11. Ὅσον οὖν ἔθ’ ὑπόλοιπόν ἐστι τῶν κατὰ
12. τὴν κεφαλὴν ἐξηγήσεως δεόμενον, αὖθις ἐπάνιμεν ὡς
13. οἷόν τε διὰ βραχυτάτων, ἀρξάμενοι πάλιν ἀπὸ τοῦ πλήθους
14. τε καὶ τῆς θέσεως τῶν ὀστῶν. διὰ τί γὰρ ἑπτὰ μὲν
15. αὐτῆς τῆς κεφαλῆς ἐστιν, ἐννέα δὲ τῆς ἄνω γένυος, δύο δὲ
16. τῆς κάτω, δίκαιον ἐπίστασθαι τόν γε μηδὲν τῶν ἔργων τῆς
17. φύσεως ἄγνωστον ἐθέλοντα καταλιπεῖν, ὅσπερ δὴ καὶ μόνος
1. ἐστὶν ὁ δικαίως φυσικὸς ὀνομασθησόμενος. ἀναμνησθῆναι
2. δὲ χρὴ πάλιν κᾀνταῦθα τῶν πρόσθεν εἰρημένων ὑπὲρ ἁπάσης
3. ὀστῶν συνθέσεως. ἤτοι γὰρ ἕνεκα κινήσεως, ἢ διαπνοῆς,
4. ἢ διόδου τινὸς, ἢ τῆς τῶν μερῶν ἑτερότητος, ἢ
5. ἀσφαλείας τε καὶ δυσπαθείας ἡ σύνταξις αὐτῶν ἐγένετο.
6. κινήσεως μὲν ἕνεκεν ἐν δακτύλοις καὶ ἀγκῶσι, καὶ καρποῖς,
7. καὶ ὤμοις, καὶ ἰσχίοις, καὶ γόνασι, καὶ ἀστραγάλοις, καὶ
8. πλευραῖς, καὶ σπονδύλοις, καὶ ἁπάσαις ἁπλῶς ταῖς διαρθρώσεσιν.
9. διαπνοῆς δὲ, καθάπερ ἐπὶ τῶν ῥαφῶν ἐλέγετο,
10. τῆς τε τοῦ περικρανίου γενέσεώς τε ἅμα καὶ διόδου, καί
11. τινων ἀγγείων, τῶν μὲν ἔσωθεν ἔξω, τῶν δ’ ἔξωθεν ἔσω
12. διηκόντων ἕνεκεν, αἱ ῥαφαὶ τῆς κεφαλῆς ἐδείκνυντο γεγονέναι.
13. καὶ μέν γε καὶ δυσπάθειάν τέ τινα καὶ ἀσφάλειαν
14. ὑπάρχειν ἅπασι τοῖς ἐκ πολλῶν συγκειμένοις, ἐν αὐτοῖς τε
15. τοῖς περὶ τῶν ῥαφῶν τῆς κεφαλῆς λόγοις ἐπεδείξαμεν, ἐπί
16. τε τῶν χειρῶν οὐχ ἥκιστα. τῆς δὲ τῶν ἐν τοῖς ὀστοῖς μερῶν
17. διαφορᾶς ἕνεκα καὶ τὰς ἐν τοῖς λεπιδοειδέσιν ἐλέγομεν
1. γεγονέναι συνθέσεις. ἀλλὰ καὶ τῶν κώλων αἱ κεφαλαὶ,
2. ἅσπερ δὴ καὶ ἐπιφύσεις ὀνομάζουσι καὶ κονδύλους,
3. διὰ τὴν αὐτὴν αἰτίαν γεγόνασιν. ἔνθα γὰρ ἂν ὀστοῦν μυελὸν
4. ἔχῃ, τούτῳ καθάπερ ἐπίθημα τοῖς πέρασιν ἑκατέρωθεν
5. ὡς τὰ πολλὰ κεφαλὴν ἰδεῖν ἐστιν ἐπιφυομένην. καί
6. μοι δοκεῖ τοῦτον αὐτὸν ἤδη τὸν λόγον ἀρχὴν ποιήσασθαι
7. τοῖς προκειμένοις, καὶ δεῖξαι πρότερον μὲν, διὰ τί, τῆς
8. κάτω γένυος ἐχούσης μυελὸν, ἄμοιρός ἐστι τελέως οὐσίας
9. τοιαύτης ἡ ἄνω· δεύτερον δὲ, διὰ τί, καίτοι μυελὸν ἐχούσης
10. τῆς κάτω, κατ’ οὐδέτερον αὐτῆς τῶν περάτων ἐπίφυσίς
11. ἐστιν, οἷον βραχίονι, καὶ πήχει, καὶ κερκίδι, καὶ μηρῷ,
12. καὶ κνήμῃ, καὶ περόνῃ, καὶ ὅλως τοῖς μυελὸν ἔχουσι.
