Galenus. De usu partium (De usu part.) [n° 017 Fichtner] [GalLat]

Περὶ χρείας τῶν ἐν ἀνθρώπου σώματι μορίων
Utilité des parties du corps
The Function of the Parts of the Body (UP)
Helmreich, 1907; Helmreich, 1909.
De usu partium corporis humani, 1822, vol. 3-4, p. 1-939;1-366. urn:cts:greekLit:tlg0057.tlg017.verbatim-lat1
Nöldeke, 1805 (deu); Daremberg, 1854/1856 (fra); Tallmadge-May, 1968 (eng); Garofalo, Vegetti, 1978 (ita); López Salvá, 2010 (spa).

De usu partium corporis humani, 12.16, ed. Kühn, 1822, vol. 4, p. 66-71. urn:cts:greekLit:tlg0057.tlg017.1st1K-grc1:12.16

1. Οὔκουν ἔτ’ ἀπορήσομέν πως οὐδὲ διὰ
2. τί τοῖς δώδεκα τοῖς κατὰ τὸ μετάφρενον σπονδύλοις οὐκ
3. ἴσαι πᾶσαι πᾶσιν αἱ ἀποφύσεις. εἰ γὰρ καὶ ὅτι μάλιστα
4. τοῦ θώρακός εἰσι πάντες, ἀλλ’ οὐκ ἐγγύς γε τῆς
5. καρδίας οἱ κάτωθεν, οἱ πλησίον τοῦ διαφράγματος, ἀλλ’
6. ἤδη πλέον ἀφεστήκασιν, ὥσπερ καὶ οἱ κατ’ ὀσφύν. οὐ μὴν
7. οὐδὲ διὰ τί τέτταρα τὰ μέγιστα μέρη τῆς ῥάχεως ὅλης
8. ὑπάρχειν ἐλέγομεν, ἄδηλον ἔτι. μέσου μὲν γὰρ τοῦ θώρακος
9. κειμένου, περιεχόντων δ’ αὐτὸν ἑκατέρωθεν, ἄνωθεν
10. μὲν τοῦ τραχήλου, κάτωθεν δὲ τῆς ὀσφύος, κοινῇ δ’
11. ἅπασι τοῖς κατὰ μέρος εἰρημένοις ὑπερηρεισμένου τοῦ πλατέος
12. ὀστοῦ, τέτταρα τὰ μέγιστα μέρη τῆς ὅλης ῥάχεως
13. ἐξ ἀνάγκης ἀποτελεῖται. διὰ τί δὲ τὸ μὲν ἐξ ἑπτὰ
14. σπονδύλων, τὸ δὲ ἐκ δώδεκα, τὸ δὲ ἐκ πέντε, τὸ δὲ ἐκ
15. τεττάρων μερῶν, (ἐπηγγειλάμην μὲν οὖν καὶ τούτων τὴν
16. χρείαν ἐρεῖν,) ἑξῆς ἀκούσῃ, περανθέντος ἅπαντος πρότερον
17. τοῦ παρόντος λόγου. διὰ τί δὲ ἐννέα μὲν ἅπασαι
18. κατὰ τοὺς τῆς ὀσφύος σπονδύλους ἀποφύσεις εἰσὶν, ἕνδεκα
1. δὲ κατὰ τοὺς τραχήλους, τοῖς δὲ κάτω πέντε κατά γε τοὺς
2. δύο. τοὺς πρώτους ἑπτὰ, καθάπερ οὖν κατὰ τοὺς τοῦ
3. θώρακος ἅπαντας, ἑξῆς τοῖς εἰρημένοις ἐχόμενον ἂν εἴη
4. διελθεῖν. ὥσπερ οὖν ἡ ἀπόφυσις ἑκάστου τῶν σπονδύλων,
5. ἡ τὴν ἄκανθαν ἐργαζομένη, προβλήματος ἐδείκνυτο
6. παρέχεσθαι χρείαν, οὕτω καὶ ἄλλαι ἀποφύσεις ἐγκάρσιαι
7. τοῖς σπονδύλοις εἰσὶ δύο, ἅμα μὲν τὴν ὁμοίαν φυλακὴν
8. ἐκπορίζουσαι τοῖς πλαγίοις αὐτῶν μέρεσιν, ἅμα δ’ οἷον
9. ἕδρα τις τοῖς τ’ ἔσωθεν τῆς ῥάχεως μυσὶ καὶ τοῖς ἔξωθεν
10. ὑποβεβλημέναι· κατὰ τούτων γὰρ ἁπάντων ἐπίκεινται σὺν
11. ἀρτηρίαις τε καὶ νεύροις καὶ φλεψὶν εἰς ἑαυτούς τε καὶ
12. δι’ ἑαυτῶν φερομέναις. ἔστι δὲ καὶ τρίτη τις αὐτῶν ἑτέρα
13. χρεία τοῖς τοῦ θώρακος σπονδύλοις εἰς τὴν τῶν πλευρῶν
14. διάρθρωσιν, ἀναγκαιοτάτη πρὸς τὴν τῆς ἀναπνοῆς ἐνέργειαν.
