Galenus. De usu partium (De usu part.) [n° 017 Fichtner] [GalLat]

Περὶ χρείας τῶν ἐν ἀνθρώπου σώματι μορίων
Utilité des parties du corps
The Function of the Parts of the Body (UP)
Helmreich, 1907; Helmreich, 1909.
De usu partium corporis humani, 1822, vol. 3-4, p. 1-939;1-366. urn:cts:greekLit:tlg0057.tlg017.verbatim-lat1
Nöldeke, 1805 (deu); Daremberg, 1854/1856 (fra); Tallmadge-May, 1968 (eng); Garofalo, Vegetti, 1978 (ita); López Salvá, 2010 (spa).

De usu partium corporis humani, 12.12, ed. Kühn, 1822, vol. 4, p. 49-54. urn:cts:greekLit:tlg0057.tlg017.1st1K-grc1:12.12

16. Διὰ τί δ’ οὐδ’ ἐκ δυοῖν ἢ τριῶν οὕτω
17. μακρῶν, ὡς ἐν χειρὶ μὲν ὁ βραχίων καὶ ὁ πῆχυς, ἐν σκέλεσι
1. δ’ ἡ κνήμη καὶ ὁ μηρὸς, ἀλλ’ ἐκ τεττάρων μὲν καὶ
2. εἴκοσιν ἐν ἀνθρώπῳ χωρὶς τοῦ κατὰ τὸ πέρας ὑποκειμένου
3. πλατέος ὀστοῦ, κατὰ δὲ τὰ λοιπὰ ζῶα πλειόνων, ἐγὼ καὶ
4. τοῦτο διδάξω, καὶ δείξω κᾀνταῦθα τὴν τέχνην τῆς φύσεως,
5. εἰς τρία κεφάλαια σύμπαντα τὸν λόγον ἀναγαγών·
6. ἓν μὲν, οὗ δὴ καὶ μάλιστα δοκῶ μοι δεῖσθαι πρὸς τὰ παρόντα,
7. τὸ χρῆναι πάντως πολλοὺς καὶ μικροὺς γενέσθαι
8. τῆς ῥάχεως τοὺς σπονδύλους· δεύτερον δὲ, τὸ τέτταρα τὰ
9. μέγιστ’ αὐτῆς ἀπεργασθῆναι μόρια, καὶ τράχηλον, καὶ μετάφρενον,
10. καὶ ὀσφὺν, καὶ τὸ καλούμενον ὑπ’ ἐνίων ἱερὸν
11. ὀστοῦν, ὑπ’ ἐνίων δὲ πλατύ· τρίτον, ὅτι κατὰ μὲν τὸν τράχηλον
12. ἑπτὰ σπονδύλους ἐχρῆν εἶναι, κατὰ δὲ τὸ μετάφρενον
13. δώδεκα, κατὰ δὲ τὴν ὀσφὺν πέντε, τὸ δ’ ἱερὸν ὀστοῦν,
14. ὅτι καὶ τοῦτο ἐκ τεττάρων συντεθῆναι βέλτιον ἦν. τὸ μὲν
15. δὴ πρῶτον κεφάλαιον, οὗ χρῄζω μάλιστα πρὸς τὰ παρόντα,
16. τὸ δεῖν ἐκ πολλῶν πάνυ μικρῶν ὀστῶν συντεθῆναι τὴν
17. ῥάχιν, ἐναργῶς ἀποδέδεικται τήν τε φύσιν ἀναμνησθεῖσιν 
1. ἡμῖν τοῦ νωτιαίου καὶ τὰ συμπίπτοντα περὶ τὸ ζῶον παθήματα,
2. μεθισταμένων τῆς σφετέρας ἕδρας τῶν σπονδύλων.
