Galenus. De usu partium (De usu part.) [n° 017 Fichtner] [GalLat]

Περὶ χρείας τῶν ἐν ἀνθρώπου σώματι μορίων
Utilité des parties du corps
The Function of the Parts of the Body (UP)
Helmreich, 1907; Helmreich, 1909.
De usu partium corporis humani, 1822, vol. 3-4, p. 1-939;1-366. urn:cts:greekLit:tlg0057.tlg017.verbatim-lat1
Nöldeke, 1805 (deu); Daremberg, 1854/1856 (fra); Tallmadge-May, 1968 (eng); Garofalo, Vegetti, 1978 (ita); López Salvá, 2010 (spa).

De usu partium corporis humani, 12.10, ed. Kühn, 1822, vol. 4, p. 40-45. urn:cts:greekLit:tlg0057.tlg017.1st1K-grc1:12.10

17. Ὅθεν οὐδ’ ἀξιώσειν οἶμαί τινα τῶν
18. μεμνημένων, ὅσα κατὰ τὸν τράχηλον ἦν ἀναγκαῖα τεθῆναι 
1. μόρια, μείζους χρῆναι γεγονέναι τοὺς πρώτους σπονδύλους,
2. ἢ νῦν εἰσιν. αὐτοὶ γὰρ ἂν μόνοι κατειλήφεισαν ἅπαν τὸ
3. ταύτῃ χωρίον, ὥστε οὔτε τῷ στομάχῳ τινὰ θέσιν, οὔτε
4. τοῖς κατὰ τὸν λάρυγγα καὶ τὴν τραχεῖαν ἀρτηρίαν ἀπολείπεσθαι.
5. καίτοι πάμπολλά γ’ ἐστὶ, καὶ πρόσθεν αὐτὰ σύμπαντα
6. κατέλεξα, θέσιν ἕκαστον ἀναγκαιοτάτην ἔχον, ἀπαλλαχθῆναι
7. μὴ δυναμένην. οὐ μόνον δὲ διὰ τοῦτ’ ἀδύνατον
8. ἐργάσασθαι τοὺς πρώτους σπονδύλους μείζονας, ἀλλὰ καὶ
9. δι’ ἄλλα μεγάλα καὶ πολλά. καί σοι καθέκαστον αὐτῶν ἤδη
10. δίειμι. δειχθέντων γὰρ ἐκείνων ἁπάντων, καὶ ὅλης τῆς
11. κατὰ τὴν ῥάχιν ἐπιγνωσθείσης φύσεως τε καὶ χρείας, ὃ μόνον
12. ἔθ’ ὑπόλοιπόν ἐστιν ἐξηγήσεως δεόμενον, ἐναργέστατον
13. φανεῖται καὶ αὐτὸ θαυμαστῶς ὑπὸ τῆς φύσεως κατεσκευασμένον.
14. ἔστι δὲ τοῦτο, τὸ τοὺς ῥαχίτας μῦς λοξὰς ἔχειν τὰς
15. ἶνας, καίτοι γ’ εὐθὺς εὐθεῖς κατὰ τὸ μῆκος ἐκτεταμένους
16. τῆς ῥάχεως, ὀλιγάκις τὸ τοιοῦτο τῆς φύσεως ἐργαζομένης
17. ἕνεκά τινος ἐξαιρέτου χρείας. ὡς τὸ πολὺ γὰρ ἑκάστῳ τῶν
18. μυῶν ἶνές εἰσι μήκισται, καὶ κατ’ ἐκείνους ἡ τῶν ἰνῶν
1. ἐκτέταται θέσις. ἀρκτέον οὖν πάλιν ἐντεῦθεν τοῦ λόγου.