15. ἀλλὰ περὶ μὲν ταύτης ἐπὶ πλεῖον ἰδίᾳ λέλεκται.
16. τῶν δ’ εἰρημένων ἀποφύσεων ἀπέστραπται τὰ πέρατα, καθάπερ
17. καὶ τῆς ἀκάνθης ὅλης, ἐπὶ τὰ μέσα τῆς ῥάχεως, ὡς
18. ἂν, οἶμαι, πρὸς τοῦτο τὸ χωρίον ἁπάντων τῶν σπονδύλων
1. ἐχόντων τὴν ῥοπὴν, δι’ ἣν ἔμπροσθεν ἐλέγομεν αἰτίαν. διὰ
2. τί δὲ παχεῖαι μὲν τοῖς κατὰ τὸν θώρακα σπονδύλοις αἱ
3. πλάγιαι, λεπταὶ δὲ τοῖς κατὰ τὴν ὀσφύν τε καὶ τὸ ἱερὸν
4. ὀστοῦν, τοῖς δ’ ἐν τραχήλῳ παχεῖαί τε καὶ δίκροι; ἢ ὅτι
5. κατὰ μὲν τὸν θώρακα τῶν πλευρῶν οὐ μόνον διαρθρουμένων
6. αὐταῖς, ἀλλὰ καὶ καθ’ ὅλον ἐπικειμένων, εὔλογον ἦν
7. ἑδραίας τε καὶ ἰσχυρὰς ἀπεργασθῆναι, ταῖς δὲ κατὰ τὴν
8. ὀσφύν τε καὶ τὸ ἱερὸν ὀστοῦν ἀγγείων καὶ μυῶν ἐπιβαινόντων
9. μόνων, οὐδὲν ἔδει περιττῆς ἰσχύος; αἱ δ’ ἐν τραχήλῳ
10. δίκροι τε ἅμα καὶ παχεῖαι γεγόνασιν εὐλογώτατα,
11. καὶ τῶν περάτων ἐπέστραπται τὸ μὲν ἕτερον τὸ μεῖζον
12. κάτω τοῖς ἄλλοις ἀνάλογον, τὸ δ’ ἕτερον τὸ μεῖον ἄνω.
13. τὸ δὲ καὶ μόνοις αὐτοῖς ἐκ περιττοῦ προσκείμενόν ἐστι, ὅτι
14. τὴν ὄπισθεν ἀπόφυσιν ἁπασῶν μικροτάτην ἔσχον, ὡς ὀλίγον
15. ἔμπροσθεν εἴρηται, καίτοι τούτου γε κατὰ τοῦ νωτιαίου
16. μεγίστην ἔχοντος δύναμιν. ἀπεδείχθη γὰρ αὐτοῦ τὰ
17. πρῶτα μόρια τῶν ἄλλων εἶναι κυριώτερα. διὰ γοῦν τοῦτο
18. παχείας τε ἅμα τὰς ἐγκαρσίας αὐτοῖς ἀποφύσεις ἐποιήσατο
1. καὶ δίκρους, ἵν’, ὅσον διὰ τὴν τῆς ἀκάνθης βραχύτητα τοῖς
2. ταύτης σπονδύλοις εἰς ἀσφάλειαν ἐνέδει, τοῦτ’ ἐκ τῶν ἐγκαρσίων
3. ἀναπληρῶται. μέχρι μὲν τοῦδε δικαίως ἅπαντα
4. φαίνεται τὰ κατὰ τὴν ῥάχιν ἔχοντα. τὸ δὲ ἀπὸ τούτου
5. σκεπτέον ἂν εἴη προσέχοντί σοι τὸν νοῦν τοῖς λεγομένοις
6. ἀκριβέστερον ὑπὲρ τῶν ἄλλων ἀποφύσεων ἁπασῶν, καὶ δὴ
7. καὶ προσέτι τῶν κατὰ ταύτας διαρθρώσεων. ἐπεὶ γὰρ ἔδει
8. τοὺς σπονδύλους ἅμα μὲν οἷον ἕν τι σῶμα τὴν ῥάχιν ἀποτελεῖν
9. ἑδραίαν τε καὶ ἰσχυρὰν, ἅμα δὲ καὶ κινούμενον εὐθέτως,
10. τοῦτ’ αὐτὸ πρῶτον ἄξιον θαυμάσαι τῆς φύσεως εὐμηχανώτατα
11. πρὸς ἑκατέρας τὰς χρείας, καίτοι γ’ ἐναντίας ὑπαρχούσας,
12. ἐπιτήδειον ἐργασαμένης τὴν ῥάχιν. ἅπαντες
13. γὰρ οἱ σπόνδυλοι, πλὴν τῶν πρώτων δυοῖν, ἐκ μὲν τῶν
