Galenus. De usu partium (De usu part.) [n° 017 Fichtner] [GalLat]

Περὶ χρείας τῶν ἐν ἀνθρώπου σώματι μορίων
Utilité des parties du corps
The Function of the Parts of the Body (UP)
Helmreich, 1907; Helmreich, 1909.
De usu partium corporis humani, 1822, vol. 3-4, p. 1-939;1-366. urn:cts:greekLit:tlg0057.tlg017.verbatim-lat1
Nöldeke, 1805 (deu); Daremberg, 1854/1856 (fra); Tallmadge-May, 1968 (eng); Garofalo, Vegetti, 1978 (ita); López Salvá, 2010 (spa).

De usu partium corporis humani, 12.15, ed. Kühn, 1822, vol. 4, p. 58-65. urn:cts:greekLit:tlg0057.tlg017.1st1K-grc1:12.15

5. Τὸ δὲ πάχος αὐτὸ τοῦ νωτιαίου τίνος
6. ἕνεκεν ἄνισον ἡ φύσις ἀπειργάσατο, καὶ τί δήποτε λεπτότερον
7. ἀεὶ καὶ μᾶλλον ἐν τοῖς κάτω μέρεσι, (πάντως γάρ
8. που κᾀνταῦθα πρός τι μέτρον ἀποβλέπουσα δίκαιον, ἡλίκον
9. ἐχρῆν αὐτὸν εἶναι, τηλικοῦτον ἐν ἑκάστῳ τῶν σπονδύλων
10. ἐδημιουργήσατο,) τάχα μὲν ἤδη τινὰ καὶ χωρὶς ἡμῶν
11. ἐχρῆν ἐξευρίσκειν τὰ τοιαῦτα. προσερχέσθω δ’ οὖν καὶ τὸ
12. ἡμέτερον, ἀναμιμνησκόντων τοῦ νωτιαίου τὴν χρείαν. οὗ
13. γὰρ ἕνεκεν ὅλως ἐγένετο, δι’ ἐκεῖνο τηλικοῦτον ἀποτελεσθῆναι
14. βέλτιον ἦν αὐτὸν ἐν ἑκάστῳ τῶν σπονδύλων, ἡλίκος νῦν
15. ἐστιν. ἐλέχθη δὴ γεγονέναι τῆς τῶν νεύρων ἕνεκα νομῆς
16. τῶν μελλόντων κινήσειν ἅπαντα τὰ κάτω τῆς κεφαλῆς τοῦ
17. ζώου μόρια. ὥστε καὶ κατὰ τοῦτο χρὴ θαυμάζειν τὴν φύσιν,
18. τηλικοῦτον ἐξ ἐγκεφάλου γεννήσασαν μυελὸν, ἡλίκος μάλιστα
1. ἀρκέσειν ἔμελλεν ἅπασι τοῖς κάτω. φαίνεται γοῦν ὅλος εἰς
2. τὰ τῶν νεύρων ἀποβλαστήματα καταναλισκόμενος, ὥς τι
3. δένδρου πρέμνον εἰς κλάδους παμπόλλους. ἐχρῆν δ’, οἶμαι,
4. μὴ κατὰ τέχνην τοῦ ζώου διαπεπλασμένου, μηδ’ ὃν εἰρήκαμεν
5. σκοπὸν τῷ πάχει τοῦ νωτιαίου τῆς φύσεως τεταγμένης,
6. εὑρεθῆναί ποτε αὐτὸν ἤτοι μὴ συμπαρεκτεινόμενον ὅλῳ τᾷ
7. μήκει τῆς ῥάχεως, ἢ καὶ τι περιττὸν ἴσχοντα μετὰ τὴν εἰς
8. ἅπαντα τὰ μόρια νομήν. εἰ μὲν γὰρ ἐλάττονα τῆς χρείας
9. αὐτῶν ἐποίησε τὴν ἄνωθεν ἐξ ἐγκεφάλου γένεσιν, εὐθὺς μὲν
10. ἂν δήπου τὸ πέρας εὑρίσκετο τοῦ νωτιαίου κενὸν, εὐθὺς δὲ
11. καὶ τὰ κάτω τελέως ἀκίνητά τε καὶ ἀναίσθητα· μείζονος δ’
12. αὖ γενομένου, περιττὸν ἂν ἦν τι μέρος αὐτοῦ κατὰ τὸ πέρας
