Galenus. De usu partium (De usu part.) [n° 017 Fichtner] [GalLat]

Περὶ χρείας τῶν ἐν ἀνθρώπου σώματι μορίων
Utilité des parties du corps
The Function of the Parts of the Body (UP)
Helmreich, 1907; Helmreich, 1909.
De usu partium corporis humani, 1822, vol. 3-4, p. 1-939;1-366. urn:cts:greekLit:tlg0057.tlg017.verbatim-lat1
Nöldeke, 1805 (deu); Daremberg, 1854/1856 (fra); Tallmadge-May, 1968 (eng); Garofalo, Vegetti, 1978 (ita); López Salvá, 2010 (spa).

De usu partium corporis humani, 12.2, ed. Kühn, 1822, vol. 4, p. 2-6. urn:cts:greekLit:tlg0057.tlg017.1st1K-grc1:12.2

8. Ὅτι μὲν οὖν οὐχ οἷόν τε κίνησιν οὐδεμίαν
9. ὀστῶν γενέσθαι χωρὶς τοῦ διηρθρῶσθαί τε ἅμα καὶ διὰ
10. μυῶν συνάπτεσθαι, δέδεικται πολλάκις, εἴ γε χρὴ
11. πάντως εἶναι μέν τι τὸ κινοῦν, εἶναι δὲ καὶ τὸ κινούμενον,
12. καὶ τούτων τὸ μὲν ὁ μῦς ἐστι, τὸ δὲ ἡ τῶν ὀστῶν σύνθεσις.
13. ὅτι δὲ οὐδὲ ὁ σύνδεσμος ἄχρηστος, ἀλλ’, εἰ καὶ μὴ
14. πρὸς τὴν γένεσιν αὐτὴν τῆς κινήσεως ἀναγκαῖος, εἰς γοῦν
15. τὸ καλῶς κινεῖσθαι χρήσιμος, εἴρηται μὲν ἤδη καὶ περὶ
16. τοῦδε διὰ τῶν ἔμπροσθεν, ἀναμνήσομεν δὲ καὶ νῦν αὐτὸ
17. τοῦ λόγου τὸ κεφάλαιον, ὡς, εἰ μὴ διὰ τῶν συνδέσμων
18. ἐκρατεῖτο τὰ διαρθρούμενα τῶν ὀστῶν, οὐδὲν ἂν ἐκώλυεν
1. αὐτὸ καθ’ ἑκάστην κίνησιν ἐξίστασθαι τῆς σφετέρας ἕδρας
2. ἄλλοτ’ ἄλλῃ παραλλάττοντα. τοῦ δὴ μηδὲν τοιοῦτον γίνεσθαι
3. χάριν ἡ φύσις ἅπασαν ὀστῶν διάρθρωσιν ἐν κύκλῳ περιλαμβάνει
4. δεσμοῖς μὲν, ἐπίδοσιν δ’ οὐ σμικρὰν ἐγχωροῦσιν.
5. καὶ θαυμάσαι μάλιστ’ ἄν τις αὐτὸ δὴ τοῦτο πρῶτον αὐτῆς
6. τοὔργον, ὡς ἐξευρούσης οὐσίας σωμάτων εἰς πολὺ διαφερούσας
7. ἐπιτηδείων χρείας. ἵνα μὲν γὰρ ἀκριβῶς τε ἅμα
8. δεσμοῖτο καὶ συνέχοιτο, καὶ οὐ ῥᾳδίως ἀποῤῥηγνύοιτο κατὰ
9. τὰς βιαίας κινήσεις ἀλλήλων τὰ διαρθρούμενα, σκληρὸν ὡς
10. ἔνι μάλιστα καὶ δυσπαθέστατον ἐχρῆν γενέσθαι τὸν σύνδεσμον·
11. ἵνα δ’ ὑπὸ τῶν μυῶν ἑλκομένοις τοῖς ὀστοῖς ἑτοίμως
12. ἕποιτο, μαλακὸν αὖ πάλιν ἐχρῆν εἶναι, καὶ κατὰ τοῦτ’
13. ἀσθενῆ. καὶ μὴν ἐναντίον γέ ἐστιν ἰσχυρὸν ἀσθενεῖ, καὶ
14. σκληρὸν μαλακῷ. τίς οὖν καὶ περὶ ταῦτα τέχνη τῆς φύσεως
15. ἐξευρούσης σῶμα καὶ τὴν ὠφέλειαν ἑκατέραν ἱκανῶς κεκτημένον,
16. καὶ πεφευγὸς τὴν βλάβην, ἐξ αὐτῆς τῆς ἀνατομῆς
