Galenus. De usu partium (De usu part.) [n° 017 Fichtner] [GalLat]

Περὶ χρείας τῶν ἐν ἀνθρώπου σώματι μορίων
Utilité des parties du corps
The Function of the Parts of the Body (UP)
Helmreich, 1907; Helmreich, 1909.
De usu partium corporis humani, 1822, vol. 3-4, p. 1-939;1-366. urn:cts:greekLit:tlg0057.tlg017.verbatim-lat1
Nöldeke, 1805 (deu); Daremberg, 1854/1856 (fra); Tallmadge-May, 1968 (eng); Garofalo, Vegetti, 1978 (ita); López Salvá, 2010 (spa).

De usu partium corporis humani, 11.3, ed. Kühn, 1822, vol. 3, p. 849-851. urn:cts:greekLit:tlg0057.tlg017.1st1K-grc1:11.3

3. Διὰ τί δὲ μόνος ὁ μῦς οὗτος ἐν τοῖς ὀστοῖς
4. τῆς κεφαλῆς κατακέκρυπται, τῶν μὲν ὑποδεξαμένων αὐτὸν, τῶν
5. δ’ ἐν κύκλῳ περιλαμβανόντων, ὡς βραχὺ μέρος ὑπερκύπτειν
6. αὐτοῦ κατὰ τὸ τοῦ μετώπου πέρας; ἢ οὐχ οὗτος μόνος,
7. ἀλλὰ καὶ ἡ τῶν ὀφθαλμῶν χρεία κοινή; μάλιστα γὰρ οὗτοι
8. πάντων μυῶν, ἐπειδὰν πάθωσι, σπασμοὺς, καὶ πυρετοὺς, καὶ
9. κάρους, καὶ παραφροσύνας ἐπιφέρουσιν. ἵν’ οὖν ἥκιστα
10. πάσχωσιν ὑπὸ τῶν ἔξωθεν προσπιπτόντων αὐτοῖς, ὅσα
11. θλᾷν καὶ τέμνειν πέφυκεν, ἕρκος ἑκατέροις ἡ φύσις ἐν κύκλῳ
12. περιέβαλε τὴν τῶν ὀστῶν σκληρότητα. διὰ τί δὲ μάλιστα
13. βλάπτουσι παθόντες; ὅτι τῆς ἀρχῆς τῶν νεύρων ἐγγυτάτω
14. πεφύκασι, καὶ μόνον αὐτοὺς ὀστοῦν διείργει τοῦ μὴ
15. καὶ αὐτοῦ ψαύειν τοῦ ἐγκεφάλου. τοῖς δὲ δὴ κροταφίταις
16. μυσὶ καὶ διὰ τὸ μέγεθος μειζόνως ἢ τοῖς τῶν ὀφθαλμῶν
17. ὑπάρχει βλάπτειν τὸν ἐγκέφαλον, ἀλλὰ καὶ διότι μία μὲν
18. ἀρχὴ νεύρων εἰς τοὺς τῶν ὀφθαλμῶν μῦς, πλείους
1. δὲ εἰς τοὺς κροταφίτας ἐμβάλλουσιν. εἴπερ οὖν, ὡς Ἱπποκράτης
2. ἔλεγε, τά τε ἐγγὺς καὶ τὰ κοινὰ καὶ πρῶτα μάλιστα
3. κακοῦται, οὔτε δι’ ἐγγυτέρω τῶν κροταφιτῶν μυῶν,
4. οὔτε διὰ πλειόνων νεύρων ἐγκεφάλῳ μᾶλλον κεκοινώνηκεν
5. ἕτερος μῦς, εὔλογον ἐπαΐειν τῶν κατ’ αὐτοὺς παθημάτων
6. ὅτι τάχιστα τὴν ἀρχήν. διὰ τοῦτ’ οὖν καὶ Ἱπποκράτης μὲν
7. ὀρθῶς ἔλεγεν, ὡς πληγαὶ καίριοι καὶ καροῦσαι αἱ κροταφίτιδες
8. γίνονται. καὶ πρὸ Ἱπποκράτους δὲ ἡ φύσις ἐγίνωσκεν,
9. ὡς μέγιστόν τι κακὸν ἐργάσεται τὸ ζῶον ἀμελήσασα
10. τῆς ἀσφαλείας τῶν κροταφιτῶν μυῶν. ὀχυρὸν οὖν
11. ἐδημιούργησε τὸ χωρίον, ὡς οἷόν τ’ ἦν μάλιστα, κοίλην μὲν
12. πρῶτον ὑποδοχὴν αὐτοῖς οἷον ἄντρον κατασκευασαμένη, τῶν
13. δ’ ὀστῶν τῶν παρακειμένων τὰς ἔσωθεν ἐπιφανείας σιμὰς οἷον
14. θαλάμους τινὰς ἐργασαμένη, τοῖς δ’ ἄνω πέρασιν αὐτῶν
15. ἄμβωνας ἐπιθεῖσα πρὸς τοὺς μῦς ἀπεστραμμένους, ἵν’ ἐκ
16. πάντων ὡς οἷόν τε μάλιστα φρουροῖντο, καὶ βραχύ τι παντάπασιν
17. αὐτῶν ὑπὲρ τῶν ὀστῶν ἀνέχοι περίβολον. εἴασε δ’
1. οὐδὲ τοῦτο τελέως ἀσκέπαστον, ἀλλ’ ἔκ τε τῶν ὑπερκειμένων
2. ὀστῶν τῆς κεφαλῆς κᾀκ τῶν ἐπὶ πέρασι τῆς ὀφρύος ἀπόφυσιν
3. ἑκατέρωθεν ὀστοῦ προμήκους, κυρτοῦ μὲν ἔξωθεν,
4. κοίλου δ’ εἰς τὸν μῦν περιβέβληκεν ἐργασαμένη. καὶ
5. τὸ μὲν ἐκ τῶν ἄνω μερῶν ὡς ἐπὶ τὴν ὀφρὺν κατάγουσα,
6. τὸ δ’ ἐκ τῶν κάτωθεν εἰς ὕψος ἱκανὸν ἀνατείνασα, κᾄπειτ’
7. ἀλλήλοις κατὰ τὸ μέσον αὐτὰ συνάψασα, ψαλίδα τινὰ
8. ταύτην ὀστεΐνην ἑκατέρου τῶν μυῶν προὐτάξατο, πρώτην
9. ἐκείνων αὐτὴν τρωθησομένην τε καὶ θλασθησομένην καὶ
10. παντοίως πονήσουσαν, εἴ τι τῶν ἔξωθεν ἐμπίπτοι τοῖς μυσὶ
11. βίαιον ἢ σκληρόν. οὐ γὰρ οὖν οὐδὲ τὸ τυχὸν ὀστοῦν ἐστι
12. τουτὶ τὸ ζύγωμα, (καλεῖται γὰρ οὕτως ὑπὸ τῶν ἀνατομικῶν,)
13. ἀλλ’ ἀμύελόν τε καὶ πυκνὸν καὶ σκληρὸν, ὥσπερ λίθος,
14. ἀπαθὲς ὡς οἷόν τε μάλιστα, πρόβλημα προτάξαι τῶν μυῶν
15. τούτων ἐπιτεχνησαμένης τῆς φύσεως.

Cliquer un n° de page pour en afficher l’image