ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΧΡΕΙΑΣ ΤΩΝ ΕΝ
ΑΝΘΡΩΠΟΥ ΣΩΜΑΤΙ ΜΟΡΙΩΝ
ΛΟΓΟΣ Μ.
1. Ἐπεὶ δὲ περὶ τῶν ἰδίων μορίων τῆς κεφαλῆς
2. ἁπάντων εἴρηται, δέον ἂν εἴη καὶ περὶ τῶν κοινῶν
3. αὐτῇ πρὸς τὸν τράχηλον ἐφεξῆς εἰπεῖν. ἔστι δὲ κοινὰ μόρια
4. τραχήλου καὶ κεφαλῆς, δι’ ὧν ἐπινεύομέν τε καὶ ἀνανεύομεν,
5. καὶ περιάγομεν αὐτὴν εἰς τὰ πλάγια. τῶν γὰρ
6. τοιούτων οὐδὲν οὔτε διαρθρώσεως οἷόν τε γενέσθαι χωρὶς,
7. οὔτε συνδέσμων, οὔτε μυῶν. ἀλλ’ ἥ τε διάρθρωσις ὀστῶν
8. ἐστι σύνθεσις, ἕνεκα τῆς καθ’ ὁρμὴν κινήσεως γεγενημένη,
1. καὶ δῆλον, ὡς πάντως οὐκ ἐλάττω χρὴ δυοῖν εἶναι τὰ συνταττόμενα,
2. τῶν τε συνδέσμων ἕκαστος, ὡσαύτως δὲ καὶ
3. τῶν μυῶν ἐκ θατέρου τῶν ὀστῶν ἐκφυόμενος εἰς θάτερον
4. καταφύεται. κᾀν τῷδε δῆλον, ὡς καὶ διάρθρωσις ἅπασα
5. καὶ σύνδεσμος καὶ μῦς ἐν τῇ πρὸς ἄλληλα τῶν ἄρθρων
6. τέτακται συνθέσει, καὶ προσηκόντως ἐλέχθη τῶν κοινῶν
7. εἶναι μορίων.