε ἡ οὐσία. κατὰ δὲ τὴν τοῦ ζώου βούλησιν
3. ἡ κίνησις αὐτῶν ὅτι καλῶς γίνεται μᾶλλον, ἢ εἰ χωρὶς
4. ὁρμῆς ἐκινεῖτο ταῖς ἀρτηρίαις ὁμοίως, εἰ μή τις ἤδη καὶ
5. καθ’ ἑαυτὸν λογίζεσθαι δύναται, ῥᾳθύμως ὡμίλησε τοῖς
6. ἔμπροσθεν ἅπασι λόγοις. καὶ μέν γε καὶ ὡς ἀναγκαῖον αὐτοῖς
7. ἐμφύεσθαι μῦς, εἰ μέλλοιεν οὕτω κινεῖσθαι, καὶ τοῦτ’
8. ἤδη χρή τινα συνιέναι, μυριάκις ἀκηκοότα περὶ κινήσεώς
9. τε καὶ φύσεως μυῶν. ἀλλ’ ἴσως, τίνες οἱ μύες οὗτοι, καὶ
10. πηλίκοι, καὶ πῶς κείμενοι, καὶ πόθεν ὁρμώμενοι, καθήκουσιν
11. εἰς τὰ τῆς ῥινὸς πτερύγια, παρ’ ἡμῶν ἀξιοῦσι μαθεῖν·
12. οὐ γὰρ ἔτι λόγου ταῦτά γε, ἀλλὰ τῆς ἀνατομῆς
13. ὑπάρχειν εὑρήματα. διδάσκομεν οὖν ἤδη πρῶτον μὲν αὐτῶν
14. τὴν ἔκφυσιν ὑποκάτω τῶν μήλων γινομένην, ἐγγὺς ταῖς
15. ἀρχαῖς τῶν ἐπὶ τὰ χείλη καθηκόντων μυῶν, ἐφεξῆς
16. δὲ τὴν θέσιν, ὅτι τούτοις ἄχρι τινὸς ὁμιλοῦντες ἀεὶ καὶ
17. μᾶλλον ἀποχωροῦσιν ἐπὶ τὴν ῥῖνα λοξοί. μικροὶ δὲ δήπουθέν
18. εἰσιν ἀνάλογον τοῖς κινουμένοις ὑπ’ αὐτῶν μορίοις.
1. ἢ τοῦτο μὲν οὐκ ἐχρῆν ἔτι με λέγειν, ὡς ἤδη πεπεισμένοις
2. τοῖς ἀναγινώσκουσι ταυτὶ τὰ γράμματα περὶ τῆς προνοίας
3. τοῦ δημιουργοῦ. καὶ γὰρ ὅτι παρὰ τῶν διὰ τῆς ἄνω γένυος
4. ἰόντων νεύρων ἐπ’ αὐτοὺς ἀποβλαστήματα φέρεται
5. μικρὰ, περιττὸν μὲν ἦν ἔτι λέγειν, ὅμως δ’ ἕνεκα τοῦ
6. μηδὲν λιπεῖν τῷ λόγῳ λελέχθω καὶ τοῦτο. κατὰ ταὐτὰ δὲ
7. καὶ περὶ τοῦ τοὺς πόρους τῆς ῥινὸς ὑπαλείφοντος χιτῶνος
8. ἴσως μὲν οὐδὲν ἐχρῆν ἔτι λέγειν ἀκροατῇ μνήμονι· λεγέσθω
9. δ’ οὖν καὶ οὗτος ἕνεκα διττῆς χρείας τοῖς ζώοις γεγονέναι,
10. προτέρας μὲν, ὥσπερ ὁ τὸν λάρυγγά τε καὶ τὴν τραχεῖαν
11. ἀρτηρίαν ὅλην ὑπεζωκὼς ἔνδοθεν, ἑτέρας δ’, ἵν’ αἰσθήσεως
12. μεταλάβοι τὸ πᾶν ὄργανον, οὐ γὰρ δὴ τό γ’ ὀστοῦν
13. τῆς ῥινὸς ἢ ὁ χόνδρος οἷά τ’ ἦν αἰσθάνεσθαι. περὶ δὲ
14. τῶν εἰς τὸν χιτῶνα τόνδε καταφυομένων νεύρων οὐδὲν ἔτι
15. δέομαι λέγειν· εἴρηται γὰρ ὑπὲρ αὐτῶν ἔμπροσθεν αὐτάρκως,
16. ἡνίκα τὰς κατὰ συζυγίαν ἐκφύσεις ἐξ ἐγκεφάλου διῄειν
17. τῷ λόγῳ. καὶ μέν γε καὶ περὶ τῶν τρημάτων τῆς ῥινὸς,
1. ἃ κοινὰ πρὸς τοὺς ὀφθαλμούς ἐστιν αὐτῇ, διήκοντα καθ’
2. ἑκάτερον μέρος ἄχρι τοῦ μεγάλου κανθοῦ, σὺν τῇ τῶν ἄλλων
3. τῶν κατ’ ὀφθαλμοὺς ἐξηγήσει μορίων ἔμπροσθεν εἴρηται.
4. καὶ χρὴ μήτε τῶν ἤδη προειρημένων αὖθις ἐθέλειν
5. ἀκούειν, ὅσα τε παραλέλειπται σμικρὰ, ῥᾳδίως νοεῖσθαι
6. δυνάμενα τοῖς ἐπιμελῶς ἀνεγνωκόσι τὰ γεγραμμένα, ταῦθ’
7. ἑκόντας ἡμᾶς ἡγεῖσθαι παραλελοιπέναι. τῶν γὰρ ἀνάλογον
8. αὐτοῖς ἐχόντων μυριάκις ἤδη τὴν ἐξήγησιν πεποιημένοι,
9. ῥᾴστην ἡγούμεθα εἶναι τὴν τῶν παραλελειμμένων
10. εὕρεσιν.

Cliquer un n° de page pour en afficher l’image