Galenus. De usu partium (De usu part.) [n° 017 Fichtner] [GalLat]

Περὶ χρείας τῶν ἐν ἀνθρώπου σώματι μορίων
Utilité des parties du corps
The Function of the Parts of the Body (UP)
Helmreich, 1907; Helmreich, 1909.
De usu partium corporis humani, 1822, vol. 3-4, p. 1-939;1-366. urn:cts:greekLit:tlg0057.tlg017.verbatim-lat1
Nöldeke, 1805 (deu); Daremberg, 1854/1856 (fra); Tallmadge-May, 1968 (eng); Garofalo, Vegetti, 1978 (ita); López Salvá, 2010 (spa).

De usu partium corporis humani, 11.5, ed. Kühn, 1822, vol. 3, p. 856-863. urn:cts:greekLit:tlg0057.tlg017.1st1K-grc1:11.5

1. Οἱ δὲ κροταφῖται καὶ οἱ ἀντιτεταγμένοι
2. κάτωθεν αὐτοῖς, οἱ διοίγοντες τὸ στόμα, τρόπον
3. ἕτερον αὖ καὶ οἵδε τοῖς ἄλλοις ἅπασιν ἀνόμοιοι μυσίν. ἐκ
4. μέν γε τῶν κροταφιτῶν μέσων ὁ τένων ἐκπέφυκεν, ὃν εἰς
5. τὴν ἀνατεινομένην ἄνω τῆς κάτω γένυος ἐλέγομεν ἐμβάλλειν
6. κορώνην· οὐδὲ γὰρ ἂν εὕροις οὐδὲ καθ’ ἕνα μῦν ἕτερον
7. ἔκφυσιν τοιαύτην τένοντος. ἑκάτερος δὲ τῶν ἀντιτεταγμένων
8. αὐτοῖς ὄπισθεν τῆς κεφαλῆς ἐκφυόμενος, ἡνίκ’ ἂν
9. ἐπὶ τὰ καλούμενα παρίσθμια καὶ τὴν καμπὴν ἀφίκηται τῆς
10. κάτω γένυος, οὐκέτι μῦς ἐστιν, ἀλλ’ ἀκριβὴς γίνεται τένων,
11. γυμνὸς ἁπάσης οὐσίας σαρκοειδοῦς. τοῦτο μὲν οὖν καὶ ἄλλοις
12. ὑπάρχει μυσὶν, εἰς τένοντα τελευτᾷν· ὃ δ’ ἐστὶν ἴδιον
13. ἐξαίρετον ἑκατέρῳ τούτων, ὅτι μηδὲ καθ’ ἕνα τῶν ἄλλων
14. μυῶν ἐστι, καὶ δὴ φράσω. τῶν τενόντων ἑκάτερος τούτων
15. ὀλίγον προελθὼν οὐκέτι τένων ἐστὶν, ἀλλ’ αὖθις μῦς γίνεται
16. τῇ κάτω γένυϊ καταφυόμενος, ὡς ἔμπροσθεν εἴρηται.
17. δῆλον οὖν, ὡς τὰ μὲν σαρκώδη τούτων τῶν μυῶν ἐν ἀρχῇ
18. τε καὶ πέρασι, τὰ νευρώδη δ’ ἐν τοῖς μέσοις ἐστὶν, ὃ οὐδὲ 
1. καθ’ ἕνα τῶν ἄλλων ὑπάρχει μυῶν, ὥσπερ οὐδ’ ἐκ τῶν μέσων
2. ἐκφύεσθαι τῶν κροταφιτῶν τὸν τένοντα. τίς οὖν καὶ
3. ἡ τούτων αἰτία; μάτην μὲν γὰρ οὐδὲν ὑπὸ τῆς φύσεως γίνεται.
