Galenus. De usu partium (De usu part.) [n° 017 Fichtner] [GalLat]

Περὶ χρείας τῶν ἐν ἀνθρώπου σώματι μορίων
Utilité des parties du corps
The Function of the Parts of the Body (UP)
Helmreich, 1907; Helmreich, 1909.
De usu partium corporis humani, 1822, vol. 3-4, p. 1-939;1-366. urn:cts:greekLit:tlg0057.tlg017.verbatim-lat1
Nöldeke, 1805 (deu); Daremberg, 1854/1856 (fra); Tallmadge-May, 1968 (eng); Garofalo, Vegetti, 1978 (ita); López Salvá, 2010 (spa).

De usu partium corporis humani, 11.8, ed. Kühn, 1822, vol. 3, p. 868-876. urn:cts:greekLit:tlg0057.tlg017.1st1K-grc1:11.8

17. Βούλει καὶ ταῦτ’ εὐτυχῶς ταῖς ἀτόμοις συμβῆναι;
18. διὰ τί δύο καὶ τριάκοντα τοὺς πάντας ὀδόντας ἔχομεν,
1. ἐφ’ ἑνὸς στοίχου καθ’ ἑκατέραν τὴν γένυν ἑξκαίδεκα τεταγμένους,
2. ἔμπροσθεν μὲν τοὺς τομεῖς ὀνομαζομένους, ὀξεῖς
3. καὶ πλατεῖς, οἵους ἐνδακόντας ἀποτέμνειν, ἑξῆς δὲ τοὺς
4. κυνόδοντας, πλατεῖς μὲν τὴν κάτω βάσιν, ὀξεῖς δὲ τὸ ἄνω
5. πέρας, οἵους, εἰ μὴ τέμνοιτό τι πρὸς ἐκείνων διὰ σκληρότητα,
6. τοῦτ’ αὐτοὺς θλᾷν δύνασθαι, καὶ τούτων ἑξῆς τοὺς
7. γομφίους, οὓς δὴ καὶ μύλας ὀνομάζουσι, τραχεῖς καὶ πλατεῖς,
8. καὶ σκληροὺς, καὶ μεγάλους, οἵους τὰ τμηθέντα πρὸς
9. τῶν τομέων, ἢ θλασθέντα πρὸς τῶν κυνοδόντων, αὐτοὺς
10. λειοῦν ἀκριβῶς. ὧν εἴπερ ἓν ὑπαλλάξαις ὁτιοῦν τῷ λόγῳ,
11. τὴν χρείαν εὐθὺς ὄψει διεφθαρμένην. οὔτε γὰρ ἀκριβῶς
12. λεῖοι γενηθέντες ἐπιτήδειοι πρὸς τὸ σφέτερον ἔργον ὑπῆρχον
13. ἄν· ὑπὸ γὰρ τῶν ἀνωμάλων τε καὶ τραχέων ἄμεινον
14. λειοῦται πάντα· δι’ αὐτό γέ τοι τοῦτο καὶ τὰς μύλας,
15. ἐφ’ ὧν ἀλοῦσι τὸν σῖτον, ὅταν μὲν τῷ χρόνῳ κατατριβῶσι
16. καὶ λεῖαι γένωνται, αὖθις ἐκκόπτουσι καὶ τραχύνουσιν·
17. οὔτ’, εἰ τραχεῖς μὲν ἦσαν, μὴ σκληροὶ δὲ, τί πλέον ἂν ᾖν
1. αὐτῶν φθανόντων κατατρίβεσθαι πρότερον, ἢ λειοῦν τὰ σιτία.
