14. Τὰ μὲν οὖν τοῦ βρέγματος ὀνομαζόμενα
15. δύο ὄντα, καὶ χαῦνα, καὶ κατὰ τῆς κεφαλῆς ἄνωθεν ἐπικείμενα,
16. καὶ περιεχόμενα πανταχόθεν ὑπὸ σκληρῶν ὀστῶν
17. καὶ πυκνῶν, ὄπισθεν μὲν τοῦ κατ’ ἰνίον, ἔμπροσθεν δὲ
1. τοῦ κατὰ μέτωπον, ἑκατέρωθεν δὲ τῶν κατὰ τοὺς κροτάφους,
2. εὐλογώτατα διωρίσθη γραμμαῖς. ἕβδομον δ’ ἐπὶ
3. τούτοις ἐστὶ τὸ κατὰ τὴν ὑπερῴαν, ὅ τινες μὲν τῆς ἄνω
4. γένυος ἔνιοι δὲ τῆς κεφαλῆς εἶναι νομίζουσιν, ἐγκείμενον
5. ἀμφοτέροις δίκην σφηνός. τὰ δ’ ἄλλα πάντα τὰ τῆς ἄνω
6. γένυος ἐννέα τὸν ἀριθμόν ἐστι, δύο μὲν τὰ τῆς ῥινὸς,
7. ἔμπροσθεν δ’ αὐτῶν τρίτον, ἐν ᾧ περιέχεσθαι τοὺς τομέας
8. ἐλέγομεν, ἑκατέρωθεν δὲ δύο τὰ τῶν μύλων, ἐν οἷς
9. καὶ οἱ λοιποὶ πάντες ὀδόντες ἔγκεινται, καὶ τούτων ἄνωθεν
10. μὲν δύο τὰ κατὰ τὴν ἔμπροσθεν ἔκφυσιν τοῦ ζυγώματος,
11. καὶ τῆς χώρας τῶν ὀφθαλμῶν τὰ κάτω, δύο
12. δὲ τὰ λοιπὰ κατὰ τοὺς εἰς τὸ στόμα πόρους τῆς ῥινός.
13. τὰς δὲ περιοριζούσας γραμμὰς ἕκαστον τῶν εἰρημένων
14. ὀστῶν ἐν τοῖς ἀνατομικοῖς ὑπομνήμασι προειρηκότες
15. οὐδὲν ἔτι δεόμεθα λέγειν· ὡς γὰρ πρὸς εἰδότας ἤδη
16. τὰ κατὰ τὰς ἀνατομὰς φαινόμενα ταύτην τοῦ λόγου τὴν
17. διέξοδον ἅπασαν ἐποιησάμεθα. τὸ δὲ τῆς κάτω γένυος
1. ὀστοῦν μίαν μόνην ἔχει ἐν ἑαυτῷ διαίρεσιν, οὐκέτι πάντως
2. σαφῆ κατ’ ἄκρον τὸ γένειον, ἣν, ὅτι δίδυμόν ἐστι τὸ
3. σῶμα, διὰ τοῦτ’ ἐλέγομεν αὐτὴν γεγονέναι. τὸ δ’ ἄλλο
4. πᾶν ἑκατέρωθεν αὐτῆς μέρος οὐδεμίαν ἔχει διάφυσιν, εὐλαβουμένης,
5. οἶμαι, τῆς φύσεως εἰς πολλὰ καταθραύειν
6. ὀστᾶ τὴν κάτω γένυν ἕνεκα τοῦ μὴ ῥᾳδίως κατὰ τὰς σφοδροτάτας
7. κινήσεις διαλύεσθαί τε καὶ συντρίβεσθαι. μεγάλαι
8. δὲ δήπουθεν ἔμελλον ἔσεσθαι καὶ ἰσχυραὶ ταύτης
9. τῆς γένυος αἱ κινήσεις ἐν τῷ δάκνειν τε καὶ καταθραύειν
10. τὰ σκληρά. διὰ τοῦτο καὶ τῶν ἄρθρων αὐτῆς ἱκανῶς
11. προὐνοήσατο, τῷ μὲν ἑτέρῳ, τῇ κορώνῃ καλουμένῃ, τό
12. τε ζύγωμα περιθεῖσα καὶ μέγιστον ἐμφύσασα τοῦ κροταφίτου
13. μυὸς τὸν τένοντα, τῷ δ’ ἑτέρῳ τὰς μαστοειδεῖς
14. ὀνομαζομένας ἀποφύσεις τῆς κεφαλῆς ἀσφαλῆ περιθεῖσα
15. φρουρὰν, ὅπως μήποτ’ ἐν ταῖς βιαίοις κινήσεσιν ἀπὸ τῆς