13. εὐθὺς δὲ τούτοις συναποδειχθήσεται καὶ διὰ τί τὸ τῆς ἄνω
14. γένυος ὀστοῦν οὐκ ἔχει μυελὸν, ὥσπερ τὸ τῆς κάτω, κατά
15. τινα γένη ζώων. ἢν δὲ δὴ ταῦτα δείξωμεν, οὕτως ἤδη καὶ
16. τὸν περὶ πλήθους τε καὶ συνθέσεως αὐτῶν ἐπάνιμεν λόγον.
17. ἀρκτέον οὖν ἀπὸ τοῦ σαφεστάτου φαινομένου κατὰ
18. πάντα τὰ ζῶα, τοῦ μηδὲν τῶν μικρῶν ὀστῶν μυελὸν ἔχειν,
1. ὅτι μηδὲ κοιλίαν ἀξιόλογόν τινα καὶ μεγάλην μίαν, ἀλλὰ
2. σήραγγας μόνον, καὶ ταύτας ὀλίγας τέ τινας καὶ στενάς.
3. εἰ γὰρ δὴ πρὸς τῷ στενὸν εἶναι καὶ κοῖλον ἐγεγένητο,
4. παντάπασιν ἂν ἦν ἀσθενὲς, ὥσπερ, εἰ καὶ τῶν μεγάλων τι
5. πλῆρες ἦν καὶ πυκνὸν, ἐσχάτως ἂν ἦν βαρύ τε καὶ δύσφορον.
6. ὅπου γὰρ καὶ νῦν μεγίστων τῶν κινησόντων ἐδεήθη
7. μυῶν κνήμη, καὶ μηρὸς, καὶ βραχίων, καὶ πάνθ’ ὅσα ἄλλα
8. τοιαῦτα, τί χρὴ νομίζειν, εἰ μήτε κοιλίας εἶχεν οὕτω μεγάλας,
9. μήτε ἀραιότερα ταῖς συστάσεσιν ἐγεγόνει; καὶ τούτου
10. μέγιστον τεκμήριον τὸ τοῖς μὲν ἀσθενέσιν ἅπασι
11. ζώοις χαυνότερά τε καὶ κοιλότερα, τοῖς δ’ ἰσχυροτέροις
12. πυκνότερά τε καὶ πληρέστατα τὰ ὀστᾶ γεγονέναι, φυλαττομένης,
13. οἶμαι, τῆς φύσεως ἀσθενεστέρων ὀργάνων ἐξάπτειν
14. βάρη μεγάλα. οὕτω τοι καὶ κύων, καὶ λύκος, καὶ πάρδαλις,
15. καὶ πάνθ’ ὅσα μυσὶ καὶ νεύροις σύντονα, συῶν καὶ
16. ὀΐων καὶ αἰγῶν πυκνοτέραν τε πολὺ καὶ σκληροτέραν ἐκτήσατο
17. τὴν τῶν ὀστῶν οὐσίαν, καὶ τό γε πάντων σφοδρότατόν
1. τε καὶ συντονώτατον ζῶον, ὁ λέων, ἀμύελα πάντ’
2. ἔχειν πεπίστευται. τῷ γὰρ λέοντι τὰ μὲν ἄλλα σύμπαντ’
3. αὐτοῦ μέλη τοιαύτην ἔχει σαφέστατα τῶν ὀστῶν τὴν οὐσίαν·
4. κατὰ δὲ τοὺς μηροὺς καὶ εἰ δή τι τοιοῦτον ἕτερον
5. κῶλον, ἀμυδρὰ καὶ λεπτὴ διατετάσθαι σοι δόξει κατὰ τὸ
6. μέσον αὐτῶν κοιλότης, ὥστε τοῦτο μὲν, εἴπερ τι καὶ ἄλλο,
7. τῶν ἐναργεστάτων ἐστὶν, εἰς τὴν τῶν μυῶν ἀσθένειάν τε
8. καὶ ῥώμην ἀποβλέπουσαν τὴν φύσιν ἀνάλογον αὐτοῖς ἐργάζεσθαι
9. τὰ βάρη τῶν ὀστῶν. ἐπεὶ γὰρ διττὸς ἦν αὐτῇ
10. τῆς ὅλης κατασκευῆς αὐτῶν ὁ σκοπὸς, ὡς μὲν πρὸς τὴν