2. καὶ μὴν εἰ τραχεῖς καὶ σκληροὶ γενόμενοι μὴ πλατεῖς
3. ἦσαν, οὐδ’ ἂν οὕτως ἦν τι πλέον. εἴ γε δὴ χρὴ τὰ
4. λειωθησόμενα κατὰ πλατείας ἐστηρίχθαι βάσεως, ἐπὶ γοῦν
5. τῶν τομέων τε καὶ κυνοδόντων οὐδὲν οἷόν τε λειοῦσθαι
6. διὰ στενότητα. τί δ’, εἰ ταῦτα μὲν εἶχον, μικροὶ δ’ ἦσαν,
7. ἆρ’ οὐκ ἐν τούτῳ μόνῳ καὶ τῶν ἄλλων ἡ χρεία συνδιεφθείρετο,
8. παμπόλλου χρόνου δεομένων ἡμῶν εἰς τὴν λείωσιν
9. τῶν σιτίων; οὕτω δὲ καὶ περὶ τῶν τομέων, καὶ τῶν μετ’
10. αὐτοὺς ὀξέων. ἐπὶ οὖν τῷ λόγῳ διαφθειρομένην εὑρήσεις
11. τὴν χρείαν, ἑνὸς οὑτινοσοῦν τῶν ὑπαρχόντων αὐτοῖς ὑπαλλαγέντος.
12. ἀλλ’ ἔστω καὶ ταῦτα σύμπαντα σοφῶς οὕτω
13. κατά τινα τύχην ἀγαθὴν γεγονέναι, τὴν θέσιν μόνην ὑπαλλάξας
14. αὐτῶν, θέασαι τὸ γινόμενον. ἐπινόησον γάρ μοι,
15. τοὺς μὲν γομφίους ἔξωθεν, ἔνδοθεν δὲ τοὺς τομέας τε καὶ
16. τοὺς ὀξεῖς κεῖσθαι, καὶ σκέψαι, τίς μὲν ἂν ἔτι χρεία τούτων
17. ἦν τῶν ὀδόντων, τίς δ’ ἂν τῶν πλατέων; ἆρ’ οὐ
1. συνεχεῖτο πάντα τἄλλα, καίτοι κάλλιστα ταῖς προμηθεστάταις
2. ἀτόμοις προνενοημένα, περὶ τὴν διάταξιν αὐτῶν σφαλλούσαις
3. μόνην; ἀλλ’ εἰ μὲν χορόν τις ἔστησεν ἐν κόσμῳ
4. δυοῖν καὶ τριάκοντα χορευτῶν, ἐπῃνεῖτ’ ἂν ὡς τεχνικός· ἐπεὶ
5. δ’ ὀδόντων χορὸν οὕτω καλῶς διεκόσμησεν ἡ φύσις, οὐκ
6. ἄρα καὶ ταύτην ἐπαινεσόμεθα; εἰ βούλει, καὶ τοῦτο τῇ
7. τύχῃ τῶν ἀτόμων ἀναφέρωμεν, ὡς μὴ μόνον τοὺς μὲν ὀξεῖς
8. τῶν ὀδόντων, τοὺς δ’ ἀμβλεῖς ἐργάσασθαι, καὶ τοὺς μὲν
9. λείους, τοὺς δὲ τραχεῖς, καὶ τοὺς μὲν μικροὺς, τοὺς δὲ
10. μεγάλους, ἀλλὰ καὶ τὰ τῆς θέσεως αὐτῶν οὕτως
11. εὐτυχῶς ἄνευ τέχνης ὑπολάβωμεν γεγονέναι. συγχωρείσθω
12. καὶ τοῦτο. τί καὶ περὶ τῶν ῥιζῶν ἐροῦμεν, ὅτι τοῖς
13. μὲν μικροῖς μία, δύο δὲ τοῖς μείζοσι, καὶ τρεῖς καὶ τέτταρες
14. τοῖς μεγίστοις εἰσί; πάλιν γὰρ ἐνταῦθα θαυμαστῶς
15. ἔκ τινος τύχης ἔργον τεχνικὸν ἡ τῶν ἀτόμων διεπράξατο
16. σύνοδος, ὥσπερ εἰ καὶ δικαιότατός τις αὐταῖς ἐπεστάτει δημιουργός.
