5. Ἡ δὲ τῶν νεύρων ἀρχὴ πᾶσι τοῖς κατὰ τὸ
6. πρόσωπον μυσὶν ἡ τρίτη συζυγία τῶν ἐξ ἐγκεφάλου νεύρων
7. ἐστὶ, καὶ μέν γε καὶ τοῖς ἄλλοις ἅπασι τοῖς κατ’ αὐτὸ μορίοις.
8. ἐπί τε γὰρ τοὺς κροταφίτας καὶ τοὺς μασητῆρας
9. μῦς, καὶ τούτους δὴ τοὺς ἔνδον ἐν αὐτῷ τῷ στόματι, καὶ
10. τοὺς ὀδόντας ἅπαντας, ἐπί τε τὰ χείλη καὶ τὴν ῥῖνα καὶ
11. σύμπαν τὸ περὶ τὸ πρόσωπον δέρμα τὰ προειρημένα νεῦρα
12. νενέμηται, διατιτραμένων αὐτοῖς τῶν ὀστῶν καὶ
13. χώραν παρεχόντων, ὅπῃ περ ἂν ὁρμήσῃ φέρεσθαι τῶν
14. ἀποβλαστημάτων ἕκαστον. φέρεται δὲ ἐπὶ τὸ δεόμενον
15. ἀεὶ μόριον ἢ αἰσθήσεως, ἢ κινήσεως, ὡς μήτ’ ἐνδεῖν,
16. μήτε περιττεύειν μηδενὶ μέρει νεύρου μοῖραν, ἀλλ’
17. ἴσον ἀεὶ τῷ τ’ ὄγκῳ καὶ τῇ χρείᾳ τοῦ μέρους ἀκριβῶς
18. ὑπάρχειν. ἐχρῆν δ’, οἶμαι, σκληρὸν οὕτως ὀστοῦν,
1. εἴπερ μὴ κατὰ τέχνην ἅπαντα τὰ τοιαῦτα ἐγεγόνει,
2. μάλιστα μὲν μηδὲ διατρηθῆναι τὴν ἀρχὴν ὀπαῖς πολλαῖς
3. καὶ πυκναῖς. εἴ γέ περ καὶ διετέτρητο, μάταιον κατὰ
4. δέ τινα τύχην εὑρίσκεσθαι τετρημένον, οὐδενὸς ὀργάνου
5. διεξιόντος αὐτό. καὶ μέν γε καὶ τῶν μορίων τῶν τ’ ἔνδον
6. κατὰ τὸ στόμα, καὶ τῶν ἐκτὸς κατὰ πρόσωπον, εἰς τινὰ
7. μὲν ἐχρῆν μηδ’ ὅλως ἔρχεσθαι νεῦρα, τισὶ δ’ οὐχ ἓν,
8. ἀλλὰ πλείω διανέμεσθαι. ταυτὶ μὲν γὰρ τύχης ἔργα· τὸ δὲ
9. καὶ πᾶσιν ἐπιπέμπεσθαι, καὶ τηλικοῦτον ἕκαστον εἶναι τὸ
10. μέγεθος, ἡλίκου δεῖται τὸ μόριον, ἐγὼ μὲν οὐκ οἶδα, εἰ
11. σωφρονούντων ἐστὶν ἀνθρώπων εἰς τύχην δημιουργὸν ἀναφέρειν,
12. ἢ τί ἂν ἔτι τὸ κατὰ πρόνοιαν εἴη καὶ τέχνην;
13. πάντως γὰρ ἐναντίον τὸ κατὰ τύχην. ὥστε πρῶτον μὲν ἢ
14. ἔνδοθεν ἐχρῆν διὰ τοῦ στόματος, ἢ ἔξωθεν τῶν ὀστῶν τοῦ
15. προσώπου φέρεσθαι τῶν νεύρων ἕκαστον, ἵνα δηλαδὴ τὰ
16. μὲν ὑπὸ τῶν σκληρῶν σιτίων, τὰ δ’ ὑπὸ τῶν ἔξωθεν ἐμπιπτόντων
17. ἀδικοῖτο. δεύτερον δὲ τὰς ῥίζας τῶν ὀδόντων,