11. ἰδίαν ἀσφάλειαν ἡ σκληρότης, ὡς δὲ πρὸς τὴν τοῦ ζώου
12. κίνησιν ἡ κουφότης, καὶ ἦν ἐς ταὐτὸν συνελθεῖν ἄμφω
13. ταῦτα οὐκ εὐπετές· ἡ μὲν γὰρ ἐκ πυκνότητος καὶ σκληρότητος,
14. ἡ δ’ ἐκ τῶν ἐναντίων ἐγεννᾶτο· δῆλον ὡς τὸ χρηστότερον
15. αὐτῶν ἑλέσθαι βέλτιον ἦν. χρηστότερον δ’ ἐστὶ
16. τοῖς ζώοις ἡ κίνησις, ὡς ἂν καὶ κατὰ τὴν οὐσίαν αὐτῶν
17. ὑπάρχουσα. οὐ γὰρ ᾗ ζῶον πάντων δυσπαθὲς, ἀλλ’ ἐξ
18. ἑαυτοῦ κινούμενον. ἐφ’ ὧν μέντοι διά τε τὸ σύντονον τῶν
1. μυῶν καὶ ὅλου τοῦ ζώου τὴν ῥώμην οἷόν τ’ ἦν ἄμφω
2. παρεσκευάσθαι, τούτοις ἅπασι πυκνὰ καὶ σκληρὰ, καθάπερ
3. τινὰς λίθους, ἀπειργάσατο τὰ ὀστᾶ, καὶ τοῦθ’ οὕτως
4. ἐπὶ πάντων φυλάττει τῶν ζώων, ὥστ’ οὐ μόνον πεζὸν οὐδὲν,
5. ἀλλ’ οὐδὲ πτηνὸν οὐδ’ ἔνυδρον ἄλλως ἔχει. καὶ γὰρ
6. οὖν καὶ τοῖς ἀετοῖς πυκνοτάτη τέ ἐστι καὶ σκληροτάτη τῶν
7. ὀστῶν ἡ σύγκρισις· ἑξῆς δὲ αὐτῶν τοῖς ἀλκίμοις ἱέραξιν,
8. ὥσπερ κίρκῳ, καὶ φασσοφόνῳ, καὶ τοῖς ὁμοίοις· ἔπειτ’
9. ἤδη καὶ τοῖς ἄλλοις, ἀλέκτορσί τε καὶ νήτταις, καὶ χησὶ,
10. χαύνη τε ἅμα καὶ κοίλη καὶ κούφη τῶν ὀστῶν ἡ σύστασις.
11. εἴπερ οὖν ὁ ἄνθρωπος οὐ κατὰ λέοντά ἐστι τὴν ῥώμην
12. οὔτε τῶν μυῶν οὔθ’ ὅλου τοῦ σώματος, εὐλόγως
13. αὐτῷ τὰ μέγιστα τῶν ὀστῶν οὐ κοῖλα μόνον, ἀλλὰ καὶ
14. χαῦνα γέγονε. καὶ μὴν εἴπερ εὐλόγως ἐστὶ κοῖλα, καὶ δέδεικται
15. μυριάκις ἤδη κατὰ τὸν ἔμπροσθεν λόγον ἅπασι
16. τοῖς ἕνεκά του γεγονόσι πρὸς ἄλλο τι συγχρωμένη καλῶς
17. ἡ φύσις, οὐκ ἔμελλεν αὐτὰ περιόψεσθαι κενὰ, δυναμένη
18. γε δή τινα παρασκευὴν τροφῆς οἰκείας αὐτοῖς ἐναποθέσθαι.
1. δέδεικται δ’ ἐν τοῖς τῶν φυσικῶν δυνάμεων ὑπομνήμασιν,
2. ὅτι τε μυελός ἐστιν οἰκεία τροφὴ τῶν ὀστῶν, ὅτι τε τοῖς
3. οὐκ ἔχουσι κοιλίας ὀστοῖς ἐν ταῖς σήραγξι τοιοῦτόν τι περιέχεται,
4. καὶ μέν γε καὶ ὡς οὐ χρὴ θαυμάζειν, εἰ παχύτερος
5. ὁ μυελός ἐστι τοῦ κατὰ τὰς σήραγγας χυμοῦ, καίτοι
6. τῆς αὐτῆς ἕνεκα χρείας ἐκείνῳ γεγονώς. διὰ ταῦτα μὲν δὴ
7. μυελὸν ἔσχεν, ὅσα κοῖλα τῶν ὀστῶν. ἐπίφυσιν δὲ τῶν κεφαλῶν
8. οὐκ εὐθὺς ὅσα μυελὸν ἔχει σύμπαντα κέκτηται.
