Galenus. De usu partium (De usu part.) [n° 017 Fichtner] [GalLat]

Περὶ χρείας τῶν ἐν ἀνθρώπου σώματι μορίων
Utilité des parties du corps
The Function of the Parts of the Body (UP)
Helmreich, 1907; Helmreich, 1909.
De usu partium corporis humani, 1822, vol. 3-4, p. 1-939;1-366. urn:cts:greekLit:tlg0057.tlg017.verbatim-lat1
Nöldeke, 1805 (deu); Daremberg, 1854/1856 (fra); Tallmadge-May, 1968 (eng); Garofalo, Vegetti, 1978 (ita); López Salvá, 2010 (spa).

De usu partium corporis humani, 11.19, ed. Kühn, 1822, vol. 3, p. 930-935. urn:cts:greekLit:tlg0057.tlg017.1st1K-grc1:11.19

18. Ἀλλὰ καὶ τὸ τὰς ἀνομοιότητας αὐτῶν
1. γραμμαῖς ἀπ’ ἀλλήλων ὁρίζεσθαι, μὴ δυναμένας καλῶς
2. ἑνωθῆναι, ἄμεινον ὑπάρχειν ἐδείκνυμεν. ἔστι δ’ οὐχ
3. ἥκιστα καὶ τοῦτο τῇ ἄνω γένυϊ. σύγκειται γὰρ ἐξ ἀνομοίων
4. ὀστῶν ταῖς οὐσίαις, ὅτι καὶ ταῖς χρείαις· τὰ μὲν
5. γὰρ τῶν μήλων παχύτατα, τὰ δὲ τῆς ῥινὸς λεπτότατα,
6. τὰ δ’ ἄλλα σκληρότατα. τὴν γὰρ δυσπάθειαν τοῖς μὲν
7. μήλοις ἡ παχύτης, ἐκείνοις δ’ ἡ σκληρότης ἐργάζεται.
8. λοιπὸν δ’ ἡ ῥὶς ἀσθενεστέρα γέγονεν, διότι μηδὲν ἔμελλε
9. μέγα βλάψεσθαι τὸ ζῶον, οἷον εἰ καὶ τῶν ἄλλων τι μερῶν
10. ἔπαθε τῆς ἄνω γένυος. ἤτοι γὰρ εἰς τὰ δι’ αὐτῆς
11. φερόμενα νεῦρα τὴν βλάβην, ἢ εἰς τοὺς μῦς τοὺς μασητῆρας
12. ἀναγκαῖόν ἐστι τελευτᾷν ἐν τοῖς ἄλλοις παθοῦσι
13. μέρεσιν, ἐνίοτε δὲ καὶ αὐτῶν ἅπτεσθαι τῶν κατὰ
14. τὴν κεφαλὴν, εἰ τὰ πλησίον ἐκείνου ἔπαθον. ἥκιστα οὖν
15. ἐστι βλαβερὰ τῷ ζώῳ τὰ κατὰ τὴν ῥῖνα πάσχοντα, καὶ
16. διὰ τοῦτο ἀπολείπεται σκληρότητί τε καὶ παχύτητι τῶν κυριωτέρων.