13. τῆς ῥάχεως, οἷον ὀχετός τις λιμνάζων ἀργὸς καὶ
14. μάταιος. εἰ τοίνυν τούτων μὲν οὐδέτερον οὐδὲ καθ’ ἓν
15. ὁρᾶται γένος ζώων, ἀεὶ δὲ συμπαυόμενος ὁ μυελὸς τῇ
16. ῥάχει, καθάπερ καὶ συνήρξατο, πῶς οὐκ ἄν τις ἅμα
17. μὲν πεισθείη περὶ τῶν εἰρημένων, ἅμα δὲ θαυμάζοι τὴν
1. φύσιν; εἰς γοῦν ὀκτὼ καὶ πεντήκοντα νεῦρα τὸν ἐν ἀνθρώποις
2. νωτιαῖον σχισθήσεσθαι μέλλοντα τηλικοῦτον ἐξ ἐγκεφάλου
3. βλαστάνειν, ὡς ἀκριβῶς ἴσον εἶναι τῇ διανομῇ, καὶ
4. μήτ’ ἐλλείπειν αὐτοῦ τι, μήτε περιττεύειν, ἐγὼ μὲν οὐδὲ
5. κατ’ ἀξίαν ἔχω θαυμάζειν. εἰ δὲ δὴ καὶ τὴν χώραν εἰδείης
6. ἑκάστου τῶν νεύρων, ἵνα πρῶτον ἀφορμᾶται τοῦ νωτιαίου,
7. καὶ τὸ μέγεθος ἡλίκον ἐστὶν, ἐς ὅ τι τε φέρεται μόριον, οὐ
8. μόνον τὴν τέχνην, ἀλλὰ καὶ τὴν δικαιοσύνην ἐπαινέσεις τῆς
9. φύσεως. ἀσφαλεῖς μὲν γὰρ αἱ χῶραι τῶν ἐκφύσεων εἰς τοσοῦτόν
10. εἰσιν, ὡς μηδαμοῦ θλίβεσθαι, μηδὲ θλᾶσθαι, μηδ’
11. ἀποῤῥήγνυσθαι, μηδὲ πονεῖν ὅλως νεῦρον ἐν τοσαύταις τε
12. καὶ τοιαύταις κινήσεσι τῆς ῥάχεως, ὄγκος δ’ ἑκάστου τηλικοῦτος,
13. ἡλίκου δεῖται τὸ ὑποδεχόμενον αὐτὸ μόριον. ἡ δὲ
14. μεταξὺ τῆς τε πρώτης ἐκφύσεως καὶ τῆς ἐσχάτης τελευτῆς
15. ὁδὸς ἅπασα θαυμαστῶς εἰς ἀσφάλειαν ἑκάστῳ παρεσκεύασται.
16. ταυτὶ μὲν οὖν ἐπὶ προήκοντι τῷ λόγῳ παντὶ γεγράψεται.
17. τῆς δὲ ῥάχεως μόνης, ὑπὲρ αὐτῆς γὰρ ἐν τῷδε τῷ 
1. γράμματι λέγειν προὐθέμην, ἐξηγήσομαι τὸ λεῖπον τῆς κατασκευῆς,
2. ἀρξάμενος αὖθις ὅθεν λέγων ἀπέλιπον. ἐπειδὴ
3. γὰρ ὅ τε νωτιαῖος οἷον δεύτερός τις ἐγκέφαλος ἔμελλεν
4. ἔσεσθαι τοῖς κάτω τῆς κεφαλῆς ἅπασι μορίοις, ἥ τε ῥάχις
5. ἅμα μὲν εὐπρεπὴς ὁδὸς, ἅμα δ’ ἀσφαλὴς αὐτῷ φρουρὰ παρεσκεύαστο,
6. διὰ τοῦθ’ ἡ φύσις ἄλλα τε πολλὰ καὶ θαυμαστὰ
7. περὶ τοὺς σπονδύλους ἐτεχνήσατο, καὶ δὴ καὶ τὴν
8. ὀνομαζομένην ἄκανθαν ἀπέφυσεν ἐκ μέσων τῶν ὄπισθεν μερῶν,
9. οἷον χάρακά τινα τοῦτον ἁπάσης τῆς ῥάχεως προβαλλομένη,
10. πρῶτον αὐτὸν θλασθησόμενον καὶ συντριβησόμενον
11. καὶ παντοίως πονήσοντα, πρὶν ἐπί τινα τῶν σπονδύλων
12. ἐξικέσθαι τὴν βλάβην. ἄχρι μὲν δὴ τῶν ὀπίσω
13. περάτων ὀστοῦν ἐστιν ἡ ἄκανθα, κατὰ ταῦτα δ’ αὐτῇ χόνδρος
14. περίκειται πάμπολυς. ἀποδέδεικται γὰρ οὖν καὶ τοῦτ’
15. ἔμπροσθεν, ὡς εἰς σκεπάσματα καὶ προβλήματα τῶν ὑποκειμένων