9. καὶ γὰρ καὶ ἡ κάτω γένυς ἔχει μέν τινα μυελὸν ἐντὸς ἑαυτῆς,
10. ἐπίφυσιν δὲ οὐκ ἔχει· πυκνοτέρα γάρ ἐστιν ἢ ὡς
11. ἐπιφύσεως δεῖσθαι. συνελθουσῶν εἰς ταὐτὸν ἀμφοῖν ἅμα
12. χαυνότητός τε καὶ κοιλότητος, εὐθέως αὐτῷ κεφαλήν
13. τινα κατὰ πέρας ἐπιφυομένην ἰδεῖν ἐστιν, ὅτι τε δεῖταί
14. τινος ἐπιθήματος, ὅτι τε τοῦτο πυκνὸν εἶναι χρὴ καὶ
15. στεῤῥὸν, καὶ μάλισθ’ ὅταν εἰς διάρθρωσιν περαίνῃ· σκληρῶν
16. γὰρ δεῖται τῶν διαρθρουμένων ὀστῶν, ὡς ἂν συνεχῶς
17. μελλόντων κινεῖσθαί τε καὶ περὶ ἄλληλα τρίβεσθαι. πάλιν
1. οὖν ἀναμνησθῆναι χρὴ μιᾶς τῶν εἰρημένων ὁποία τίς ἐστιν
2. ὀλίγον ἔμπροσθεν χρειῶν κατὰ τὰς συνθέσεις τῶν ὀστῶν.
3. οὐ γὰρ οἷόν τε καθ’ ἓν αὐτῶν ἐναντία ταῖς φύσεσιν ἑνοῦσθαι
4. καλῶς μόρια. πῶς γὰρ ἂν ἀραιῷ τὸ πυκνὸν, ἢ
5. σκληρῷ τὸ χαῦνον εἰς ἕνωσιν ἀφίκοιτο φίλιόν τε καὶ
6. δύσλυτον; οὕτως οὖν ἐλέγετο καὶ τὰ λεπιδοειδῆ κατὰ τὴν
7. κεφαλὴν ὀστᾶ πάνυ σοφῶς ἐξευρῆσθαι τῇ φύσει, συνάπτοντα
8. τοῖς τῶν κροτάφων ὀστοῖς πυκνοῖς καὶ σκληροῖς οὖσι
9. χαῦνα καὶ σηραγγώδη τὰ τοῦ βρέγματος. ὁμοίας δὴ χρείας
10. ἕνεκα καὶ αἱ κεφαλαὶ τῶν κώλων ἅπασι γεγόνασι πυκναὶ
11. καὶ σκληραὶ χαύνοις καὶ ἀραιοῖς ἐπιφυόμεναι. πῶς οὖν
12. ἡ φύσις κᾀνταῦθα; τοῦ μὲν ἑνοῦν ἀλλήλοις τὰ ἐναντία κατέγνω,
13. φιλίαν δ’ αὐτοῖς τινα καὶ ἄλυπον ὁμιλίαν ἐκ τοῦ
14. τρόπου τῆς ἐμφύσεως ἐμηχανήσατο, χόνδρον ἑκατέροις ἐπαλείψασα
15. καθάπερ τινὰ κόλλαν, ἡ χαύνους μὲν τῶν ὀστῶν
16. ἀναπληρώσασα τοὺς ἐν τοῖς πέρασι σήραγγας, ἐκλειάνασά
17. τε τὰς τραχύτητας. τῷ δὲ σκληρῷ περιχυθεὶς ἔξωθεν,
1. ἔδησεν αὐτὰ πρὸς ἄλληλα καὶ συνέφυσε δι’ ἑαυτοῦ μέσου
2. καλῶς οὕτως, ὥστε, εἰ μή τις ἢ καθεψήσειεν, ἢ ξηράνειεν
3. αὐτὰ, λανθάνει τὴν σύνθεσιν. ἔνθα δ’ ἂν μὴ πολὺ τὸ
4. διαλλάττον ᾖ τῶν ὀστῶν, ἀλλὰ βραχύ τι τοῦ περιέχοντος
5. τὴν κοιλότητα τὸ κατακλεῖον αὐτὴν πέρας ὑπάρχει πυκνότερον,
6. ἐνταῦθ’ ἡ φύσις οὐδὲν δεῖται φιλοτεχνεῖν ἐπίφυσιν,
7. ὥσπερ οὐδ’ ἐπὶ τῆς κάτω γένυος. οὐ γὰρ μικρῷ τινι τοῦτο
8. βραχίονός τε καὶ μηροῦ καὶ τῶν ἄλλων τῶν τοιούτων
9. ὀστῶν ὑπάρχον πυκνότερον, ἀλλ’ ὅλον τῷ παντὶ διαφέρον,
