6. Διὰ τί δὲ κατέκρυψεν ὅλους τούτους ὀλίγου
7. δεῖν τοὺς μῦς ἡ φύσις ἐν τοῖς τῆς κεφαλῆς ὀστοῖς,
8. ἐγγλύψασα μὲν εἰς ἱκανὸν βάθος τὰ ὀστᾶ, οἷς ἐπιβεβήκασιν,
9. ὑψώσασα δ’ ἕκαστον ἄχρι πλείστου τῶν περικειμένων, καίτοι
10. τούς γε ἄλλους ἁπλῶς ἐπιτιθεῖσα τοῖς ὀστοῖς, ὥσπερ τι
11. πιλητὸν σκέπασμα, νῦν ἂν εἴη λέγειν καιρός· ὡσαύτως
12. δὲ καὶ διὰ τί τῶν μὲν ἄλλων σχεδὸν ἁπάντων μυῶν
13. τοὺς ὄγκους ἀνάλογον τοῖς τῶν ζώων μεγέθεσιν ἐδημιούργησε,
14. τῶν δὲ κροταφιτῶν μυῶν μόνων οὐκέτι, πάμπολυ γὰρ
15. ὑπὲρ τὴν ἀναλογίαν τοῦ παντὸς σώματος εἰς μέγεθός τε
16. καὶ μικρότητα παραλλάττουσιν ἐν τοῖς τῶν ζώων γένεσιν.
17. αὐτίκα γοῦν ἀνθρώποις μὲν σμικρότατοί εἰσι καὶ ἥκιστα
1. νευρώδεις, μέγιστοι δὲ καὶ νευρωδέστατοι λέουσί τε καὶ
2. λύκοις, καὶ κυσὶ, καὶ ἁπλῶς ἅπασιν εἰπεῖν τοῖς καρχαρόδουσιν
3. ὀνομαζομένοις. τῶν ἄλλων ζώων ὑσὶ μὲν καὶ ὄνοις
4. μέγιστοι μὲν, οὐ μὴν νευρώδεις ὁμοίως· ἐφεξῆς δὲ βουσὶν,
5. εἶθ’ ἵπποις. ἀῤῥώστους δὲ καὶ μικροὺς ἔχουσιν ὡσαύτως
6. ἀνθρώπῳ πίθηκοι, καὶ λύγκες, καὶ κῆβοι. τούτων
7. δ’ ἐξῆς αἶγες, καὶ ὄϊες, καὶ ἔλαφοι. καὶ τῶν πιθήκων δ’
8. αὐτῶν οἱ μάλιστ’ ἀνθρώπῳ προσφερεῖς ὁμοιοτάτους ἔχουσι
9. κροταφίτας μῦς. ὅσοι δ’ ἀποκεχωρήκασιν ἐπὶ τὴν τῶν κυνοκεφάλων
10. ἰδέαν, ῥωμαλεώτεροί τε καὶ μείζους εἰσὶ τούτοις,
11. ὥσπερ γε καὶ αὐτῷ τῷ κυνοκεφάλῳ, μεταξὺ γάρ τοι τὴν
12. φύσιν οὗτος ἐστι πιθήκου καὶ κυνὸς, ὥστε καὶ ὁ κροταφίτης
13. αὐτῷ τοσούτῳ ῥωμαλεώτερός ἐστι καὶ μείζων ἢ κατὰ
14. τοὺς πιθήκους, ὅσῳ μικρότερός τε καὶ ἀῤῥωστότερος ἢ
15. κατὰ τοὺς κύνας. ἔστι δ’ ὁμοιότατος ἀνθρώπῳ πίθηκος,
16. ὡς ἂν στρογγύλον τε μάλιστ’ ἔχων τὸ πρόσωπον, καὶ τοὺς
17. κυνόδοντας μικροὺς, τὸ στέρνον πλατὺ, καὶ τὰς κλεῖς μακροτέρας,
18. καὶ ἥκιστα δασὺς, καὶ ὀρθὸς ἵσταται καλῶς,
1. ὡς καὶ βαδίζειν ἀμέμπτως, καὶ θεῖν ὠκέως δύνασθαι. τούτῳ
2. τοιγαροῦν τῷ πιθήκῳ καθάπερ ἀνθρώπῳ βραχύ τι τοῦ τετριχωμένου
3. τῆς κεφαλῆς ὁ κροταφίτης ἐπιλαμβάνει, τὸ δ’
4. ἄλλο καθάπερ τοῖς κυνοκεφάλοις ἐπὶ πλεῖστον ἀνατείνεται
5. τῆς κεφαλῆς. ὑπερβαίνει δὲ τὰ ὦτα πρὸς τοὐπίσω, καθ’
6. ὅλης ἐκτεταμένος αὐτῆς ἐπὶ πάντων τῶν καρχαροδόντων.