3. ἥ τε γὰρ φύσις αὐτοῦ παραπλήσιος ἐγκεφάλῳ, καὶ τὰ συμπτώματα
4. τὰ καταλαμβάνοντα τὸ ζῶον ὅμοια τοῖς ἐπ’ ἐγκεφάλῳ
5. πεπονθότι γινομένοις, κίνησίς τε γὰρ καὶ αἴσθησις
6. ἁπάντων βλάπτεται τῶν κάτω τοῦ πεπονθότος σπονδύλου
7. μορίων. ἀλλὰ ταῦτα μὲν οὐδεὶς ἀγνοεῖ. τὸ δ’ ὑφ’ Ἱπποκράτους
8. λεγόμενον, Εἰ μὲν πολλοὶ σπόνδυλοι διακινηθεῖεν ἑξῆς
9. ἀλλήλων, ὑπάρχει δεινὸν, εἰ δέ τις εἷς ἐκπηδήσειε τῆς
10. τῶν ἄλλων ἁρμονίας, ὀλέθριον, οὔτε γινώσκεται πᾶσιν
11. ὁμοίως, καὶ αὐτὸ τοῦτ’ ἔστιν, οὗ μάλιστα δεόμεθα πρὸς τὰ
12. παρόντα. γράφει τοιγαροῦν αὐτὸς Ἱπποκράτης, τὴν αἰτίαν
13. ἐκδιδάσκων ἡμᾶς τοῦ συμπτώματος, ὡς, εἰ μὲν ἅμα πολλοὶ
14. διακινηθεῖεν, ἕκαστος σμικρὸν παραλλάξας, τηνικαῦτα μὲν
15. κυκλώδης, ἀλλ’ οὐ γωνιώδης ἡ διαστροφὴ γίνεται τῷ νωτιαίῳ.
16. εἰ δέ τις, φησὶν ἐξέλθοι τῶν σπονδύλων, ὅ τε νωτιαῖος
17. ἂν ἐξ ὀλίγου χωρίου τὴν περικαμπὴν ἔχων πονοίη,
18. ὅ τ’ ἐκπηδήσας πιέζοι ἂν αὑτὸν, εἰ μὴ καὶ ἀποῤῥήξειεν.
1. εἴπερ οὖν καὶ ταῦθ’ οὕτως ἔχει, καὶ ὁ νωτιαῖος οὐ δύναται
2. μεγάλην καὶ ἀθρόαν κάμπτεσθαι καμπὴν, οὐκ ἐνεδέχετο
3. δὲ διὰ μεγάλων τε ἅμα καὶ χαλαρῶν ἄρθρων ἱκανὴν
4. τὴν μετάστασιν ἐχόντων ἀλύπως κινεῖσθαι τὴν ῥάχιν, ἄμεινον
5. ἦν ἐκ πολλῶν σμικρῶν, ἑκάστου βραχὺ συντελοῦντος,
6. ἀθροίζεσθαι τὸ πᾶν. οὕτω γὰρ οὐ κατὰ γωνίαν ἡ
7. κάμψις, ἀλλὰ κατὰ κύκλου περιφέρειαν ἀποτελουμένη, τὴν
8. ἐκ τοῦ θλίβεσθαι καὶ θλᾶσθαι καὶ ἀποῤῥήγνυσθαι τὸν
9. νωτιαῖον ἐκφεύγει βλάβην. ὅτι μὲν οὖν ἐκ πολλῶν ὀστῶν
10. μικρὰς κινήσεις ἐχόντων ἄμεινον ἦν γεγονέναι τὴν ῥάχιν,
11. ἐναργῶς ἀποδέδεικται, καὶ τούτου μάλιστα χρῄζειν ἐλέγομεν
12. εἰς τὰ προκείμενα. καί μοι τὰ λοιπὰ δύο κεφάλαια κατά
13. γε τὸ παρὸν ἀναβεβλήσθω. σπεύδω γὰρ ἐπὶ τὴν ἐξήγησιν
14. ἤδη τῶν ῥαχιτῶν μυῶν, ἧς ἕνεκεν ἐδεήθην πάντων τούτων
15. τῶν λόγων, ὄντων μὲν καθ’ ἑαυτοὺς χρησίμων, ἀλλὰ κᾀκείνοις
16. τοῖς μυσὶ τὴν ἐξήγησιν τῆς κατασκευῆς παρεχομένων.