10. ἱκανὸν ἑαυτῷ γίγνεται κατακλείειν τὸν μυελὸν ἄνευ τινὸς
11. ἔξωθεν ἐπιφύσεως. ἡ δ’ αἰτία τοῦ μὲν πολὺ σκληρότερον
12. ἐκείνων γενέσθαι καὶ διὰ τοῦτο κοιλότητα σμικρὰν ἔχειν
13. ἡ γυμνότης ἐστίν. εἰ μὴ γὰρ κᾂν ἐκ τῆς ἰδίας οὐσίας τὴν
14. δυσπάθειαν ἐκτήσατο, ῥᾳδίως ἂν ἐθλᾶτό τε καὶ συνεθλίβετο
15. προπετὲς οὕτω καὶ ψιλὸν ἐκκείμενον. τοῦ δ’ ὅλως
16. ἔχειν κοιλότητα, καίτοι δεόμενον εἶναι σκληρὸν, οἱ κροταφῖται
17. μῦς ἔχουσι τὴν αἰτίαν, οὐκ ὄντες ἡμῖν οὕτως ἰσχυροὶ,
1. καθάπερ ἐπὶ λεόντων, ὡς πυκνὸν καὶ σκληρὸν καὶ πλῆρες
2. ἔχειν ἀλύπως ὀστοῦν. καὶ μὲν δὴ καὶ ἐδεῖτό γε
3. πάντως ἐν τῷ δάκνειν ἔχων τὴν τῆς ῥώμης ἐνέργειαν ὁ
4. λέων ἰσχυρᾶς γένυος. οὐδὲ γὰρ ἂν ὀδόντας ἰσχυροὺς ἐν αὐτῇ
5. κατέπηξεν ἡ φύσις, εἰ μὴ καὶ αὐτὴν πρότερον ἀπειργάσατο
6. τοιαύτην. οὕτω δὲ καὶ τὸν αὐχένα σύμπαντα κρατερὸν
7. ἐδημιούργησεν αὐτῷ, συμφύσασα πρὸς ἀλλήλους διὰ
8. συνδέσμων ἰσχυρῶν τοὺς ταύτῃ σπονδύλους. ἀλλ’ ἄνθρωπος,
9. πολιτικόν τε καὶ ἥμερον ὑπάρχων ζῶον, εὐρώστου
10. μὲν οὕτω γένυος οὐκ ἐδεῖτο, δυσπαθεστέρας μέντοι
11. χρῄζων αὐτῆς, ἢ κατὰ βραχίονα καὶ μηρὸν, ἀλλὰ καὶ
12. κούφης ἅμα διὰ τοὺς κροταφίτας μῦς, ἀκριβῶς ἁρμόττουσαν
13. ἑκατέρᾳ τῇ χρείᾳ κέκτηται. διὰ τὴν αὐτὴν οὖν πρόνοιαν
14. οὐδ’ ὅλως ἔχει μυελὸν ἡ ἄνω γένυς, ὅτι μηδὲ κινεῖται
15. τὴν ἀρχήν. ἀφαιρεθείσης γὰρ τῆς ἑτέρας χρείας,
16. εἰς δυσπάθειαν μόνην παρεσκευάσθη, τοῦτο δ’ ἐκ τοῦ
17. πλήθους τῶν ὀστῶν ἐδείχθη γινόμενον.
⟨
(De usu part.) [n° 017 Fichtner] [GalLat]
De usu partium
Περὶ χρείας τῶν ἐν ἀνθρώπου σώματι μορίων
Utilité des parties du corps
The Function of the Parts of the Body (UP)
Helmreich, 1907; Helmreich, 1909.
De usu partium corporis humani, 1822, vol. 3-4, p. 1-939;1-366. urn:cts:greekLit:tlg0057.tlg017.verbatim-lat1
Nöldeke, 1805 (deu); Daremberg, 1854/1856 (fra); Tallmadge-May, 1968 (eng); Garofalo, Vegetti, 1978 (ita); López Salvá, 2010 (spa).
De usu partium corporis humani, 11.18, ed. Kühn, 1822, vol. 3, p. 921-930. urn:cts:greekLit:tlg0057.tlg017.1st1K-grc1:11.18
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