1. τὰς μὲν ἴσχειν νεῦρα, τὰς δὲ μὴ, καὶ τὰς μὲν τῶν γομφίων,
2. ὅτι μεγάλοι, σμικρὰ, τὰς δὲ τῶν ἄλλων ὀδόντων, ὅτι
3. σμικροὶ, μεγάλα. γενέσθαι δὲ δεῖ τι καὶ τῶν μασητήρων
4. μυῶν μέρος ἄμοιρον νεύρου, τί γὰρ ἀναγκαῖον ἁπάσας αὐτῶν
5. κινεῖσθαι τὰς ἶνας; καὶ τοῦ δέρματος τὸ μέν τι ἴσχειν
6. ἐμφύσεις νεύρων, τὸ δὲ μή· καὶ γὰρ καὶ τοῦτ’ οὐκ ἦν
7. ἀναγκαῖον ὅλον αἰσθητικὸν ἀπεργασθῆναι. ταῦτα καὶ τὰ
8. τοιαῦτα δηλονότι τέχνης ἔργα καὶ σοφίας ἐροῦμεν, εἴπερ
9. γε τύχης ἐστὶ τὰ ἐναντία. καὶ τὸ τῆς παροιμίας ἂν ἤδη
10. γίγνοιτο, τὸ ἄνω ποταμῶν, εἰ τὰ μὲν ἄκοσμα καὶ ἄλογα
11. καὶ ἄδικα τέχνης ἔργα, τὰ δ’ ἐναντία τύχης εἶναι νομιοῦμεν.
12. ἐμοὶ μὲν οὐδὲ τῶν ὀνομάτων φροντὶς, ἀλλ’ εἰ βούλει
13. τύχην ὀνομάζειν τὸ διαπλάττον οὕτω δικαίως ἅπαντα τοῦ
14. ζώου τὰ μόρια, τοῦτ’ αὐτὸ μόνον αἰσθανόμενός τε καὶ
15. συγχωρῶν, ὅτι οὐ δικαίως ἐμπίπλασο τῆς ἐν τοῖς ὀνόμασι
16. καινοτομίας, ἔξεστί σοι καὶ τὸν ἥλιον ὑπὲρ γῆς ὁρῶντι
1. τὴν τοιαύτην κατάστασιν ὀνομάζειν νύκτα, καὶ αὐτὸν δὲ
2. τὸν ἥλιον μὴ φῶς, ἀλλ’, εἰ βούλει, σκότος. εἴη σοι μηδέποτε
3. παύσασθαι τῆς τοιαύτης σοφίας, ὥσπερ γε μηδ’ ἡμῖν
4. τῆς ἡμετέρας ἀμαθίας, ἵν’, ὅταν εὑρίσκωμεν ἅπαντα δικαίως
5. ἔχοντα τῇς οἰκείας κατασκευῆς τὰ μόρια, τέχνην αὐτῶν
6. ἀποφῄνωμεν, οὐ τύχην αἰτίαν. ὦ πρὸς τῶν θεῶν, ἐλεῆσαι
7. γὰρ αὐτῶν ἔστι τὴν μανίαν, διὰ τί τοῖς μὲν κατὰ πρόσωπον
8. μορίοις ἅπασιν ἀπὸ τῶν ὑπερκειμένων νεύρων ἀποβλαστήματα
9. διατιτραμένων ἐμφύεται τῶν ὀστῶν, τοῖς δ’
10. ἀνοιγνύουσι τὸ στόμα τούτων τῶν νεύρων οὐδὲν ἀποπλανηθὲν
11. ἐνέφυ, καίτοι πλησίον κειμένοις; ἀλλ’ οὐδ’ εἰς τοὺς
12. κροταφίτας ἐκ τούτων ἀνῆλθεν, ὥσπερ οὐδ’ ἐξ ἐκείνων εἰς
13. τούτους τοὺς μῦς κατῆλθε. διὰ τί δ’ ὅλως ἐσχίσθη τὸ δέρμα
14. πρὸς τὴν τοῦ στόματος γένεσιν; ἤδη γάρ μοι κᾀπὶ τοῦτο
