Galenus. De usu partium (De usu part.) [n° 017 Fichtner] [GalLat]

Περὶ χρείας τῶν ἐν ἀνθρώπου σώματι μορίων
Utilité des parties du corps
The Function of the Parts of the Body (UP)
Helmreich, 1907; Helmreich, 1909.
De usu partium corporis humani, 1822, vol. 3-4, p. 1-939;1-366. urn:cts:greekLit:tlg0057.tlg017.verbatim-lat1
Nöldeke, 1805 (deu); Daremberg, 1854/1856 (fra); Tallmadge-May, 1968 (eng); Garofalo, Vegetti, 1978 (ita); López Salvá, 2010 (spa).

De usu partium corporis humani, 11.4, ed. Kühn, 1822, vol. 3, p. 851-855. urn:cts:greekLit:tlg0057.tlg017.1st1K-grc1:11.4

16. Αὕτη μὲν ἡ τῆς κατασκευῆς ἀσφάλεια τοῖς
17. κροταφίταις μυσίν. τελευτῶν δ’ ἑκάτερος εἰς ἕνα τένοντα 
1. μέγαν ἐμφύεται τῇ κορώνῃ τῆς κάτω γένυος, ἀνασπῶν αὐτὴν,
2. εἰ ταθείη, κᾀν τούτῳ κλείεται τοῦ ζώου τὸ στόμα.
3. χρὴ τοίνυν εἶναί τινας αὐτῷ τοὺς διοίγοντας μῦς, ἀντισπῶντας
4. ἐπὶ τἀναντία, καὶ τούτους ἐν τοῖς κάτω τετάχθαι τῆς
5. γένυος, εἴ γε δὴ δέδεικται καλῶς ἡμῖν ἕκαστος τῶν μυῶν
6. ἐφ’ ἑαυτὸν ἕλκειν τὸ μόριον, εἰς ὃ καταφύεται. τίνες οὖν
7. οὗτοι καὶ πόσοι, καὶ πόθεν ἐκφυόμενοι, καὶ τίς αὐτοῖς
8. ἀρχὴ τῆς κινήσεως; οἱ μὲν μύες αὐτοὶ δύο τὸν ἀριθμόν
9. εἰσιν, ὅσοι περ καὶ οἱ κροταφῖται, ἑκάτερος ἑκατέρῳ κατὰ
10. θάτερον μέρος τῆς κάτω γένυος ἀντιτεταγμένοι, τὴν δ’ ἀρχὴν
11. τῆς γενέσεως ἔχουσιν ἐκ τῶν ὀπισθίων μερῶν τῆς κεφαλῆς,
12. ἵνα περ αἱ στυλοειδεῖς ἐκφύσεις. οὕτω γὰρ ἔθος ὀνομάζειν
13. τοῖς ἀνατομικοῖς τὰ κατὰ ταῦτα τὰ μέρη λεπτὰ
14. τῶν ὀστῶν τῆς κεφαλῆς ἀποβλαστήματα· σοὶ δ’ ἔξεστιν,
15. εἰ βούλοιο, καλεῖν αὐτὰ γραφιοειδῆ τε καὶ βελονοειδῆ.
16. καταφύονται δὲ τῇ κάτω γένυϊ μετὰ τὴν καμπὴν εὐθὺς
17. ἄχρι τοῦ κατὰ τὸν ἀνθερεῶνα χωρίου παραφυόμενος εἶς
1. ἑκατέρωθεν ἐκ τῶν ἔνδον μερῶν. οὗτοι μὲν οὖν, εἰ
2. ταθεῖεν, ἀνοιγνύουσι τὸ στόμα, καθάπερ οἱ κροταφῖται
3. κλείουσιν. ἄλλοι δέ τινες εἰς τὰς ἐν ταῖς μασήσεσι περιφορὰς
4. τῆς γένυος ὑπὸ τῆς φύσεως ἐγένοντο δύο μύες, οἱ
5. καὶ τῶν γνάθων τὸ σαρκῶδες ἐργαζόμενοι. τούτους τινὲς
6. οὐχ ἕνα μῦν ἑκάτερον, ἀλλὰ τρεῖς εἶναι νομίζουσιν, ὅτι
7. τρεῖς αὐτῶν οἶον ἀρχαί τινές εἰσιν ἀπονευρώσεις, ἢ τένοντες,
8. ἢ καταφύσεις εἰς τὰς γένυας. ὀνομάζουσι γὰρ οἱ μὲν
9. οὕτως, οἱ δὲ ἐκείνως, ἑρμηνεῦσαι μὲν σαφῶς ἕκαστος ὀριγνώμενοι
10. τὴν ἰδέαν τῶν μυῶν, ἀνόμοιον οὖσαν τοῖς ἄλλοις
11. ἅπασιν, ὑποψίαν δ’ ἂν τινι παρέξοντες, ὡς διαφέροιντο
12. περὶ αὐτῶν, εἰ ὁ μὲν ἀρχὰς λέγει τρεῖς ἑκατέρῳ τῶν μυῶν