17. τὸ δὲ καὶ τῶν μυλῶν τὰς μέσας μὲν μεγίστας 
1. γενέσθαι, τὰς δ’ ἑκατέρωθεν αὐτῶν ἐλάττους, πῶς οὐ καὶ
2. τοῦτο θαυμαστὸν τῶν ἀτόμων; οὐ γὰρ ἐχρῆν, οἶμαι, τὴν
3. ἔνδον τοῦ στόματος εὐρυχωρίαν, στενοτέραν οὖσαν, ὥσπερ
4. οὖν καὶ τὴν πρόσω, τοῖς μέσοις τοῖς κατὰ τὰς γνάθους
5. πλατυτάτοις οὖσιν ὁμοίως μεγάλους ἔχειν τοὺς ὀδόντας.
6. ἄδικον γὰρ ἦν καὶ τοῦτο, τοῖς μὲν στενοῖς τοῦ στόματος
7. μέρεσι μεγάλους ἐνθεῖναι τοὺς ὀδόντας, τοῖς δ’ εὐρέσι μικροὺς,
8. ἀλλὰ καὶ πλατυτέρας εἶναι δεομένης κατὰ ῥίζαν τῆς
9. γλώττης, ὡς καὶ τοῦτο δή μοι δέδεικται. μεγάλους δ’ ἐνταῦθα
10. παρακεῖσθαι τοὺς ὀδόντας οὐκ ἦν ἄμεινον. ἀλλὰ
11. καὶ τὸ τῶν ὀστῶν τῆς γένυος ἑκατέρας ἀποφύσεις ποιήσασθαι
12. λεπτὰς, ἃς ὀνομάζουσι φατνία, διὰ τὴν πρὸς τὰς
13. φάτνας ταύτας ἐμφέρειαν, αἷς χρῆται τὰ βοσκήματα, πῶς
14. οὐ θαυμαστῆς τύχης καὶ αὐτό; καθ’ ἕκαστον γὰρ τῶν ὀδόντων
15. αὗται περιπεφύκασι, καὶ σφίγγουσι, καὶ κατέχουσιν ἀκριβῶς
16. αὐτοὺς, ὡς μὴ διασείεσθαι ῥᾳδίως. τὸ δὲ καὶ ταῖς ῥίζαις
17. αὐτῶν ἐπιτηδείους χώρας ἐργάσασθαι, μεγάλαις μὲν μεγάλας,
1. μικρὰς δὲ ταῖς μικραῖς, ἐμοὶ μὲν καὶ τοῦτο θαυμαστῆς τινος
2. ἔργον φαίνεται δικαιοσύνης. οὐδεὶς γοῦν ἄνθρωπος τεχνίτης,
3. οὔτε τῶν τὰ ξύλα πρὸς ἄλληλα γόμφοις συναρμοττόντων,
4. οὔτε τῶν λίθους ἐργαζομένων, οὕτως ἀκριβῶς ἴσας
5. ἐποιήσατο ταῖς ἐξοχαῖς τῶν γεγομφωμένων τὰς ὑποδεχομένας
6. κοιλότητας, ὡς ταῖς ῥίζαις τῶν ὀδόντων ἡ εὐτυχεστάτη τῶν
7. ἀτόμων κίνησις παρεσκεύασεν. ᾔδει γὰρ, οἶμαι, καίτοι νοῦν
8. οὐκ ἔχουσα, τὰς μὲν εὐρυτέρας κοιλότητας χαλαρὰν ἀποδείξειν
9. τῶν ὀστῶν τὴν ἁρμονίαν, τὰς δὲ στενοτέρας οὐκ
10. ἐάσειν ἄχρι πέρατος ἐξικέσθαι τὰς ῥίζας τῶν ὀδόντων. ἀλλὰ
11. καὶ τὸ δῆσαι συνδέσμοις ἰσχυροῖς αὐτοὺς πρὸς τὰ φατνία,
12. καὶ μάλιστα κατὰ τὰς ῥίζας, ἵνα περ καὶ τὰ νεῦρα καταφύεται,