4. τὰ μὲν ἀναμνησθῆναί σε χρὴ τῶν ἔμπροσθεν εἰρημένων,
5. τὰ δὲ νῦν ἐπιμαθεῖν· ἀναμνησθῆναι μὲν, ὅσα καθόλου
6. περὶ μυῶν εἴρηται, δι’ ἃς αἰτίας οἱ μὲν εἰς τένοντας
7. τελευτῶσιν, οἱ δ’ οὔ· προσμαθεῖν δὲ νῦν, ὅσα χρὴ περὶ
8. τούτων ἀκοῦσαι. διότι μὲν οὖν ἐχρῆν εἰς ἕνα τένοντα μέγαν
9. ἑκάτερον τῶν κροταφιτῶν τελευτήσαντα δι’ ἐκείνου συμφῦναι
10. τῇ κορώνῃ τῆς γένυος, λεπτῇ μὲν καὶ σκληρᾷ τὴν φύσιν
11. ὑπαρχούσῃ, προμήκει δὲ καὶ εἰς ὕψος ἀνατεταμένῃ,
12. ῥᾷστον ἐξευρεῖν σοι καὶ χωρὶς ἡμῶν, εἰ μὴ παντάπασιν
13. ἀργῶς ὑπήκουσας ἐκείνων τῶν λόγων. ὑπομνήσω δ’ ὅμως
14. κᾀγὼ διὰ βραχέων, ὡς, εἴπερ μὴ διὰ τενόντων οὕτω μεγάλων
15. ἡ γένυς ἀνετείνετο, πρῶτον μὲν ἂν ἀπέῤῥηκτο μυριάκις ἤδη,
16. βάρος τηλικοῦτον ἀσθενῶν βαστάζειν ἐξημμένων σωμάτων·
1. ἔπειτα δ’ οὐδ’ ἂν ἐκινεῖτο ῥᾳδίως, οὐδὲ γὰρ οὐδ’
2. ἀνασπᾷν αὐτὴν οὔτε μικρότερος ἄλλων τένων, οὔτ’ οὐσία
3. σαρκοειδὴς ἠδύνατο. διὰ τίνα δ’ αἰτίαν ἐκ μέσων τῶν μυῶν
4. οὗτος ὁ τένων ἐκφύεται, καὶ δὴ φράσω, μικρόν τι πάλιν
5. ἀναμνήσας σε κᾀνταῦθα τὸ κατὰ τὴν ἀρχὴν ἤδη μοι τοῦδε
6. τοῦ λόγου προαποδεδειγμένον. οὗ τὸ κεφάλαιον ἦν, ἀσφαλείας
7. δεομένους πολλῆς τοὺς κροταφίτας μῦς ἐστεφανῶσθαι
8. πανταχόθεν ὀστοῖς, ὡς βραχὺ μόνον ὑπερκύπτειν αὐτῶν
9. τῆς κοιλότητος. εἰ γὰρ δὴ τούτου μοι μνημονεύοις, εἰδείης
10. δὲ καὶ τὰ μόρια τῆς κεφαλῆς, ἤδη σοι πάρεστι συλλογίζεσθαι,
11. διότι μακροὺς κατὰ τὸ μῆκος αὐτῆς εὐθὺ τῶν κορωνῶν
12. φερομένους εἴπερ ἐπέθηκε τοὺς μῦς τούτους ἡ φύσις,
13. οὐκ ἂν οὐδεμίαν αὐτοῖς ἐπιτεχνήσασθαι σκέπην ἐξεῦρε
14. πρὸς τῷ κᾀκεῖ μὲν ὄγκον ἐξαίσιον ποιεῖν, κενὰ δὲ καὶ
15. προσεσταλμένα τελέως ἀπολιπεῖν χωρία, ἐν οἷς νῦν εἰσιν.
16. οὐ γὰρ δὴ ἄλλο γέ τι μόριον ἐνταυθοῖ τάττειν εἶχεν εὐκαιρότατον,
17. οὔτ’ οὖν ὀφθαλμοὺς, οὔτε ῥῖνας, οὔτε ὦτα,
1. προείρηται γὰρ ἡ τῆς τούτων θέσεως αἰτία. ποῖον
2. δ’ ἂν ζύγωμα προὔταξεν αὐτῶν, οἷον νῦν ἐστιν, εἰ κατὰ τὸ
3. μῆκος ἐξέτεινε τῆς κεφαλῆς, ἢ τίνας ὀφρῦς ἐπανέστησεν
4. ὀστῶν, οὐκ ἔστιν εἰπεῖν. εἰ τοίνυν ἡ μὲν κατὰ τὸ μῆκος
5. αὐτῶν θέσις αὐτούς τε προπετεῖς ἐποίει καὶ ἀφρουρήτους
6. τοὺς μῦς, ἐξοχάς τε καὶ κοιλότητας ἀδίκους ὅλης τῆς κεφαλῆς,
7. ἡ δ’ ἐν τῷ νῦν χωρίῳ θέσις αὐτοῖς τε ἀσφάλειαν
8. ἐπορίζετο τοῖς μυσὶν, ἰσότητά τε καὶ τῆς ὅλης ἀπειργάζετο
9. κεφαλῆς, οὐκ ἦν ἐγκαιρότερον ἑτέρωθι τάττειν αὐτούς. ἀλλ’
10. εἰ τοῦτο, δῆλον ὡς τὸ μέσον αὐτῶν ἐγίνετο κατ’ εὐθὺ τῆς
11. δεομένης κινήσεως κορώνης, ὥστ’ ἐντεῦθεν ἀναγκαῖον ἦν ἐκφῦναι
12. τὸν τένοντα. τὰ δὲ κατὰ τοὺς ἀντιτεταγμένους αὐτοῖς,
13. τοὺς ἐν τῷ μέσῳ σφῶν αὐτῶν ἔχοντας τένοντα, πολὺ
14. πλείονα τὴν τέχνην ἐνδείκνυται. καὶ μάλιστα χρὴ τούτοις
15. προσέχειν τὸν νοῦν, ἔνθα παράδοξόν τι καὶ οὐ πάνυ
16. σύνηθες οὐδὲ τοῖς ὁμογενέσιν ὡσαύτως ἔχον ὁρᾶται μόριον.
