1. Ἀλλὰ περὶ μὲν τῶν ἄλλων ζώων εἴη ποτε
2. καὶ αὖθις ἡμῖν διελθεῖν. ὁ δ’ ἄνθρωπος, ἐπὶ τοῦτον γὰρ
3. ἰέναι χρὴ πάλιν, ἕνα καθ’ ἑκάτερον μέρος ἔφυσε κυνόδοντα,
4. καίτοι τῶν λεόντων, καὶ λύκων, καὶ κυνῶν πολλοὺς ἑκατέρωθεν
5. ἐχόντων. ἀλλὰ γὰρ ἐνταῦθα πάλιν ἠπίστατο σαφῶς
6. ἡ φύσις ἥμερον καὶ πολιτικὸν ζῶον διαπλάττουσα, τὴν ἀλκὴν
7. οὐκ ἐκ τῆς τοῦ σώματος ῥώμης, ἀλλ’ ἐκ τῆς σοφίας
8. ἕξον. ὡς δ’ οὖν ἀναγκαῖον ἦν εἰς τὸ θλάσαι
9. τι τῶν σκληροτέρων αὐτάρκως, αὐτὸ τοῦτο παρὰ τοῖν
10. δυοῖν ἔμελλε γενήσεσθαι, ὥστ’ εὐλόγως διπλασίους τὸν
11. ἀριθμὸν ἐποίησε τοὺς τομέας, ὅτι καὶ ἡ χρεία πλείων αὐτῶν,
12. καὶ τούτων ἔτι πλείους τοὺς γομφίους, ὅτι πλείστη
13. τούτων. οὐχ ὥρισται δ’ ἀριθμὸς τῶν τοιούτων ὀδόντων,
14. ἀλλὰ τοῖς μὲν ἐπιμηκεστέρας ἔχουσι τὰς γένυας ἑκατέρωθεν
15. πέντε γεγόνασι, τοῖς δὲ μικροτέρας τέτταρες, τοῖς
16. πλείστοις μὲν πέντε, καὶ οὐδεπώποτε τέτταρες μὲν ἐκ τῶν
17. ἀριστερῶν, πέντε δ’ ἐκ τῶν δεξιῶν; ἢ ἔμπαλιν ἐκ μὲν τῶν
18. ἀριστερῶν πέντε, τέτταρες δ’ ἐκ τῶν δεξιῶν, ἢ κάτωθεν
1. μὲν τέτταρες, ἄνωθεν δὲ πέντε· καίτοι γε ἐχρῆν, κᾂν
2. ἅπαξ ποτὲ, τὰς ἀτόμους ἐπιλαθέσθαι τῆς κατὰ τὸν ἀριθμὸν
3. ἰσότητος. ἀλλ’ ἐγὼ, καίτοι μυρία χαριζόμενος αὐταῖς,
4. ἀλλὰ τὰ τῆς μνήμης ἔργα πῶς ἂν δυναίμην χαρίζεσθαι;
5. φρένας γὰρ αὐταῖς καὶ νοῦν οὐδ’ οἱ πατέρες αὐτῶν
6. τολμῶσι χαρίζεσθαι. πῶς δ’ ἐν τοιούτῳ πράγματι μνήμη
7. τις ἰσότητος ἢ ἀναλογίας ἐδείκνυτο; πῶς δ’ ἂν ἄνθρωπος
8. μικρὸν εἶχε τὸ στόμα, λέοντες δὲ καὶ λύκοι καὶ πάνθ’
9. ἁπλῶς τὰ καρχαρόδοντα προσαγορευόμενα μέχρι πλείστου
10. διεσχισμένον, εἰ μὴ κᾀνταῦθα τῆς χρείας τῶν μορίων ὁ δημιουργὸς
11. ἡμῶν ἐμέμνητο; κατὰ γὰρ τοὺς ὄνυχάς τε καὶ τῶν
12. ὀδόντων τὴν ῥώμην εὔλογον ἦν εἶναι καὶ τὸ τοῦ στόματος
13. μέγεθος. τί γὰρ ὄφελος ἐκείνων σὺν μικρῷ στόματι; τί
14. δ’ ἀνθρώπῳ πλέον, εἰ πολλοὺς μὲν ἔσχε τοὺς γομφίους,
15. ἀνεῤῥωγὸς δ’ ἄχρι πλείστου τὸ στόμα; τὰ γὰρ περὶ τῶν
