Galenus. De usu partium (De usu part.) [n° 017 Fichtner] [GalLat]

Περὶ χρείας τῶν ἐν ἀνθρώπου σώματι μορίων
Utilité des parties du corps
The Function of the Parts of the Body (UP)
Helmreich, 1907; Helmreich, 1909.
De usu partium corporis humani, 1822, vol. 3-4, p. 1-939;1-366. urn:cts:greekLit:tlg0057.tlg017.verbatim-lat1
Nöldeke, 1805 (deu); Daremberg, 1854/1856 (fra); Tallmadge-May, 1968 (eng); Garofalo, Vegetti, 1978 (ita); López Salvá, 2010 (spa).

De usu partium corporis humani, 12.14, ed. Kühn, 1822, vol. 4, p. 56-58. urn:cts:greekLit:tlg0057.tlg017.1st1K-grc1:12.14

9. Τοῦ δὲ μήτε τὰς ἄλλας ἀποφύσεις ἔχειν,
10. ἅσπερ οἱ λοιποὶ κέκτηνται, καὶ λεπτοτάτους μὲν αὐτοὺς τὸ
11. σῶμα τῶν ἄλλων ἁπάντων, εὐρυτάτους δὲ τὴν ἐντὸς
12. γενέσθαι κοιλότητα, λεκτέον ἂν ἐφεξῆς εἴη τὴν χρείαν. ὅτι
13. μὲν γὰρ οὐδὲν ἡ φύσις ἐργάζεται μάτην, καὶ ἐμοὶ γέγραπται
14. τὰ πρόσθεν. ἀλλὰ γὰρ οὐκ οἶμαί τινα περί γε τῆς φύσεως
15. ἔτι ἀπορεῖν, οὐ μὴν ἤδη γε τελέως εἶναι φυσικὸν, ἀλλ’ ἔτ’
16. ἀγνοεῖν ἔνια τῶν ἔργων αὐτῆς. ἴτω δὴ συντείνας ἑαυτὸν ὁ
17. τοιοῦτος ἐπὶ τὰ λείποντα. καὶ πρῶτον μὲν μαθέτω περὶ
1. πάσης τῆς κατὰ πάντας τοὺς σπονδύλους κοιλότητος τὸν
2. κοινὸν τῆς κατασκευῆς σκοπόν· ἑξῆς δὲ περὶ τῶν κατὰ τὸν
3. τράχηλον ἐκ τοῦ κοινοῦ τὸ ἴδιον ἐννοησάτω χωρὶς ἡμῶν.
4. οὐ γὰρ ἔτι ἀδύνατον ἀκούσαντα, ὡς τῷ τοῦ νωτιαίου πάχει
5. σκοπῷ χρῆται τῆς ἐν τῇ ῥάχει κοιλότητος ἡ φύσις, αὐτὸν
6. ἐξευρεῖν ὑπὲρ τῆς καθ’ ἕκαστον τῶν σπονδύλων διαφορᾶς
7. ἐπειδὴ γὰρ οὐκ ἄλλου τινὸς ἕνεκεν, ὡς ὁ λόγος ἔμπροσθεν
8. ἐλέγετο, τοὺς σπονδύλους οὕτως ἐξέγλυψεν ἡ φύσις, ἀλλ’ ἢ
9. τῷ νωτιαίῳ τινὰ ταύτην ὁδὸν ἀσφαλῆ παρασκευάζουσα, χρὴ
10. δήπουθεν ἴσην τὸ μέγεθος τὴν ἐντὸς αὐτῶν εὐρύτητα τῷ
11. πάχει τοῦ νωτιαίου. τούτου δ’ αὐτοῦ καθ’ ἕκαστον τῶν
12. σπονδύλων ὄντος ἀνίσου, καὶ μεγίστου κατὰ τοὺς πρώτους,
13. εὐλόγως ἡ τούτων εὐρύτης μεγίστη τῶν ἄλλων ἐγένετο. καὶ
14. μὴν εἴπερ εὐρεῖς μὲν αὐτοὺς διὰ τὸ πάχος τὸ ταύτῃ τοῦ
15. νωτιαίου, κούφους δὲ, διότι πάντων ὑπέρκεινται, δίκαιον
16. ἦν ἀποτελεσθῆναι, δῆλον ὡς εὐθέως καὶ λεπτοὺς ἀναγκαῖον
17. ἦν γεγονέναι. πῶς γὰρ ἂν ἔτι κοῦφοι τυγχάνοιεν ὄντες, εἰ
1. εὐρεῖς ἅμα καὶ παχεῖς ἐδημιουργήθησαν; οἱ μὲν δὴ πρῶτοι
2. σπόνδυλοι διὰ τήνδε τὴν χρείαν εὐρεῖς μὲν ταῖς ἐντὸς
3. αὑτῶν κοιλότησι, λεπτοὶ δὲ τοῖς ὄγκοις τοῦ σώματος
4. ἐγένοντο.

Cliquer un n° de page pour en afficher l’image