Galenus. De usu partium (De usu part.) [n° 017 Fichtner] [GalLat]

Περὶ χρείας τῶν ἐν ἀνθρώπου σώματι μορίων
Utilité des parties du corps
The Function of the Parts of the Body (UP)
Helmreich, 1907; Helmreich, 1909.
De usu partium corporis humani, 1822, vol. 3-4, p. 1-939;1-366. urn:cts:greekLit:tlg0057.tlg017.verbatim-lat1
Nöldeke, 1805 (deu); Daremberg, 1854/1856 (fra); Tallmadge-May, 1968 (eng); Garofalo, Vegetti, 1978 (ita); López Salvá, 2010 (spa).

De usu partium corporis humani, 12.11, ed. Kühn, 1822, vol. 4, p. 45-49. urn:cts:greekLit:tlg0057.tlg017.1st1K-grc1:12.11

7. Ὅτι μὲν οὖν, ἓν ὀστοῦν εἴπερ ἐγένετο τὸ
8. τῆς ὅλης ῥάχεως, ἀκίνητον ἂν ἦν κατὰ ταῦτα τὰ μέρη τὸ
9. ζῶον, ὥσπερ ὀβελίσκῳ τινὶ διαπεπαρμένον ἢ σατύρῳ προσηλωμένον,
10. οὐδὲν δεῖ μακροτέρου λόγου. τοῦτο μὲν γὰρ οὐδ’
11. ἡμᾶς, οἶμαι, καταστάντας ἐν τῇ χώρᾳ τοῦ Προμηθέως
12. ἔλαθεν. ἀλλ’ ὃ μήτ’ ἂν ἐγὼ, μήτε σὺ, μήτ’ ἄλλος τις ἄνθρωπος
13. ἔτι συνεῖδεν, οὐ μὴν αὐτόν γε τὸν Προμηθέα παρῆλθε,
14. τοῦτ’ ἤδη σοι φράσω, τὸ μὴ δύο τινὰς, ἢ τρεῖς,
15. ἢ τέτταρας, ἢ ὅλως ὀλίγους ἐργάσασθαι τῆς ῥάχεως τοὺς
16. σπονδύλους, ἀλλ’ οὕτω πολλούς γε ἅμα καὶ πολυειδῶς
17. ὁμιλοῦντας ἀλλήλοις, ὡς ἔχει νῦν. ἐγὼ γὰρ ἐπιδείξω τὸν
18. ἀριθμὸν αὐτῶν ἅπαντα τὸ ἄριστον ἔχοντα μέτρον, ἁπάσας 
1. τε τὰς ἀποφύσεις, καὶ τὰς συνθέσεις τῶν ἄρθρων, καὶ
2. τὰς συμφύσεις, καὶ τοὺς συνδέσμους, καὶ τὰ τρήματα
3. θαυμαστῶς ἅπαντα πρός τε τὴν ἐνέργειαν ἅμα
4. καὶ τὴν δυσπάθειαν παρεσκευασμένα, καὶ εἴπερ τι μεταθείης
5. αὐτῶν κᾂν μικρὸν, ἢ ὅλως ἀπολωλὸς ἐπινοήσαις,
6. ἢ προσκείμενον ἔξωθεν, ἤτοι πηρουμένην τινὰ τῶν ἐνεργειῶν
7. εὐθέως, ἢ ἀσθενὲς ἀποδεικνύμενον τὸ μόριον.