17. εἰ γὰρ ἀποδέδεικται, πολλοὺς χρῆναι γενέσθαι τῆς ῥάχεως
18. τοὺς σπονδύλους, εὔλογον δήπουθέν ἐστι καθ’ ἕκαστον
1. αὐτῶν ἰδίαν εἶναι τὴν κίνησιν. ἀλλ’ εἰ δύο μύες
2. ἀπὸ τῆς κεφαλῆς ἄχρι τοῦ πλατέος ὀστοῦ παρατεταμένοι
3. μακρὰς εἶχον κατὰ τὸ μῆκος ἐκτεταμένας τὰς ἶνας, οὐκ ἂν
4. οἷόν τ’ ἦν ἕκαστον τῶν σπονδύλων ἰδίᾳ κινηθῆναι, πάντας
5. γὰρ ἂν αὐτοὺς ὁμοίως ἐπεσπῶντο. νυνὶ δ’ ἐκ τοῦ λοξὰς
6. γενέσθαι καθ’ ἕκαστον τῶν σπονδύλων τὰς ἶνας ἅμα μὲν
7. εἰς τὰ πλάγια περιάγεσθαι δυνατὸν ἦν, ἅμα δ’ ἐπινεύειν
8. τε καὶ ἀνανεύειν ἄλλοτ’ ἄλλο μέρος τῆς ῥάχεως. ἐν μὲν
9. οὖν τῷ κατὰ μέρος αὐτὴν δύνασθαι κινεῖν ἔνεστι καὶ
10. σύμπασαν, ἢ πάσας ἅμα καταστῆσαι μὲν ἐνεργούσας τὰς
11. ἶνας, οὐ μὴν ἐκείνῃ γε τῇ κατασκευῇ τῇ κινούσῃ τὴν
12. ῥάχιν ὅλην ἅμα τὸ κατὰ μέρος ἕπεται. ἐν γὰρ τῷ κατὰ
13. τὸ μῆκος αὐτῆς ἐκταθῆναι τὰς ἶνας τῶν μυῶν ἅμα μὲν
14. ὅλην ἐκινοῦμεν ἑτοίμως, ἰδίᾳ δ’ ἕκαστον τῶν σπονδύλων
15. οὐκέτ’ ἐδυνάμεθα. βελτίων δ’ ἡ ἀμφότερα δυναμένη καλῶς
16. ἐργάσασθαι κατασκευὴ τῆς τὸ ἕτερον μόνον. εἰ δὲ δὴ καὶ δύο
17. ἄλλαι κινήσεις ἐξ ἐπιμέτρου προσέρχοιντο τῇ τοιαύτῃ κατασκευῇ,
18. πῶς οὐχὶ πολλαπλασίῳ τινὶ κρείττων ἂν εἴη τῆς ἑτέρας;
1. ἀλλὰ μὴν προσέρχονται. τὰς γὰρ εἰς τὰ πλάγια ἐπιστροφὰς
2. τῶν σπονδύλων ἑκατέρωσε νυνὶ μὲν ἐκ τοῦ κατὰ μέρος
3. ἐνεργεῖν ἑκάστην τῶν ἰνῶν ἐκτησάμεθα, τότε δ’ ἂν ἐπινεύειν
4. τε καὶ ἀνανεύειν ὑπῆρχεν ἡμῖν μόνον. ὀρθῶς οὖν
5. ἐλέγετο πρόσθεν, ἀπάσης τῆς ῥάχεως κοινοὺς ὑπάρχοντας
6. τούσδε τοὺς μῦς τοῖς ἄνω μέρεσι σφῶν αὐτῶν, ὅσα συνῆπται
7. τῇ κεφαλῇ, τὰ πρὸς τοὺς πρώτους αὐτῆς σπονδύλους ἄρθρα
8. κινεῖν. οὐ γὰρ οἷόν τ’ ἦν ἀθρόως αὐτῶν τὰς ἶνας ἐν τοῖς
9. πρώτοις σπονδύλοις μόνοις εὐθείας ἀπεργάσασθαι, φυλάττειν
10. γε καὶ δεόμενα τὸν αὑτῶν στίχον ἄχρι παντός.
11. ἀλλὰ μὲν δὴ καὶ χεῖρον οὐδὲν ἐκ τῆς τοιαύτης θέσεως
12. ἔμελλεν γενήσεσθαι, τήν τ’ εὐθεῖαν ἐξ αὐτῶν κίνησιν ἴσχειν
13. μελλούσης τῆς κεφαλῆς, καὶ σὺν αὐτῇ δύο ἄλλας πλαγίας
14. αὕτη μὲν καὶ ἡ τῆς τῶν ἰνῶν θέσεως αἰτία κατά γε τοὺς
15. ῥαχίτας μῦς.

Cliquer un n° de page pour en afficher l’image