17. δεῖ οὖν ταύτην αὐτῶν τὴν ἀνομοιότητα κατὰ 
1. λόγον ἰδίαν μὲν ἔχειν περιγραφὴν τὰ τῶν μήλων ὀστᾶ,
2. τὰ δ’ αὖ τῆς ῥινὸς ἰδίαν ἄλλην, οὕτω δὲ καὶ τὰ λοιπὰ,
3. τά θ’ ὑπεράνω τῶν μήλων, καὶ τὸ κατ’ ἄκραν τὴν γένυν,
4. καὶ τὰ κατὰ τὴν εἰς τὸ στόμα τῆς ῥινὸς σύντρησιν. ἡ δὲ
5. κατὰ τὸ μῆκος ἐν ἑκατέρᾳ τῇ γένυϊ ῥαφὴ γέγονεν, ὅτι δίδυμόν
6. ἐστι τὸ σῶμα δεξιοῖς τε καὶ ἀριστεροῖς. ἐῤῥέθη
7. οὖν πολλάκις ὑπὲρ τῆς τοῦδε χρείας, οὐ φαίνεται δ’ αὕτη
8. κατὰ τὰ πυκνότατα τῶν ὀστῶν, οἷον τότε κατ’ ἰνίον, καὶ
9. μέτωπον, καὶ ὑπερῴαν, καὶ ἄκραν τὴν γένυν. ὅθεν,
10. οἶμαι, καὶ ζήτησις ὑπὲρ αὐτῶν ἐγένετο τοῖς ἀνατομικοῖς,
11. τοῖς μὲν ἄῤῥαφα τελέως ἀποφῃναμένοις αὐτὰ, τοῖς δὲ δι’
12. ἀκρίβειάν τε καὶ πυκνότητα συνθέσεως οὐ φαίνεσθαι τὰς
13. ῥαφὰς, ἑψηθέντων μέντοι καὶ καταξηρανθέντων ἐν χρόνῳ
14. πλείονι, σαφεῖς γίγνεσθαι. περὶ μὲν τῶν οὕτω διαφωνουμένων
15. ἐν ἑτέροις ἐπιπλέον εἴρηται· τὸ δ’ ὁμολογούμενον
16. αὔταρκες ὑπ’ ἀμφοῖν εἰς τὸν παρόντα λόγον, ὡς ἔστιν ἱκανῶς
17. ἕκαστον τῶν εἰρημένων ὀστῶν σκληρόν. εἴπερ οὖν
1. τούτου τὴν χρείαν εὕροιμεν, οὐδὲν ἔτι χαλεπὸν οὐδὲ
2. περὶ τοῦ πλήθους τῶν ὀστῶν εὑρεῖν τὴν αἰτίαν. ἔστι δὴ
3. ταῦτα σκληρότατα, διότι τε πρὸς δυσπάθειαν παρεσκεύασται
4. πρὸ πάντων ἐκκείμενα, καὶ ὅτι τῆς αἰτίας
5. ἀπήλλακται, δι’ ἣν ἀραιὰ καὶ σηραγγώδη γέγονε τὰ κατὰ
6. τὸ ὑψηλὸν τῆς κεφαλῆς ὀστᾶ. πλεῖστον μὲν γὰρ ἐπέκεινα
7. τῶν ἐξ ὅλου τοῦ σώματος ἀτμῶν ἀνωθεῖ μετεωρότατα κείμενα,
8. καὶ διὰ τοῦτο, καθὰ καὶ πρόσθεν ἐδείκνυτο, πολυειδῆ
9. παρεσκεύασεν αὐτοῖς ἡ φύσις τὴν κένωσιν. ὅσα δ’
10. ἐκ πλαγίων τέτακται, πρὸς τῷ τῆς τοιαύτης ἀπολελῦσθαι
11. προφάσεως, ἔτι καὶ καταπιπτόντων, καὶ πληττομένων, ἢ
12. ὁπωσοῦν ἄλλως ἔμελλεν ἐνοχλήσεσθαι πολλάκις. οὔτε γὰρ
13. καταπίπτει τις ἐπὶ τὴν κορυφὴν ῥᾳδίως, οὔθ’ ἑτοίμως
14. πλήττεται κατὰ τοῦτο. τὰ δ’ ἄλλα πάντα, τά τε κατ’