8. ἀρκτέον δή μοι τῆς ἐξηγήσεως ἀπὸ τοῦ κυριωτάτου τῶν
9. κατὰ τὴν ῥάχιν ἁπάντων μορίων, ὅπερ ὀνομάζουσι νωτιαῖον
10. μυελόν. οὔτε γὰρ, ὡς οὐκ ἐχρῆν γενέσθαι τοῦτον, ἔχοι τις
11. ἂν εἰπεῖν, οὔθ’ ὡς ἑτέραν θέσιν ἦν ἄμεινον αὐτὸν ἔχειν
12. τῆς κατὰ ῥάχιν, οὔθ’ ὡς ταύτην μὲν, ἀλλὰ τῆς νῦν οὔσης
13. ἀσφαλεστέραν. εἰ μὲν γὰρ μηδ’ ὅλως ἐγένετο, δυοῖν θάτερον
14. ἕποιτο ἂν, ἢ ἀκίνητα τὰ κάτω τῆς κεφαλῆς ἅπαντα
15. μόρια τούτῳ τελέως ὑπῆρχεν, ἢ ἐξ ἐγκεφάλου πάντως ἐχρῆν
16. εἰς ἕκαστον αὐτῶν ἰδίᾳ κατάγεσθαι νεῦρον. ἀλλ’ εἴτ’ ἀκίνητά
17. γε τελέως ἐγένετο, τοῦτ’ ἂν ἐκεῖνο τὸ μικρῷ πρόσθεν
1. εἰρημένον, οὐ ζῶον ἔτι τὸ ζῶον, ἀλλ’ οἷον λίθινον ἢ πήλινον
2. ἦν τὸ δημιούργημα· τὸ δ’ ἐξ ἐγκεφάλου κατάγειν
3. εἰς ἕκαστον τῶν μορίων νεῦρον μικρὸν ἐσχάτως ἦν ἂν
4. ἀμελοῦντος δημιουργοῦ τῆς ἀσφαλείας αὐτῶν. μὴ γὰρ ὅτι
5. νεῦρον λεπτὸν, ἀποῤῥαγῆναί τε καὶ θλασθῆναι δυνάμενον,
6. ἐκ πολλοῦ κατάγειν οὐκ ἦν ἀσφαλὲς, ἀλλ’ οὐδ’ ἄλλο τι τῶν
7. ἰσχυρῶν ὀργάνων οὐδὲν, οὔτ’ οὖν σύνδεσμον, οὔτ’ ἀρτηρίαν,
8. οὔτε φλέβα. καὶ γὰρ οὖν καὶ ταῦτα τὸν αὐτὸν τρόπον τῷ
9. νωτιαίῳ τῆς ἰδίας ἀρχῆς ἕκαστον ἐκφυόμενον μέγα καθάπερ
10. τι πρέμνον ἔκτισε τῷ προϊέναι καὶ πλησίον ἑκάστου
11. γίνεσθαι τῶν μελῶν ἀποβλαστήματα ποιεῖται, χορηγοῦντα
12. τοῖς μορίοις ἅπασιν, ὃ παρὰ τῆς ἀρχῆς ἐπιφέρεται. ὥστ’
13. ἄμεινον ἦν καὶ τὸν νωτιαῖον, οἷον ποταμόν τινα ἐκ πηγῆς
14. ἐκρέοντα τοῦ ἐγκεφάλου, καθ’ ἕκαστον τῶν χωρίων, ἃ
15. παρερχόμενος τυγχάνει, νεῦρον ἀεὶ ἐπιπέμπειν, οἷον ὀχετὸν
16. αἰσθήσεώς τε ἅμα καὶ κινήσεως· ὅπερ οὖν καὶ φαίνεται
17. γινόμενον. ἀεὶ γὰρ ἑκάστῳ τῶν πλησιαζόντων μορίων ἐκ
1. τοῦ παρακειμένου μέρους τῷ νωτιαίῳ τὸ νεῦρον ἀποφυόμενον
2. ἐμβάλλει. περὶ μὲν οὖν τούτου καὶ πρόσθεν εἴρηται,
3. καὶ οὐκ οἶδ’, εἴ τις οὕτως ἀναίσθητός ἐστιν, ὃς οὐκ ἀσφαλέστερον