16. ὑποκειμένης ὀλισθαίνοι κοιλότητος. εὐλόγως δὲ τουτὶ μὲν
17. ἐκ τῶν ὄπισθεν μερῶν ἐκτήσατο τὸ ἄρθρον ἡ κορώνη,
18. ἡ δ’ ὄρθιος ἀνατέταται. τοῦ μὲν γὰρ κλείεσθαι τὸ στόμα
1. τὴν αἰτίαν αὐτή τε καὶ ὁ κροταφίτης μῦς ἔχει, ἀνατείνων
2. ἅπασαν τὴν γένυν, τοῦ, δὲ διοίγεσθαι τό τ’ ὄπισθεν
3. ἄρθρον τὸ κατὰ τὰς μαστοειδεῖς ἀποφύσεις καὶ οἱ
4. κινοῦντες αὐτὸ μύες, οὓς ἀντιτετάχθαι τοῖς κροταφίταις
5. ἐλέγομεν. ἔχει δὲ δήπου καὶ συνδέσμους τινὰς ἰσχυροὺς
6. ἀμφ’ αὑτὴν, ἔτι τε τὸν χόνδρον πολὺν ἐν κύκλῳ περικεχυμένον
7. ἡ διάρθρωσις αὕτη. καὶ χρὴ τῶν κοινῇ πᾶσιν
8. ἄρθροις ὑπαρχόντων ἅπαξ ἀκούοντας ἀναμιμνήσκειν αὐτοὺς
9. ἐφ’ ἑκάστου τῶν κατὰ μέρος. ἡμᾶς μὲν γὰρ, οἶμαι,
10. φυλάττεσθαι χρὴ λέγειν ὑπὲρ τῶν ὁμοίων πολλάκις,
11. οὐ μὴν τούς γ’ ἀναγινώσκοντας ὀκνεῖν ἐννοεῖν, ὥσπερ οὐδ’
12. ἡ φύσις ποιεῖν. ἐν μὲν γὰρ τοῖς ἔργοις καὶ ταῖς ἐννοίαις
13. οὐδὲν προσήκει παραλιπεῖν, ἐν δὲ ταῖς ἐξηγήσεσιν ἅπαξ
14. εἰπεῖν ἀρκεῖ τὸ κοινόν. εἰρηκὼς οὖν ἤδη, πόσα περὶ τὰς
15. διαρθρώσεις ἁπάσας ἡ φύσις φιλοτεχνεῖ, τὰ δέ που καὶ
16. μέλλων ἐρεῖν ἐν τῷ μετὰ ταῦτα λόγῳ, δίκαιον εἶναι νομίζω,
1. τό γε νῦν εἶναι, παραλιπεῖν. σοὶ δ’ ἂν εἴη προσῆκον
2. ἕκαστον αὐτῶν ἐπ’ αὐτῆς ἐξετάζειν τῆς ἀνατομῆς, εἰ πάνθ’
3. ὅσαπερ ἔχειν εἴρηται χρῆναι, φαίνεται κεκτημένη. μάλιστα
4. γὰρ ἂν οὕτω θαυμάσειας τὴν φύσιν, εἰ μηδὲν τῶν ἔργων
5. αὐτῆς ἄσκεπτον παραλίποις.
⟨
(De usu part.) [n° 017 Fichtner] [GalLat]
De usu partium
Περὶ χρείας τῶν ἐν ἀνθρώπου σώματι μορίων
Utilité des parties du corps
The Function of the Parts of the Body (UP)
Helmreich, 1907; Helmreich, 1909.
De usu partium corporis humani, 1822, vol. 3-4, p. 1-939;1-366. urn:cts:greekLit:tlg0057.tlg017.verbatim-lat1
Nöldeke, 1805 (deu); Daremberg, 1854/1856 (fra); Tallmadge-May, 1968 (eng); Garofalo, Vegetti, 1978 (ita); López Salvá, 2010 (spa).
De usu partium corporis humani, 11.20, ed. Kühn, 1822, vol. 3, p. 935-939. urn:cts:greekLit:tlg0057.tlg017.1st1K-grc1:11.20
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