15. ἰνίον καὶ μέτωπον καὶ ὦτα, καὶ τὰς πληγὰς ἐκδέχεται
16. συνεχῶς, καὶ πτώμασιν ἁλίσκεται πολλάκις. ὁπότ’ οὖν
17. ἐκεῖνα μὲν οὔθ’ ὁμοίως ἔμελλε πλήττεσθαι καὶ κενώσεως
1. ἐδεῖτο, ταῦτα δὲ καὶ πλήττεσθαι συνεχῶς καὶ μὴ δεῖσθαι
2. κενώσεως, εὐλόγως ἄρα ἀραιὰ μὲν ἐκεῖνα καὶ σηραγγώδη,
3. πυκνὰ δὲ καὶ σκληρὰ ταῦτα γέγονεν. τὸ δ’ αὖ
4. κατὰ τὴν ὑπερῴαν ὀστοῦν οἷον σφήν τις ἔγκειται μεταξὺ
5. τῆς τε κεφαλῆς καὶ τῆς ἄνω γένυος, ἔχον ἤδη καὶ τὰ
6. τῶν καθαιρόντων τὸν ἐγκέφαλον πόρων τρήματα· πρὸς δὲ
7. καὶ κατὰ τὴν βάσιν ὑπόκειται τῆς ὅλης κεφαλῆς, ὥσπερ
8. καὶ τοῦ κατ’ ἰνίον ὀστοῦ συνεχὲς αὐτοῦ μέρος. διὰ ταῦτ’
9. οὖν ἅπαντα πυκνὸν καὶ σκληρὸν ἐγένετο, τάχ’ ἂν εὐλόγως
10. καὶ δι’ ἓν αὐτῶν τοιοῦτον ἀπεργασθέν. ὅτι τε
11. γὰρ τῶν ἐκ τῆς βάσεώς ἐστι τῆς κεφαλῆς, σκληρῶν εἶναι
12. δεομένων, καὶ ὅτι, διαῤῥεόντων αὐτοῦ τῶν ἄνωθεν περιττωμάτων,
13. ἐσφακέλισεν ἂν ποθ’ ἑτοίμως καὶ διεσάπη,
14. χαῦνον εἴπερ ἐγένετο, διὰ τοῦτ’ οὖν σκληρὸν καὶ πυκνὸν
15. ἀπείργασται, πρὸς τῷ καὶ μέσον ἐγκεῖσθαι τῆς ἄνω γένυος
16. καὶ τῆς κεφαλῆς, καὶ διὰ τοῦτο ἰσχυρὸν εἶναι δεόμενον.
17. ἡ δὲ τῶν πτερυγίοις ὁμοίων ὀστῶν ἔκφυσις ἐξ
1. αὐτοῦ γέγονεν, ἕδραν τε ἅμα καὶ σκέπην τοῖς ἐν τῷ στόματι
2. παρέξουσα μυσὶν ἐκ τῶν πλαγίων μερῶν. εἰς γὰρ
3. τὰς ὁριζομένας ὑπ’ αὐτῶν κοιλότητας ἀνήρτηνται τῶνδε
4. τῶν μυῶν αἱ κεφαλαί. οὕτω δὴ τούτων ἐχόντων, εἴτ’ ὄντως
5. ἐστὶν ἄῤῥαφα τὰ προειρημένα μόρια τῶν ὀστῶν, εἴτε
6. δι’ ἀκρίβειαν συνθέσεως οὐχ ὁρᾶται, τό γε δεῖν αὐτὰ
7. σκληρά τ’ εἶναι καὶ πυκνὰ δέδεικται σαφῶς. οὔκουν ἔμελλεν
8. ἑνώσεσθαι καλῶς τοῖς παρακειμένοις, ἀραιοῖς οὖσι,
9. καὶ διὰ τοῦτο σαφὴς αὐτῶν ἡ σύνθεσις ἐγένετο, πρὸς τῷ
10. καὶ πολλαχῇ τὰς ἄλλας χρείας ἐκτελεῖν, ὅσας ἔμπροσθεν
11. εἴπομεν, ἢ καὶ διερχομένων τινῶν ὀργάνων δι’ αὐτῶν, ἢ
12. συνδουμένων, ἢ διαπνεόντων τῶν περιττωμάτων, ἢ δυσπαθείας
13. ἕνεκα.

Cliquer un n° de page pour en afficher l’image