4. ἡγεῖται μακρῷ διὰ τοῦ νωτιαίου μέσου τοῖς κάτω
5. πᾶσιν ἐπιπέμπεσθαι τὴν ἐκ τῆς λογιστικῆς ἀρχῆς κίνησιν,
6. οὐκ ἄντικρυς εἰς ἕκαστον ἐξ ἐγκεφάλου διά τινος νεύρου
7. λεπτοῦ. τὸ δ’ ἑξῆς αὐτὸ σκοπεῖσθαι καιρός. ἐπειδὴ γὰρ
8. οἷον δεύτερός τις ἐγκέφαλος ἅπασι τοῖς κάτω τῆς κεφαλῆς
9. ὁ νωτιαῖος ἐγεγόνει μυελὸς, καὶ τοῦτον ἐχρῆν ὁμοίως ἐγκεφάλῳ
10. σκληρῷ καὶ δυσπαθεῖ φρουρεῖσθαι περιβόλῳ, καὶ
11. τινα τοῦτον γενέσθαι τὸν περίβολον, καί που κείμενον,
12. ἆρ’ οὐκ ἄμεινον τὴν οἷον τρόπιν ὑποβεβλημένην τοῦ ζώου
13. τῷ σώματι, πάντως δήπου ὀστεΐνην ὑπάρχουσαν, ἐγγλύψαι
14. τε καὶ κοίλην ἐργάσασθαι ταύτην, ὥσθ’ ὁδὸν ἅμα καὶ
15. φρουρὰν ἀσφαλῆ γενέσθαι τῷ νωτιαίῳ; καί σοι τέτταρες
16. ἤδη χρεῖαι τῆς ῥάχεως αἵδε· πρώτη μὲν οἷον ἕδρας τινὸς
17. καὶ θεμελίου τῶν ἀναγκαίων εἰς τὴν ζωὴν ὀργάνων, δευτέρα
1. δὲ οἷον ὁδοῦ τινος τῷ νωτιαίῳ, καὶ τρίτη φρουρᾶς ἀσφαλοῦς,
2. καὶ τετάρτη κινήσεως ὀργάνου τῆς κατὰ τὰ νῶτα
3. τοῖς ζώοις γινομένης, πέμπτη δ’ ἐξ ἐπιμέτρου τούτοις
4. προσέρχεται καὶ ἡ τῶν ἔξωθεν ἐπικειμένων αὐτῇ σπλάγχνων
5. φυλακή. ἀλλὰ τοῦτο μὲν ἐξ ἀνάγκης ἀκολουθήσειν ἔμελλεν·
6. οἱ σκοποὶ δὲ, πρὸς οὓς ἀποβλέπουσα τὴν κατασκευὴν αὐτῆς
7. ὅλην ἡ φύσις ἐποιήσατο, τέτταρες ὑπάρχουσιν οἱ προειρημένοι,
8. καὶ δὴ καὶ καθ’ ἑκάστην ἴδιον αὐτῇ τι δέδοται. διότι
9. μὲν γὰρ οἷον τρόπις ἐστὶ καὶ ἕδρα τοῦ παντὸς ζώου, διὰ
10. τοῦτο ἐξ ὀστῶν ἐγένετο, καὶ τούτων σκληρῶν· διότι δ’ ὁδὸς
11. τοῦ νωτιαίου, διὰ τοῦτ’ ἔνδοθεν κοίλη· διὸ δὲ καὶ οἷον τεῖχος
12. αὐτῇ, διὰ τοῦτ’ ὠχύρωται προβλήμασιν ἐν κύκλῳ πολλοῖς,
13. ἃ μικρὸν ὕστερον ἐρῶ· διότι δὲ κινήσεως ὄργανον (ἐπὶ
14. τοῦτο γὰρ ἐπείγομαι πρότερον ἀφικέσθαι τῷ λόγῳ), διὰ τοῦτ’
15. ἐκ πλειόνων ὀστῶν κατ’ ἄρθρα συμβαλλόντων ἐγένετο.

Cliquer un n° de page pour en afficher l’image