2. τὴν ῥάχιν ἡ φύσις τοῖς ζώοις οἷον τρόπιν τινὰ τοῦ πρὸς τὸ
3. ζῇν ἀναγκαίαν σώματος ἐργασαμένη, (διὰ ταύτης γὰρ ἡμεῖς
4. μὲν ὀρθοὶ βαδίζειν δυνάμεθα, τῶν δ’ ἄλλων ζώων ἕκαστον,
5. ἐν ᾧπερ ἦν ἄμεινον αὐτοῖς σχήματι, καθάπερ καὶ διὰ τοῦ
6. τρίτου δέδεικται γράμματος,) οὐκ εἰς τοῦτο μόνον ἐβουλήθη
7. χρήσιμον ἔχειν, ἀλλ’ ὥσπερ ἔθος αὐτῇ φιλοτεχνεῖν δὴ καὶ
8. συγχρῆσθαι κατασκευῇ μιᾷ μορίου πρὸς ἄλλας ἅμα χρείας,
9. οὕτω κᾀνταῦθα πρῶτον μὲν ἐξέγλυψεν ἔσωθεν ἅπαντας τοὺς
10. σπονδύλους, ἐπιτήδειόν τινα ταύτην ὁδὸν τῇ μελλούσῃ κατέρχεσθαι
11. δι’ αὐτῆς ἐγκεφάλου μοίρᾳ παρασκευάζουσα, δεύτερον
12. δ’ οὐχ ἓν ἅπασιν ἁπλοῦν ὀστοῦν ἀσύνθετον εἰργάσατο.
13. καίτοι γ’ εἰς ἕδραν ἀσφαλῆ τοῦτ’ ἦν ἄμεινον, οὔτ’
14. ἐξαρθρῆσαί ποτ’ ἢ παραρθρῆσαι δυνησομένης αὐτῆς, οὔτ’
15. ἄλλο τι τοιοῦτον ὑπομεῖναι πάθημα χωρὶς τοῦ ποικίλως
16. οὕτω διηρθρῶσθαι. καὶ εἴ γε πρὸς δυσπάθειαν μόνον ἀπέβλεψε,
17. καὶ μὴ πρότερός τις ἦν αὐτῇ τιμιώτερος ἕτερος σκοπὸς
1. ἐφ’ ἑκάστου τῶν κατασκευαζομένων ὀργάνων, οὐκ ἂν
2. ἄλλως ἢ ἁπλῆν αὐτὴν ἐδημιουργήσατο, ἢ παντάπασιν
3. ἀσύνθετον. οὐδὲ γὰρ, εἰ λίθινόν τις ἢ ξύλινον ἐργάσοιτο
4. ζῶον, ἄλλως ἂν ἢ οὕτω δημιουργήσειεν· ἄμεινον γὰρ ἓν
5. εἶναι δι’ ὅλης τῆς ῥάχεως διατεταμένον στήριγμα τοῦ πάμπολλα
6. σμικρὰ καὶ κατ’ ἄρθρα διῃρημένα. καὶ γὰρ οὖν
7. καὶ τὰ κῶλα πολὺ βέλτιον, οἶμαι, τοιαῦτ’ εἶναι τοῖς ἐκ
8. λίθου τινὸς ἢ ξύλου κατεσκευασμένοις ζώοις. καὶ ὅλον γε
9. τὸ σῶμα τῶν τοιούτων ἀγαλμάτων ἐξ ἑνὸς ὑπάρχον λίθου
10. πολὺ δυσπαθέστερόν ἐστιν, ἢ εἰ ἐκ πολλῶν συγκέοιτο. τῷ
11. μέντοι χρήσεσθαι μέλλοντι ζώῳ τοῖς ἑαυτοῦ μέλεσι καὶ βαδίσεσθαι
12. μὲν τοῖς ποσὶν, ἀντιλήψεσθαι δὲ ταῖς χερσὶν,
13. ἐπινεύειν δὲ καὶ ἀνανεύειν κατὰ τὸν νῶτον, οὐκ ἦν ἄμεινον
14. οὔτ’ ἐν ποσὶν ἢ χερσὶν ἓν ἔχειν ὀστοῦν, οὔτε καθ’
15. ὅλην τὴν ῥάχιν, ἀλλ’ ἐν τούτῳ δὴ τὸ πολλὰς καὶ ποικίλας
16. κινήσεις κινούμενον ζῶον ἄμεινον κατεσκευάσθαι οὕτως,
17. ἢ τοῦ δυσκινητότερον. καθ’ ὅ τι γὰρ ἂν αὐτὸ
18. μόριον, ὃ ἡ κίνησις ἀπολείπῃ, κατὰ τοῦτο πάντως οὐδὲν
1. ἀποδεῖν δόξει λιθίνου, καὶ οὕτως οὐδὲ τὸ ζῶον ἔθ’ ὑπάρχει.