14. πρόσω μερῶν ἀσφαλῶς ἀλλήλοις συνδεδεμένοι, διηρθρωμένοι
15. δ’ ὀπίσω, τὸ μὲν ἑδραῖον ἐν τοῖς ὀπίσω σχήμασι διὰ
16. τὴν ἔμπροσθεν ἁρμονίαν ἐκτήσαντο, κινεῖσθαι δ’ οὐκ ἐκωλύθησαν,
17. ὅτι μήτε συμπεφύκασι, κᾀκ τῶν ὄπισθεν οὐ μικροῖς
18. ἄρθροις διῄρηνται. ταῦτ’ ἄρα πρόσω μὲν κάμπτεσθαι
1. δυνατὸν ἡμῖν ἐπὶ πλεῖστον, ὀπίσω δ’ οὐκέτι. διαῤῥήξεις
2. γὰρ, εἰ βιάζοιο τὸν πρόσθιον δεσμὸν, οὕτω μὲν ἀκριβῶς αὐτοὺς
3. συνάγοντα πρὸς ἀλλήλους, ὡς μηδὲν ἀποδεῖν συμφύσεως,
4. ἐπίδοσιν δὲ βραχεῖαν ἐγχωροῦντα λαμβάνειν κατὰ τὰς
5. εἰς τοὐπίσω τῆς ῥάχεως ἀνακλάσεις. οὐ γὰρ οἷόν τ’ ἦν
6. ἅμα μὲν ἰσχυρὸν ὑπάρχειν αὐτὸν, ἅμα δ’ ἐπὶ πλεῖστον ἐκτείνεσθαι,
7. καίτοι καὶ τοῦτο, εἰς ὅσον οἷόν τε, θαυμαστῶς
8. παρεσκεύασται τῇ φύσει, μυξώδη τὸν σύνδεσμον τοῦτον, ὡς
9. Ἱπποκράτης ὠνόμασεν, ἐργασαμένῃ. ἀλλὰ περὶ μὲν ὅλης τῆς
10. κατ’ ἐκεῖνον οὐσίας ἐν τοῖς ἑξῆς λόγοις εἰρήσεται. τῇ ῥάχει
11. δ’ ἐπεὶ μήθ’ ὁμοίως κατ’ ἄμφω τὰ μέρη κάμπτεσθαι
12. βέλτιον ἦν, (ἀστήρικτος γὰρ ἂν οὕτω γε καὶ χαλαρὰ τελέως
13. ὑπῆρχεν,) ἑλέσθαι τε τὴν φύσιν ἔδει τὸ χρηστότερον, ἔνεστιν
14. ἐπισκοπεῖσθαί σοι κᾀνταῦθα, ὡς πρὸς τὰς κατὰ τὸν βίον
15. ἐνεργείας ἁπάσας ἄμεινον ἦν αὐτὴν εἰς τὰ πρόσω κάμπτεσθαι,
16. καὶ τοῖς ἐπικειμένοις ἔμπροσθεν ἀγγείοις, τῇ ἀρτηρίᾳ
17. τῇ μεγάλῃ καὶ τῇ κοίλῃ φλεβὶ, μακρῷ τοῦτ’ ἦν
18. ἀλυπότερον· ἀπεῤῥάγησαν γὰρ ἂν ἐπὶ πλεῖστον ἐκτεινόμεναί
1. τε καὶ κλώμεναι περὶ τὴν εἰς τοὐπίσω τῆς ῥάχεως ὅλην
2. καμπήν. εὐλόγως οὖν, ἐπειδὴ κατὰ τοῦτο ἐχρῆν ἀκριβῶς
3. αὐτὴν ἐσφίγχθαι τοῖς σπονδύλοις ἅπασιν, αἱ διαρθρώσεις
4. ὄπισθεν ἐγένοντο. καταπαύσω δὲ τοῦτον ἤδη τὸν λόγον
5. ἐνταῦθα. παμπόλλων γὰρ ἔτι λειπομένων εἰς τὴν ἐξήγησιν
6. ὅλης τῆς ῥάχεως, καὶ μήτε πάντων ἐν τῷδε τῷ γράμματι
7. λεχθῆναι δυναμένων, (εἰς ἄμετρον γὰρ ἂν οὕτως ἐκπέσοι
8. μῆκος,) ἀλλὰ μηδὲ τομὴν ἐπιτήδειον ἐγχωρούντων, ὡς τὰ
9. μὲν αὐτῶν ἐν τῷδε δικαίως ἀναγεγράφθαι, τὰ δ’ εἰς τὸν
10. ἑξῆς λόγον ἀναβληθῆναι, κάλλιον ἔδοξέ μοι πάντα τὰ λείποντα
11. τῷ μετ’ αὐτὸ φυλάξαι βιβλίῳ.

Cliquer un n° de page pour en afficher l’image