13. πῶς οὐ καὶ τοῦτ’ ἄν τις θαυμάζοι; καὶ πολὺ
14. μᾶλλον εἰ τύχης ἐστὶν, ἀλλὰ μὴ τέχνης ἔργον. ὃ δὲ δὴ
15. πάντων μάλιστ’ ἄν τις θαυμάσειε, καὶ συγχωρήσας ἁπάσαις
16. ταῖς Ἐπικουρείοις ἀτόμοις καὶ τοῖς Ἀσκληπιαδείοις ὄγκοις
17. τὴν ἔμπροσθεν εἰρημένην εὐτυχίαν, τοῦτ’ οὐκ ἂν ἔτι συγχωρήσειε,
18. ἀλλ’ ἐπιστήσειέ τε καί τινος ἐπιστάτου δικαίου
1. μᾶλλον ἢ κινήσεως εὐτυχοῦς ἔργον εἶναι φήσειε τὴν τῶν
2. ὀδόντων ἰσότητα. τὸ γὰρ ἴσους ἀκριβῶς γενέσθαι τοὺς
3. κάτω τοῖς ἄνω, καίτοι γ’ οὐχ οὕτως ὑπαρχουσῶν τῶν γενύων
4. ἑκατέρων, ἄκρας ἐστὶ δικαιοσύνης ἐπίδειγμα. τὸ δὲ
5. καὶ τοὺς δεξιοὺς τοῖς ἀριστεροῖς ἴσους, τὸ δὲ καὶ τὰ φατνία
6. τοῖς φατνίοις, τὸ δὲ καὶ τὰς ῥίζας ταῖς ῥίζαις, καὶ
7. τὰ νεῦρα δὲ τοῖς νεύροις, καὶ τοὺς συνδέσμους τοῖς συνδέσμοις,
8. καὶ τὰς ἀρτηρίας ταῖς ἀρτηρίαις, καὶ τὰς φλέβας
9. ταῖς φλεψὶν ἴσας ἀποτελεσθῆναι, πῶς ἂν ἔτι πεισθείην
10. τύχης, οὐ τέχνης, ἔργον εἶναι; τὸ δὲ καὶ τὸ πλῆθος
11. ἴσον ἑκατέρων ἔκ τε τῶν δεξιῶν εἶναι καὶ τῶν ἀριστερῶν
12. ἑκατέρας τῆς γένυος, ἆρ’ οὐ καὶ αὐτὸ δικαιοσύνης τινὸς
13. ἐπίδειγμα; δεδόσθω δ’ ὅμως καὶ ταῦτα ταῖς εὐτυχεστάταις
14. ἀτόμοις, ἃς ἀλόγως μὲν ἐκεῖνοι κινεῖσθαί φασι, κινδυνεύουσι
15. δὲ μᾶλλον Ἐπικούρου τε καὶ Ἀσκληπιάδου λελογισμένως
16. πάντα διαπράττεσθαι. τά τε γὰρ ἄλλα καὶ τοῦτ’
17. αὐτῶν θαυμαστὸν, μὴ μόνον ἀνθρώποις, ἀλλὰ καὶ
18. τοῖς ἄλλοις ζώοις, ἔσωθεν μὲν τοὺς γομφίους, ἔξωθεν δὲ
1. ποιῆσαι τοὺς τομέας. ἑνὶ μὲν γὰρ γένει ζώων ἐνδεχόμενον
2. ἦν, αὐτὰς εὐτυχῶς κινηθῆναι, τὸ δ’ ἐν ἅπασιν ὁμοίως,
3. ἤδη τοῦτο φρονίμως τε καὶ λελογισμένως ἐστί. τὸ δὲ καὶ
4. τοῖς ἀλκίμοις ζώοις πολλοὺς παρασκευάσαι τοὺς ὀξεῖς τε
5. ἅμα καὶ ἰσχυροὺς ὀδόντας, ἐγὼ μὲν οὐδὲ τοῦτ’ ἔχω συμβαλεῖν,
6. ὅπως ἐστὶν ἀλόγου κινήσεως ἔργον. εἰ γοῦν εἶδές ποτε
7. προβάτου καὶ λέοντος ὀδόντας, ἔγνως, οἶμαι, τὴν ἀνομοιότητα.