17. ἔνεστί σοι μαθεῖν. ὄψει γὰρ ἅπαντα σύνδεσμον σκληρὸν
1. μὲν εἰς τοσοῦτον, ὡς ἀσφαλῶς τε ἅμα συνδεῖν καὶ μὴ κωλύειν
2. συγκινεῖσθαι, μαλακὸν δ’ εἰς τοσοῦτον, ὡς μὴ θλᾶσθαι
3. μήτε ἀποῤῥήγνυσθαι ῥᾳδίως. καὶ μὴν καὶ τοῦτ’
4. ἀκούεις ὑφ’ Ἱπποκράτους |λεγόμενον· Ὅσοις ἂν ὑγρότης
5. ὑποτραφεῖσα πλείων διαβρέξῃ τὰ περὶ τοῖς ἄρθροις σώματα,
6. ῥᾳδίως τούτοις ἐξίστανται τῶν κώλων αἱ κεφαλαί.
7. τοὺς δ’ ὑπὸ σκληρότητος αὐτῶν ἀγκυλωθέντας οὐκ οἶμαί
8. σε λανθάνειν, ὁσημέραι θεώμενον, εἰς ὅσον ἐμποδίζονται
9. τὴν κίνησιν. ἀλλ’ ἔν γε τῷ κατὰ φύσιν ἔχειν ἀκριβῶς
10. σύμμετρα τἄλλα τε περὶ τοῖς ἄρθροις ἐστὶ σώματα, καὶ
11. μάλιστα οἱ τένοντες καὶ σύνδεσμοι, πρός τε τὴν εὐκολίαν
12. τῆς κινήσεως καὶ πρὸς τὸ μηδὲν πάσχειν αὐτούς. ὅτι δ’
13. ἐν τούτοις χρὴ θαυμάζειν ἅπασαν τέχνην, ἐν οἷς οὕτως
14. ἀκριβῶς ἐστι τὸ σύμμετρον, ὡς, εἴτε προσθήσεις ἐλάχιστα,
15. εἴτ’ ἀφέλοις, ἀνατρέπεσθαι τὸ πᾶν ἔργον, οὐδεὶς ἀγνοεῖ.
16. τὰ γοῦν ἱκανὸν ἔχοντα πλάτος ἐν τῇ δημιουργίᾳ καὶ τοῖς
17. ἰδιώταις τολμητέον ἐπιχειρεῖν· εἰ δέ τι στενὸν παντελῶς καὶ
1. ἀπλατὲς, οὔτε σοφίας τῆς τυχούσης, οὔτ’ ἐμπειρίας δεῖται
2. βραχείας. ταῦτ’ ἄρα καὶ αὐτὴν τὴν ἰατρικὴν μακρὰν εἰπὼν
3. Ἱπποκράτης ἐπήνεγκεν, ὁ δὲ καιρὸς ὀξὺς, ὡς, εἴπερ
4. μὴ ὀξὺς ἦν, ἀλλ’ ἱκανὸν ἐκέκτητο πλάτος, οὐκ ἂν οὖσαν
5. μακράν. οὕτως οὖν καὶ ἐπὶ δημιουργικῆς τέχνης ἁπάσης
6. ἀκρίβειαν ἡ τῆς συμμετρίας στενότης ἐνδείκνυται. καὶ
7. ταύτην ἔστιν ἐν τοῖς τῶν ζώων θεάσασθαι σώμασιν οὐ
8. κατὰ τοὺς συνδέσμους μόνον, ἀλλὰ καὶ κατ’ ἄλλα σύμπαντα
9. μόρια. τριῶν δὴ τούτων ὑπαρχόντων ἁπλῶν σωμάτων,
10. ὧν εἰς τὸν παρόντα λόγον δεόμεθα, χόνδρου, καὶ
11. συνδέσμου, καὶ νεύρου, καὶ τοῦ μὲν χόνδρου σκληροτέρου,
12. τοῦ δὲ νεύρου μαλακωτέρου, μέσου δ’ ἀμφοῖν ὄντος
13. τοῦ συνδέσμου, θαυμαστῶς ἡ φύσις ἑκάστῳ χρῆται κατὰ
14. πάντα τοῦ ζώου τὰ μόρια, μήτ’ εἰς χόνδρου χώραν ἢ
15. νεῦρον ἢ σύνδεσμόν ποτε μεταθεῖσα, μήτ’ εἰς συνδέσμου
16. χόνδρον ἢ νεῦρον, ἀλλὰ μηδ’ εἰς νεύρου σύνδεσμον
17. ἢ χόνδρον. ἐδείχθη γὰρ ἐν τοῖς ἔμπροσθεν, ὡς 
1. οὔτε τὸ σκληρὸν εἰς αἴσθησιν, οὔτε τὸ μαλακὸν εἰς κίνησιν
2. ἐπιτήδειον.

Cliquer un n° de page pour en afficher l’image