2. ὥστ’, ἐπειδὴ κατὰ μὲν τὴν οὐσίαν τοῦ ζώου τὸ κινεῖσθαι
3. μάλιστά ἐστι, τοῦτο δ’ οὐχ οἷόν τε χωρὶς ἄρθρων
4. γενέσθαι, διὰ τοῦτ’ ἄμεινον ἦν ἐκ πολλῶν αὐτὸ συντεθῆναι
5. μορίων. ἀλλ’ ἐνταῦθα σκόπει τοῦ πλήθους ἤδη τὸν
6. ὅρον. οὐ γὰρ, εἰ πολλῶν δεῖται τὸ σκέλος μορίων, εὐθὺς
7. ἤδη καὶ χιλίων. ἀλλ’ ἔστι τις δεύτερος τῇ φύσει σκοπὸς,
8. ἐφ’ ἑκάστου μορίου τὸν οἰκεῖον ἀριθμὸν ἐνδεικνύμενος. ἔστι
9. δ’ οὗτος ἡ δυσπάθεια τοῦ σύμπαντος ὀργάνου. σὺ μὲν οὖν
10. ἴσως ἑκάτερον τῶν σκοπῶν ἐν μέρει θεωρῶν, ὅταν μὲν ἐπὶ
11. τὸ χρῆναι πάντα τοῦ ζώου κινεῖσθαι τὰ μόρια πολυειδῶς
12. ἀποβλέψῃς τῷ λογισμῷ, μέμφῃ τῇ φύσει, τηλικοῦτον μὲν
13. ὀστοῦν τοῦ μηροῦ ποιησαμένῃ, τηλικοῦτον δὲ τοῦ βραχίονος·
14. ὅταν δ’ αὖ πάλιν ἐπὶ τὴν ἀσφάλειαν μόνον ἀπίδῃς, ἓν
15. εἶναι χρῆναι νομίζεις ὀστοῦν τῆς ῥάχεως, οὐχ, ὡς νῦν ἐστι,
16. πλείονα ἢ εἴκοσιν. ἡ φύσις δ’ οὐ κατὰ μέρος, ἀλλὰ διὰ
17. παντὸς ἄμφω σκοπεῖ, προτέραν μὲν ἀξιώματι τὴν ἐνέργειαν,
18. δευτέραν δ’ ἐπ’ αὐτῇ τὴν ἀσφάλειαν, εἰς δὲ τὸ τῆς ὑγιείας
1. διαρκὲς ἡγουμένην μὲν τὴν ἀσφάλειαν, ἑπομένην δὲ τὴν
2. ἐνέργειαν. εἰ δὴ καὶ σὺ βουληθείης οὕτω σκοπεῖσθαι, δοκῶ
3. μοι δείξειν καὶ νῦν ἐπὶ τῶν τῆς ῥάχεως σπονδύλων, ὡς ἐπί
4. τε χειρῶν ἔδειξα πρότερον καὶ σκελῶν, ἀκριβεστέραν καὶ δικαιοτέραν
5. μίξιν ἐνεργείας τε ἅμα καὶ δυσπαθείας μηδ’ ἐπινοηθῆναι
6. δυναμένην.

Cliquer un n° de page pour en afficher l’image