16. ὀργάνων ἡ τοῦ χόνδρου φύσις ἐστὶν ἐπιτηδειοτάτη,
17. μήτ’ ἀποθραύεσθαι μήτε κατάγνυσθαι τοῖς σκληροῖς καὶ
18. κραύροις ὁμοίως, ἀλλὰ μηδὲ τέμνεσθαι μηδὲ θλᾶσθαι
1. τοῖς μαλακοῖς καὶ σαρκώδεσιν ὡσαύτως δυναμένη. τούτῳ
2. δ’ αὖ πάλιν τῷ χόνδρῳ συνδέσμους νευρώδεις, πλατεῖς,
3. ἰσχυροὺς καὶ παχεῖς ἐπέφυσε, φυλάξοντάς τε καὶ συνδήσοντας
4. ὅλην τὴν ἄκανθαν, ὥσθ’ ἕν τι σῶμα γεγονέναι τὸ ἐξ
5. ἁπασῶν τῶν ἀποφύσεων συνιστάμενον, καίτοι διεστήκασί γ’
6. ἀπ’ ἀλλήλων οὐκ ὀλίγον. ἀλλ’ ὁ δεσμὸς ὁ νευρώδης αἴτιος,
7. δι’ ὃν ἅμα μὲν οἷον ἕν τι γεγόνασιν αἱ ἀποφύσεις ἅπασαι
8. τῶν σπονδύλων, ἅμα δὲ εἰς πολλὰ κινοῦνται. σκληρὸς μὲν
9. γὰρ εἰς τοσοῦτόν ἐστιν ὁ δεσμὸς, ὡς ἐπεκτείνεσθαι ῥᾳδίως,
10. καμπτομένης τῆς ῥάχεως, μαλακὸς δ’ εἰς τοσοῦτον, ὡς μήτ’
11. ἀποῤῥήγνυσθαι, μήθ’ ὅλως τι πάσχειν ἐκτεινόμενος. καίτοι
12. γ’, εἰ μὲν βραχὺ σκληρὸν ἐπινοήσαις αὐτὸν γεγενημένον, ἀντιπράξεται
13. ταῖς κινήσεσι, καὶ καθέξει τοὺς σπονδύλους ἐπὶ
14. τῆς ἀρχαίας ἕδρας, ἀδυνατῶν αὐτοῖς ἕπεσθαι διϊσταμένοις·
15. μαλακὸς δ’ εἴπερ ἐπὶ πλέον ἦν, εἰ καὶ μὴ τὴν κίνησιν
16. ἔβλαψεν, ἀλλὰ τήν γ’ ἀσφάλειαν αὐτῶν τῆς συνθέσεως
17. οὐκ ἂν ἐφύλαξε. νῦν δὲ τὸ μέτρον αὐτοῦ τῆς σκληρότητος
18. εἰς ἀμφοτέρας τὰς χρείας ἱκανῶς ἁρμόττει. οὕτω δὲ καὶ ὁ
1. τὰ πρόσω τῶν σπονδύλων συνάπτων δεσμὸς ἀκριβῆ
2. συμμετρίαν ἐκτήσατο τῆς ἐκείνοις τοῖς μέρεσι πρεπούσης
3. σκληρότητος. ἀλλὰ περὶ μὲν τούτων ὀλίγον ὕστερον. ἡ δ’
4. ἄκανθα σὺν οἷς εἶπον εἰς ἀσφάλειαν αὐτῇ δεδόσθαι
5. προσέτι καὶ τὸ σχῆμα τῶν ἀποφύσεων ἑκάστης ἱκανῶς ὁμολογοῦν
6. ἐκτήσατο, κάτω μὲν τῶν ἄνωθεν, ἄνω δὲ τῶν κάτωθεν
7. ῥεπουσῶν, ὥσθ’ ὁμοιοτάτην αὐτῆς γίνεσθαι τὴν
8. ἰδέαν τοῖς οἰκοδομήμασι τούτοις, ἃς ψαλίδας ὀνομάζουσι·
9. λέλεκται γὰρ οὖν πολλάκις ἤδη πάντων σχημάτων τοῦτ’ εἶναι
10. τὸ δυσπαθέστατον. οὔκουν ἔτι θαυμαστὸν, εἰ μόνῳ σπονδύλῳ
11. τῷ κατὰ μέσον τῆς ῥάχεως ἡ ὄπισθεν ἀπόφυσις, ἡ
12. τὴν ἄκανθαν ἐργαζομένη, πρὸς οὐδέτερον ἐπινεύει μέρος, οὔτ’
13. οὖν τὸ κατὰ τὸν τράχηλον, οὔτε τὸ κατὰ τὴν ὀσφὺν, ἀλλ’
14. ἀκριβῶς ἀκλινής ἐστιν εἰς τοὐπίσω συντεταμένη. καὶ γὰρ
15. καὶ τοῦτο τῆς αὐτῆς ἔχεται προμηθείας. ἢ πῶς ἂν ἐοικυῖαν