16. μασητήρων μυῶν οὐ πρὸ πολλοῦ λελεγμένα διδάσκειν
17. ἱκανὰ, πηλίκον εἰς ἀκρίβειαν λειώσεως τὸ πρὸς τῇ τοῦ
1. στόματος σχίσει μέρος αὐτὸ συντελεῖ. τοῦτ’ οὖν εἰ μὲν
2. ἐπὶ πλέον ἔῤῥηκτο τοῖς ἀνθρώποις, ὥσπερ καὶ τοῖς λύκοις,
3. οὔτ’ ἂν ἐλείουν ἀκριβῶς τὰ σιτία, πλέον τ’ ἂν οὐδὲν ἦν
4. αὐτοῖς εἰς ἀλκὴν ἐκ τοῦ μεγέθους, οὐκ ἔχουσί γε τοὺς ὀξεῖς
5. ὀδόντας πολλούς· εἰ δ’ αὖ πάλιν ἐκείνοις τοῖς ζώοις εἰς
6. ὀλίγιστον συνῆκτο, καθάπερ καὶ τοῖς ἀνθρώποις, ἀπώλετ’
7. ἂν αὐτοῖς ἡ τῶν ὀξέων ἐνέργεια. καθόλου τοίνυν ἐπὶ πάντων
8. τῶν ζώων ἐξετάζων εὑρήσεις, οἷς μὲν ἐν τῷ δάκνειν
9. ἡ ἀλκὴ, τούτοις καὶ τὸ στόμα μέγιστον καὶ μεστὸν τῶν
10. τοιούτων ὀδόντων· οἷς δ’ ἐν τῷ μασᾶσθαι τὰ σιτία καὶ
11. ἀκριβῶς λειοῦν ἡ χρεία τῶν ὀδόντων, εἰς ὀλίγον μὲν αὐτοῖς
12. συνῆκται τὸ στόμα, πολλοὺς δ’ ἐντὸς αὑτοῦ γομφίους ἔχει,
13. καὶ τοὺς ὀξεῖς ἢ οὐδ’ ὅλον, ἢ καθ’ ἑκάτερον μέρος τῆς
14. γένυος ἕνα. ὃν δὴ τρόπον ἀνάλογον ἀλλήλοις κατεσκεύασαι
15. ταῦτα τὰ μόρια, τὸν αὐτὸν ἀκριβῶς καὶ οἱ ὄνυχες·
16. ἐπὶ μὲν τῶν ἡμέρων ἢ δειλῶν ζώων πλατεῖς καὶ μαλακοὶ
17. καὶ ἀμβλεῖς, ἐπὶ δὲ τῶν ἀγρίων ἢ ἀλκίμων ὀξεῖς καὶ
1. μεγάλοι καὶ ἰσχυροὶ καὶ περιφερεῖς. ἔδει γὰρ καὶ τοῦτ’,
2. οἶμαι, μὴ παροφθῆναι ταῖς ἀτόμοις, ἀλλὰ καὶ τέμνειν
3. καὶ κατέχειν ἐπιτηδείους ἀπεργάσασθαι τοῖς ἀλκίμοις ζώοις
4. τοὺς ὄνυχας.
⟨
(De usu part.) [n° 017 Fichtner] [GalLat]
De usu partium
Περὶ χρείας τῶν ἐν ἀνθρώπου σώματι μορίων
Utilité des parties du corps
The Function of the Parts of the Body (UP)
Helmreich, 1907; Helmreich, 1909.
De usu partium corporis humani, 1822, vol. 3-4, p. 1-939;1-366. urn:cts:greekLit:tlg0057.tlg017.verbatim-lat1
Nöldeke, 1805 (deu); Daremberg, 1854/1856 (fra); Tallmadge-May, 1968 (eng); Garofalo, Vegetti, 1978 (ita); López Salvá, 2010 (spa).
De usu partium corporis humani, 11.9, ed. Kühn, 1822, vol. 3, p. 877-880. urn:cts:greekLit:tlg0057.tlg017.1st1K-grc1:11.9
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