7. τούτοις μὲν οὖν οὐ μέγιστος μόνον ὡς πρὸς τὴν τοῦ σώματος
8. ἀναλογίαν, ἀλλὰ καὶ ῥωμαλεώτερος ὑπάρχων. τοῖς δ’
9. ὄνοις, καὶ τοῖς βουσὶ, καὶ τοῖς ὑσὶ, καὶ ἁπλῶς εἰπεῖν οἷς
10. ἡ γένυς μεγάλη, μέγιστος μόνος ἐστὶν ὁ κροταφίτης μῦς
11. ἀνάλογον τῷ μεγέθει τῆς γένυος, οὐ μὴν ῥωμαλέος γε καθάπερ
12. τοῖς ἀλκίμοις. ἕνεκα γὰρ τοῖν δυοῖν τούτοιν ἐργάζεται
13. τοὺς κροταφίτας μῦς μεγάλους, ἐνεργείας ἰσχυρᾶς τῆς
14. κατὰ τὸ δάκνειν καὶ μεγέθους τῆς κάτω γένυος. ἐκείνης
15. γὰρ ἕνεκα γεγονότες εἰκότως, αὐτῆς τῇ τ’ ἐνεργείᾳ καὶ τῇ
16. κατασκευῇ συμβάλλονται. ἐπεὶ τοίνυν τοῖς καρχαρόδουσιν ἡ
17. ῥώμη διὰ τὸ δάκνειν ἐστὶ, μέγιστός τε ἅμα καὶ ῥωμαλεώτατος
1. ὁ μῦς αὐτοῖς ἐγένετο, μέγιστος δὲ μόνον, οὐ μὴν
2. οὔτε νευρώδης, οὔτε σύντονος, οὔτε σφοδρὸς ταῖς ἐνεργείαις,
3. ἐπί τε τῶν ὄνων ἐστὶ, καὶ βοῶν, καὶ συῶν, ὅσα τ ἄλλα
4. ζῶα μεγάλην μὲν ἔχει τὴν κάτω γένυν, οὐ μὴν ἐν τῷ δάκνειν
5. αὐτοῖς ἡ ἀλκή. βέλτιον γὰρ ἦν δήπου μεγάλην γένυν
6. ὑπὸ μεγάλου κινεῖσθαι μυός. ἀνθρώπῳ δ’, ὡς ἂν τὴν γένυν
7. ἔχοντι μικρὰν ὀδόντας τε πρὸς μόνην τὴν ἐδωδὴν
8. ἐπιτηδείους, ὁ κροταφίτης μῦς εἰκότως μικρὸς ἐγένετο.
9. οὐδὲ γὰρ ἔδει μεγέθους περιττοῦ τῷ μήτε γένυν ὀχήσοντι
10. μεγάλην, μήτ’ ἐνέργειαν σφοδρὰν ἐνεργήσοντι, καθάπερ οἱ
11. λέοντές τε καὶ οἱ κύνες ἐνεργοῦσιν. οὐ γὰρ ἐκ τοῦ δάκνειν
12. ἄνθρωπος ἄλκιμος, οὐδὲ ταύτῃ κρατεῖ τῶν ἄλλων ζώων,
13. ἀλλ’, ὡς καὶ κατ’ ἀρχὰς ἐδείχθη, λόγῳ καὶ χερσί. καὶ
14. θαυμάσαι τῆς φύσεως ἄν τις τὴν τέχνην, ὥσπερ ὁ Ἱπποκράτης
15. θαυμάζων ἀεὶ δικαίαν ὠνόμαζεν, οὐ τὸ κατὰ τὴν
16. προτέραν φαντασίαν, ἀλλὰ τὸ κατὰ δύναμίν τε καὶ
1. χρείαν ἴσον αἱρουμένην, ὅπερ, οἶμαι, θείας ἔργον δικαιοσύνης
2. ἐξευρίσκειν, ἃ δεῖ καὶ νέμειν ἑκάστῳ τὸ κατὰ τὴν
3. ἀξίαν, καὶ μήτε περιττὸν, μήτ’ ἐλλιπὲς ἐργάζεσθαί τι τοῦ
4. προσήκοντος. ἦν δ’ ἂν, οἶμαι, περιττὸν μὲν, εἰ μέγας ὁ
5. κροταφίτης ἐγένετο μῦς, μικρὰν δ’ ἔμελλε κινήσειν γένυν·
6. ἐλλιπὲς δὲ, εἰ μὴ μέγας, ἔνθα μεγάλην κινεῖ. καὶ μὴν οὔτε
7. μικροτέραν ἀνθρώπου γένυν ἄλλο τι ζῶον, οὔτ’ ὄνων, οὔθ’
8. ἵππων ἔχει τι μείζω. δεόντως οὖν καὶ οἱ κινήσοντες αὐτὰ
9. μύες ἀνθρώποις μὲν ἐλάχιστοι, μέγιστοι δ’ ἐκείνοις ἐγένοντό.