13. ὑπάρχειν, ὁ δὲ τελευτὰς, ἢ κεφαλὰς, ἢ ἀπονευρώσεις, ἢ
14. τένοντας, ἢ καταφύσεις. ἔστι δ’ οὐκ ἐν τῷ πράγματι μάχη
15. κατά γε τοῦτο τοῖς ἀνατομικοῖς ἀνδράσιν, ἀλλ’ ἐν τῷ τρόπῳ
16. τῆς διδασκαλίας. τρίγωνος μὲν γάρ πώς ἐστιν ἑκάτερος τῶν
17. μυῶν, οἷον κορυφήν τινα τοῦ τριγώνου πρὸς τῷ καλουμένῳ
1. μήλῳ κεκτημένος. ἐνταῦθα δὲ μία μὲν ὡς ἐπὶ τὸ τοῦ
2. ζυγώματος πέρας ἀποτείνεται πλευρὰ τοῦ τριγώνου, μία δ’
3. ὡς ἐπὶ τὴν κάτω γένυν. ἡ λοιπὴ δὲ καὶ τρίτη καθάπερ τις
4. βάσις ἀμφοτέρας ἐπιζευγνύουσα τὰς εἰρημένας πλευρὰς ὅλοις
5. τοῖς εἰρημένοις μέρεσι τῆς κάτω γένυος ἐπιτέταται κατὰ τὸ
6. μῆκος αὐτῆς. ἔστι μὲν οὖν νευρωδέστατος ἑαυτοῦ κατὰ τὸν
7. ὑπὸ τῷ μήλῳ τόπον ὁ μῦς οὗτος, ἔνθα τὴν οἷον κορυφὴν
8. ἔχει. κινεῖται δὲ καὶ περιφέρει τὴν γένυν ἄλλο τ’ ἄλλων
9. τῶν ἰνῶν τε καὶ καταφύσεως ἐργασαμένης ἀπὸ τῆς φύσεως,
10. ἵν’ ἀλλήλας διαδεχομένων τῶν κινήσεων ἡ ἐν ταῖς μασήσεσιν
11. ἐνέργεια πολυειδὴς γίνοιτο. δεόντως οὖν ὀνομάζουσι τοὺς
12. μῦς τούτους μασητῆρας, εἰ καὶ ὅτι μάλιστα καὶ αὐτοῖς τοῖς
13. κροταφίταις μέτεστι τῆς προσηγορίας. ἐκεῖνοι μὲν γὰρ ἓν
14. τοῦτ’ ἔργον μόνον ἐν ταῖς μασήσεσι παρέχονται, σφοδρῶς
15. ἀλλήλοις συμβάλλειν τοὺς ὀδόντας, ᾧ συνέπεται θραύειν,
16. εἴ τι μεταξὺ παρακέοιτο· τὸ δ’ ὥσπερ ὑπὸ μύλων τῶν
17. γομφίων λειοῦσθαι τὴν τροφὴν τῶν μασητήρων ἔργον μυῶν.
1. οὗτοι δ’ αὐτοὶ καὶ μεταβάλλουσι τὰ σιτία, καὶ τὰ τῶν
2. ὀδόντων ἀποπίπτοντα παράγειν αὐτοῖς ἐπιβάλλουσι, τεινόμενοί
3. τε καὶ προστελλόμενοι, τῶν κροταφιτῶν μυῶν μηδὲν
4. εἰς τοῦτο συμβαλλομένων. ἀλλ’ ἡ γλῶττα μὲν οὐ σμικρὰ
5. διαπράττεται περὶ τὴν ἐνέργειαν αὐτὴν, οἷα χεὶρ ἀεὶ μεταβάλλουσα
6. καὶ στρέφουσα τὴν ἐν τῷ στόματι τροφὴν ὑπὲρ
7. τοῦ πᾶν ὁμοίως αὐτῆς καταθραύεσθαι μέρος· ἔξωθεν δ’
8. εἷς ἑκατέρωθεν ὁ μασητὴρ οὗτος μῦς οἷον ἑτέρα τις χεὶρ
9. ἐπίκουρος τῇ γλώττῃ παρεσκεύασται. μεγίστην δ’ εἰς τοῦτο
10. βοήθειαν αὐτῇ παρέχει τὰ κάτω πέρατα τῶν γνάθων, τὶ
11. δερματώδη, τὰ πρὸς τοῖς χείλεσιν, εἰς ἃ καθήκουσιν οἱ
12. λοιποὶ καὶ παχεῖς μύες, εἷς καθ’ ἑκάτερον μέρος ἅπαντι τῷ
13. τραχήλῳ περιβεβλημένοι. κινοῦνται δὲ ὑπὸ τούτων αἱ γνάθοι
14. μετὰ τῶν χειλῶν, εἰ καὶ παντάπασιν ἀκίνητος ἡ γένυς ἡ γένυς
15. εἴη, καί πως ἅπαντες οἱ μύες οἱ κινοῦντες αὐτὴν ἴδιον
16. ἕκαστος καὶ οἷον οὐκ ἄλλος μῦς ἐπεκτήσατο. περὶ μέν γε
17. τῶν μασητήρων πέπαυμαι λέγων.

Cliquer un n° de page pour en afficher l’image