15. μεταβῆναι καιρὸς, πῶς οὐ κατὰ τὸν νῶτον, ἢ τὴν κεφαλὴν,
16. ἢ ἄλλο τι μέρος τοῦ σώματος εὑρίσκεται διεσχισμένον;
17. τύχης ταῦτ’ ἔργα. πῶς δ’, εἴπερ εἴη τὸ θερμὸν μὴ στεγόμενον,
1. ἢ τὸ πνεῦμα (τοιαῦτα γὰρ ληροῦσιν) ἀνέῤῥηξε τὸ
2. δέρμα τοῦ στόματος, οὐ καὶ κατὰ τὴν κορυφὴν τοῦτ’ ἔδρασεν,
3. οὐδ’ ἐνταῦθα διέῤῥηξεν, οὐδ’ ἀνέπνευσε ταύτῃ, καίτοι
4. καὶ θερμῷ καὶ πνεύματι πρὸς τὸ μετέωρον ἡ φορά;
5. πῶς δ’, εἴπερ ἄτομοί τινες ἀποπαλλόμεναί τε καὶ περιπλεκόμεναι
6. τὰ σώματα ἡμῶν ἐδημιούργησαν, οὐ καὶ τὴν κεφαλὴν
7. ἀνέῤῥηξαν μᾶλλον, ἢ ἄλλο τι τοῦ σώματος, ὡς
8. ἐνταυθοῖ γενέσθαι τὸ στόμα; πῶς δ’, εἰ καὶ κατὰ τύχην
9. ἀνεῤῥάγη, τοὺς ὀδόντας εὐθὺς ἐν αὐτῷ καὶ τὴν γλῶτταν
10. ἔσχεν; ἢ πῶς οἱ πόροι τῆς ῥινὸς εἰς ταὐτὸ συνετρήθησαν
11. οἱ κατὰ τὴν ὑπερῴαν, οἱ καθαίροντες τὸν ἐγκέφαλον; μήτε
12. γὰρ ἀναγκαῖόν ἐστιν ἐν τοῖς ἀναῤῥηγνυμένοις τοῦ σώματος
13. μέρεσιν ὀδόντας ὑποφύεσθαι. καὶ γὰρ τὰ κατὰ τὴν ἕδραν
14. τε καὶ τὰ αἰδοῖα, καὶ μάλιστα τῶν γυναικῶν, οὐδὲν ἧττον
15. ἔσχισται, ἀλλ’ οὐδεὶς ἐν αὐτοῖς ὀδούς ἐστιν, οὐδ’ ὀστοῦν
16. ὅλως οὐδὲ μικρὸν ὑποκείμενον.
⟨
(De usu part.) [n° 017 Fichtner] [GalLat]
De usu partium
Περὶ χρείας τῶν ἐν ἀνθρώπου σώματι μορίων
Utilité des parties du corps
The Function of the Parts of the Body (UP)
Helmreich, 1907; Helmreich, 1909.
De usu partium corporis humani, 1822, vol. 3-4, p. 1-939;1-366. urn:cts:greekLit:tlg0057.tlg017.verbatim-lat1
Nöldeke, 1805 (deu); Daremberg, 1854/1856 (fra); Tallmadge-May, 1968 (eng); Garofalo, Vegetti, 1978 (ita); López Salvá, 2010 (spa).
De usu partium corporis humani, 11.7, ed. Kühn, 1822, vol. 3, p. 864-868. urn:cts:greekLit:tlg0057.tlg017.1st1K-grc1:11.7
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