10. διὰ τί δ’ ὅλως μεγίστη μὲν ἡ κάτω γένυς ὑσὶ καὶ
11. ὄνοις, καὶ βουσὶ, καὶ ἵπποις, ἐλαχίστη δ’ ἀνθρώποις, καὶ
12. πιθήκοις, καὶ κήβοις, καὶ λυγξὶν, ἐν τῷ μέσῳ δ’ ἀμφοῖν
13. ἡ τῶν ἄλλων ζώων ἐγένετο, πρόσθεν εἴρηται, δεικνύντων
14. ἡμῶν, ὡς, ὅσοις μὲν αὐτῶν ἤτοι χεῖρές εἰσιν, ὥσπερ τοῖς
15. ἀνθρώποις, ἢ οἷον χεῖρες, ὥσπερ τοῖς πιθήκοις, ταῦτ’ οὐδὲν
16. δεῖται κύπτοντα λαμβάνειν τῷ στόματι τὴν τροφήν· ὅσοις
17. δ’ οὐκ εἰσὶν, ὥσπερ τοῖς ἵπποις, ἔτι ταῦτα καὶ τράχηλον
1. μείζω, καὶ δι’ αὐτὸ τοῦτο καὶ γένυν ἔχει μακροτέραν· καὶ
2. τῶν ὀρνίθων τοὺς μακροσκελεῖς διὰ τοῦτο καὶ τράχηλον
3. μακρὸν καὶ ῥάμφος πρόμηκες φῦσαι, μέλλοντάς γε τούτοις
4. τοῖς μορίοις ἀντὶ χειρῶν εἰς εὐπορίαν χρήσασθαι τροφῆς.
5. ἀλλ’ ἐπεὶ κατὰ βραχὺ τῶν ἄκρων ἡ φύσις ἀποχωρεῖν εἴωθεν
6. ἐν τοῖς τῶν ζώων γένεσιν, ὡς καὶ τοῦθ’ ὑπ’ Ἀριστοτέλους
7. ὀρθῶς ἐπιδέδεικται, διὰ τοῦτο πρῶτοι μὲν οἱ πίθηκοι μετ’
8. ἀνθρώπους ἐπιμηκεστέραν ἔχουσι τὴν γένυν· ἐδείχθησαν
9. γὰρ οὗτοι πολλάκις ἤδη καὶ πρόσθεν ἀνθρώπου γελοῖον εἶναι
10. μίμημα· δεύτερα δὲ καὶ τρίτα καὶ τὰ ἄλλα ἐφεξῆς
11. ἅπαντα κατὰ τὴν οἰκείαν τάξιν, ὥστ’ εὐλόγως, ὅσα μεταξὺ
12. τῶν τε χεῖρας ἐχόντων ἐστὶ καὶ τῶν τελέως οὐκ ἐχόντων,
13. ὥσπερ τὰ καρχαρόδοντά τε καὶ σχιζόποδα καλούμενα, ταῦτα
14. καὶ τοῖς μήκεσι τῶν κατὰ τὸν αὐχένα καὶ τὰς γένυας ὀργάνων
15. ἐν τῷ μεταξὺ τῶν ἄκρων ἐστί· χρῆται γάρ πως
16. τοῖς ποσὶ παραπλησίως χερσί. διὰ ταῦτα μὲν δὴ μικρότατον
17. ἄνθρωπος ἁπάντων ζώων ἔχει τὸν κροταφίτην μῦν,
1. ὅτι καὶ τὴν γένυν, ἣν οὗτος κινεῖ, μικροτάτην τε ἅμα καὶ
2. ταῖς ἐνεργείαις ἀσθενῆ.
⟨
(De usu part.) [n° 017 Fichtner] [GalLat]
De usu partium
Περὶ χρείας τῶν ἐν ἀνθρώπου σώματι μορίων
Utilité des parties du corps
The Function of the Parts of the Body (UP)
Helmreich, 1907; Helmreich, 1909.
De usu partium corporis humani, 1822, vol. 3-4, p. 1-939;1-366. urn:cts:greekLit:tlg0057.tlg017.verbatim-lat1
Nöldeke, 1805 (deu); Daremberg, 1854/1856 (fra); Tallmadge-May, 1968 (eng); Garofalo, Vegetti, 1978 (ita); López Salvá, 2010 (spa).
De usu partium corporis humani, 11.2, ed. Kühn, 1822, vol. 3, p. 843-849. urn:cts:greekLit:tlg0057.tlg017.1st1K-grc1:11.2
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