17. ἤτοι γὰρ ἐπελάθετο τῆς ἀναλογίας ἐπὶ τούτων ἡ φύσις, ἢ
1. πάνυ τι σοφὸν εὑρίσκουσα τὴν ἐξάλλαξιν ἐποιήσατο τῆς
2. πρὸς τὰ ἄλλα κοινότητος. ἐγὼ μὲν δή μοι δοκῶ παρ’
3. ὅλον ἤδη δεδεῖχθαι τὸν λόγον, ὡς οὐδαμόθι μάτην ἀναχωρεῖ
4. πολὺ τῆς ἀναλογίας, ἀλλ’ ἤτοι διά τινα ἐξαίρετον χρείαν
5. ἰδιώτερον ἀπεργάζεται τῶν ἄλλων τὸ μόριον, ἢ διὰ μεγάλην
6. ἀνάγκην ἀποστερουμένη τῆς πρώτης τε καὶ κυριωτάτης αὐτοῦ
7. κατασκευῆς ἐφ’ ἑτέραν παραγίνεται δευτέραν, καθάπερ
8. ἀμέλει κᾀπὶ τούτων ἐποίησε τῶν μυῶν. ἡ μὲν γὰρ ἴδιος
9. αὐτῶν χώρα τῆς ἐκφύσεως οὐκ ὄπισθεν ἦν, ὅθεν ἐκπεφύκασι
10. νῦν, ἀλλὰ τοῦ τραχήλου τὰ πρόσω, κατ’ εὐθὺ γὰρ
11. ἂν οὕτω μάλιστα τῆς ἰδίας ἀρχῆς ἑκάτερος ἐπεσπᾶτο κάτω
12. τὴν γένυν. ἀλλ’ εἴπερ ἐτάχθησαν ἐνταῦθα, τῶν κατὰ τὸν
13. τράχηλον δηλονότι σπονδύλων ἐκφυόμενοι στενοχωρίαν οὐ
14. σμικρὰν αὐτοί τ’ ἂν ἔσχον πρῶτοι μάλιστα, τοῖς τ’ ἄλλοις
15. ἅπασι μορίοις παρέσχον, ὅσα ταύτῃ τέτακται. σχεδὸν γὰρ
16. οὐδαμόθι τοῦ σώματος ἑτέρωθι κατὰ σμικρὸν οὕτω χωρίον
17. ἐστὶν ἰδεῖν τοσούτων ὀργάνων ἀριθμὸν, καὶ οὐδὲ μεταθεῖναι
18. μέν τι κάλλιον ἦν αὐτῶν, οὔτ’ οὖν τὸν στόμαχον, οὔτε τὴν
1. τραχεῖαν ἀρτηρίαν, οὔτε τὸν λάρυγγα, πολὺ δ’ ἔτι μᾶλλον
2. οὐδὲ τοὺς περικειμένους αὐτοῖς μῦς, οὐδὲ τὰς φλέβας, οὐδὲ
3. τὰς ἀρτηρίας, οὐδὲ τοὺς ἀδένας, οὐδὲ τὰ νεῦρα. τὰ μὲν
4. γὰρ ἐκ τῶν κάτωθεν ἄνω, τὰ δ’ ἄνωθεν ἐχρῆν φέρεσθαι
5. κάτω, ἢ μήτ’ ἀρτηριῶν, μήτε φλεβῶν μετεῖναι τῇ κεφαλῇ,
6. μήτε νεύρων, μήτε μυῶν τοῖς κάτω. δῆλον δ’, ὡς καὶ τὰ
7. σιτία, καὶ τὸ πόμα, καὶ τὸ πνεῦμα ταύτην ἐχρῆν ἰέναι
8. τὴν ὁδὸν, ἀνιέναι δ’ αὖ πάλιν ἐκφύσησίν τε καὶ φωνὴν
9. εἰς πολλὰ τῶν ζώων χρηστῶς. ἀλλὰ καὶ τὸ σχίζεσθαι κατὰ
10. τοῦτο καὶ διανέμεσθαι τὰς ἀρτηρίας καὶ τὰς φλέβας εἴς
11. τε τὰς γένυας ἑκατέρας, καὶ τὴν γλῶτταν, καὶ τὸ στόμα,