16. αὐτὴν ὅλην ἀπεργάσαιτο ψαλίδι, ἢ πρῶτον μὲν τὰς ἐκ τῶν
17. κάτω μερῶν ἀποφύσεις ἁπάσας ἄνω προσάγουσα, καθάπερ,
1. οἶμαι, καὶ τὰς ἐκ τῶν ἄνωθεν κάτω, δεύτερον δὲ συνάψασα
2. πρός τινα κοινὸν ὅρον, ἀῤῥεπῆ τε καὶ ὀρθὸν, ὃς οἷον κορυφή
3. τις ἔμελλεν ἔσεσθαι τῆς ψαλίδος; ἀλλὰ καὶ τὸ μέγεθος
4. ἑκάστης τῶν ἀποφύσεων, ἃς ἐλέγομεν ἐργάζεσθαι τὴν
5. ἄκανθαν, ἄνισον ἐν ἅπασι τοῖς σπονδύλοις ἐστὶ, θαυμαστῶς
6. καὶ τούτου προνοησαμένης τῆς φύσεως. οὔτε γὰρ, ἐν
7. οἷς χωρίοις εἰς τὴν αὐτὴν θέσιν ἀφίκετο τῷ μυελῷ κύριον
8. ἕτερον μόριον, ἐν τούτοις εὔλογον ἦν ἀμελῆσαι τοῦ μεγέθους
9. αὐτῶν, οὔτ’, ἐν οἷς ὁ μυελὸς ἦν μόνος, ἐν τούτοις
10. ἐργάσασθαι προμήκεις ἦν δίκαιον, ἀλλ’ οὐδὲ τῶν σμικρῶν
11. σπονδύλων μακρὰν ἀποφῦσαι τὴν ἄκανθαν, οὐδὲ τῶν μεγάλων
12. βραχεῖαν. εὐλόγως οὖν ἐν μὲν τοῖς κατὰ τὸν θώρακα
13. μέρεσι, τῆς τε καρδίας προτεταμένης καὶ τῆς μεγάλης ἀρτηρίας
14. ἐπικειμένης τῇ ῥάχει, μακροτάτας ἡ φύσις ἐποίησε
15. τὰς τὴν ἄκανθαν ἐργαζομένας ἀποφύσεις, ἐν δὲ τοῖς ἄλλοις
16. ἅπασι μέρεσι βραχυτάτας. τὰ δ’ ἄλλα μέρη τῆς ῥάχεως
17. ὀσφύς ἐστι, καὶ ἱερὸν ὀστοῦν, καὶ τράχηλος. ὀσφὺς μὲν γὰρ
1. καὶ τράχηλος ἑκατέρωθεν τῶν τοῦ θώρακος σπονδύλων,
2. ἱερὸν δ’ ὀστοῦν τὸ μέγιστόν τε καὶ κάτωθεν, ὃ δὴ οἷον
3. κρηπῖδά τινα τῇ συμπήξει τῶν σπονδύλων ὑποθεῖναι τὴν
4. φύσιν ἐλέγομεν. ἐν μὲν δὴ τοῖς κατὰ τὴν ὀσφὺν μέρεσιν
5. ὅ τ’ ὄγκος τῶν σπονδύλων ἀξιόλογος, ἥ τε κοίλη φλὲψ ἔνδοθεν
6. ἐπίκειται καὶ ἡ μεγάλη ἀρτηρία· κατὰ δὲ τὸ ἱερὸν
7. ὀστοῦν ὁ μὲν ὄγκος τοῦ σώματος ἀξιολογώτερος, οὐδὲν δ’
8. ὑπόκειται κύριον ὄργανον. εὐλόγως οὖν μετὰ τοὺς κατὰ
9. τὸν θώρακα σπονδύλους αἱ ὄπισθεν ἀποφύσεις μέγισται
10. τοῖς κατὰ τὴν ὀσφὺν ἐδημιουργήθησαν. οἱ δ’ ἐν τῷ τραχήλῳ
11. σπόνδυλοι, λεπτότατοι πάντων ὑπάρχοντες, οὐχ οἷοί
12. τ’ ἦσαν σχεῖν ἐκφύσεις μακράς τε ἅμα καὶ ἀσφαλεῖς, αὗται
13. γὰρ ἂν ἐκεῖναι ῥᾳδίως ἀπεθραύοντο διὰ λεπτότητα. καλῶς
14. οὖν ὀλίγον ἔμπροσθεν ἐλέγομεν, εἴς τε τοὺς ὄγκους τῶν
15. σπονδύλων ἀποβλέπουσαν τὴν φύσιν καὶ τὴν τῶν ἐπικειμένων
16. κατὰ τῆς ῥάχεως ὀργάνων διαφορὰν ἀνίσους ἀπεργάσασθαι
17. τὰς κατὰ τὴν ἄκανθαν αὐτῶν ἀποφύσεις.

Cliquer un n° de page pour en afficher l’image