8. τὸ δὲ καὶ ταῖς μὲν αἰξὶν ὁμοίους τοῖς προβάτοις,
9. ταῖς δὲ παρδάλεσι καὶ τοῖς κυσὶ κατὰ τοὺς τῶν λεόντων
10. γενέσθαι, πῶς οὐ θαῦμα; τὸ δὲ καὶ τοὺς ὄνυχας αὐτοῖς
11. ὁμοίους εἶναι, τοῖς μὲν ἀλκίμοις ὀξεῖς καὶ ἰσχυροὺς, ὥσπερ
12. ξίφη τινὰ σύμφυτα, μηδενὶ δὲ τῶν δειλῶν τοιούτους γενέσθαι,
13. μεῖζον ἔτι θαῦμα. τὰ μὲν γὰρ παρακείμενα καὶ
14. γειτνιῶντα μόρια δικαίως διαπλάσαι τῇ θαυμαστῇ τῶν
15. ἀτόμων εὐτυχίᾳ τάχ’ ἄν τις ἀναθείη· τὸ δὲ μηδενὶ γενέσθαι
16. ζώῳ ῥωμαλέους μὲν ὄνυχας, ὀδόντας δὲ ἀσθενεῖς,
17. ἀκριβῶς ἐστι μεμνημένου δημιουργοῦ τῆς χρείας ἑκάστου τῶν
1. μορίων. τὸ δὲ τοῖς μὲν εἰς δακτύλους ἐσχισμένα τὰ κῶλα
2. κεκτημένοις ζώοις βραχυτέρους ἐργάσασθαι τοὺς τραχήλους,
3. ὡς προσφέρεσθαί πως δι’ αὐτῶν τὴν τροφὴν δύνασθαι τῷ
4. στόματι, τοῖς δ’ ὁπλὰς ἢ χηλὰς ἔχουσι μακροτέρους, ἵν’
5. ἐπικύπτοντα νέμοιντο, πῶς οὐ καὶ αὐτὸ μεμνημένου τινός
6. ἐστι δημιουργοῦ τῆς χρείας τῶν μορίων; τὸ δὲ τὰς μὲν γεράνους
7. καὶ τοὺς πελαργοὺς, ἐπειδὴ τὰ κῶλα μακρότερα,
8. καὶ διὰ τοῦτο καὶ ῥάμφος λέγεται μέγα, καὶ τράχηλον ἔχειν
9. μακρότερον, ἰχθύσι δὲ μηδ’ ὅλως ἔχειν τράχηλον, μηδὲ
10. κῶλα, πῶς οὐ θαῦμα; τί γὰρ δὴ καὶ ἔδει τοῖς ἰχθύσι
11. τραχήλου καὶ ποδῶν, μήτε βαδίζειν δεομένοις, μήτε φωνεῖν;
12. τὸ δὲ τοσούτου γένους ἰχθύων ὄντος, μηδὲ καθ’ ἓν
13. αὐτῶν ἐπιλαθομένας τὰς ἀτόμους ἐργάσασθαί τινι πόδας,
14. ἢ τράχηλον, ἀκριβῶς μνήμης ἔργον. ἐπὶ μὲν γὰρ ἀνθρώπου
15. μόνου, ἢ ἑνός τινος γένους ζώων, ἡ τῶν ἀτόμων εὐτυχὴς
16. κίνησις ἴσως ἂν πιστευθείη, τὸ δ’ ἐν ἅπασιν ὁμοίως
17. εὐτυχεῖν αὐτὰς ἄπιστον, εἰ μὴ καὶ νοῦν ἔχοιεν.

Cliquer un n° de page pour en afficher l’image