12. καὶ τῆς κεφαλῆς τά τ’ ὀπίσω καὶ πρόσω, καὶ τὰ περὶ τὸν
13. τράχηλον ὅλον, ἅμα τῷ κατ’ αὐτὸν νωτιαίῳ, παντὶ δή που
14. δῆλον, ὡς ἀναγκαῖον ἦν. ἀναγκαῖον δ’ οὐδὲν ἧττον τῶν
15. εἰρημένων καὶ τὸ τοὺς ἀδένας ἐγκεῖσθαι ταῖς σχίσεσι τῶν
16. ἀγγείων, ὅπως μή τι πάσχοιεν ἀστήρικτοι. καὶ μέν γε καὶ
17. ἄλλους τινὰς ἀδένας αὐτόθι, περὶ ὧν ἔμπροσθεν εἶπον,
18. αὐτῆς τῆς τραχείας ἀρτηρίας ἕνεκεν ἡ φύσις ἐδημιουργήσατο. 
1. τοσούτων οὖν ὀργάνων πλῆθος οὐδαμόσε μετατεθῆναι δυνάμενον
2. ἄνευ μεγίστης τοῦ ζώου βλάβης ἔφθανεν ἅπαν τὸ
3. τῇδε κατειληφέναι χωρίον, ὥστ’ εὐλόγως οἱ τὴν κάτω γένυν
4. ἀνοιγνύντες μύες οὔτε τῶν κατὰ τὸν τράχηλον ὀστῶν ἐξέφυσαν,
5. ἀλλ’ ὅθεν προείρηται, καὶ καθ’ ὃ μάλιστα
6. μεστὸν ἦν ὀργάνων πολλῶν τὸ χωρίον, ἐν τοῖς κατὰ τὰ παρίσθμια
7. μέρεσίν ἐστι γυμνὸν σαρκῶν, ἑκάτερος αὐτῶν
8. ἐλεπτύνθη τένων. παχύτεροι μὲν γὰρ ὄντες οὐκ εἶχον δίοδον
9. ὑπὸ στενοχωρίας· ἰσχνοὶ δ’ εἴπερ, ὥσπερ καὶ νῦν εἰσι,
10. γενόμενοι μύες ἔτ’ ἦσαν, ἱκανῶς ἄν ὑπῆρχον ἀσθενεῖς.
11. ὥστ’, ἐπειδὴ καὶ δυσπαθεῖς ἐχρῆν αὐτοὺς γενέσθαι καὶ στενοὺς,
12. εὐλόγως ἡ φύσις ἀπείληφε μὲν ἅπασαν αὐτῶν κατὰ
13. τοῦτο τὴν σάρκα, μόνους δὲ καὶ ψιλοὺς προάγουσα τοὺς τένοντας,
14. ὁπότε πρῶτον ἔξω τῆς στενοχωρίας κατέστησε, τηνικαῦτα
15. ἤδη κατὰ βραχὺ περιτρέφουσα τὴν σάρκα, μῦς αὖθις
16. αὐτοὺς ἀπειργάσατο. τρία μὲν δὴ ταῦτα γένη μυῶν εἰς τὴν
17. τοῦ στόματος κίνησιν ἡ φύσις ἐδημιουργήσατο, τῶν μὲν
1. ἀνοιγνύντων αὐτὸ, τῶν δὲ κλειόντων, τῶν δὲ πολυειδῶς
2. φερόντων, οὔτ’ ἐν ταῖς θέσεσιν, οὔτ’ ἐν ταῖς ἰδέαις, οὔτ’
3. ἐν ταῖς ἐπικαίροις καταφύσεσιν οὐδὲν παριδοῦσα. φαίνεται
4. γὰρ ἕκαστος αὐτῶν εἰς τοῦτο μάλιστα τὸ μέρος ἐμβάλλων
5. τῆς γένυος, ἵν’ ἐστὶν εὐληπτοτάτη τε ἅμα καὶ πρὸς τὴν κίνησιν,
6. ἧς ὁ μῦς ἕνεκα γέγονεν, ἐπιτηδειοτάτη.

Cliquer un n° de page pour en afficher l’image